Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν γέννησιν τοῦ Σωτῆρος

Ἰωάννης ὁ Δαμασκηνός

Ο αστέρας, οι προφητείες και τα θαυμαστά σημεία στα έθνη

Η προφητεία του Βαλαάμ, οι χρησμοί των ελληνικών μαντείων και τα σημεία της έλευσης του Χριστού στους περσικούς ναούς με την εμφάνιση του αστέρα και την πτώση των ειδώλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 7

Τούτων οὕτω τελουμένων καὶ πάσης ἀοράτου τε καὶ ὁρατῆς κτίσεως χορευούσης ἐξ ἀνατολῆς κατήστραψεν ἀστὴρ ὑπερθαύμαστος τὴν γέννησιν τοῦ τεχθέντος ἐπουρανίου βασιλέως μηνύων ἐν γῇ τελεσιουργοῦντος φρικτὰ τεράστια. Ὅνπερ ἰδόντες οἱ μάγοι, Περσῶν βασιλεῖς ἀστρονόμοι, τοῦ Βαλαὰμ ἀπόγονοι, ἐκπλαγέντες τῇ τοῦ ἀστέρος σφοδροτάτῃ ἐκλάμψει, τὴν τοῦ Βαλαὰμ προφητείαν ἀναλαβόντες, τὸ ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ, ὡς ἅτε βασιλέα μέγαν ὑπονοήσαντες τῇ τοῦ ἀσυνήθους ἀστέρος μεγαλοπρεπεστάτῃ ἐκλάμψει κυρίαν αὐτὸν κρατεῖν μεγάλην πάσης τῆς γῆς καὶ τῆς οἰκουμένης ἐθέσπισαν. Οὐ μόνον δὲ ἐκ τῆς τοῦ Βαλαὰμ προφητείας τοῦτο νοήσαντες, ἀλλὰ καὶ ἄλλοθεν τὴν ἀκρίβειαν τοῦ τεχθέντος Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐν τῇ αὑτῶν χώρᾳ θαύματος φρικτοῦ γεγονότος ἐπέγνωσαν.

Κάσανδρος γὰρ τελευτᾷ καταλείψας ἀδελφὴν Δωριάδα Πυλάδου τοῦ εἰς Ἑλλάδα ἀναιρεθέντος· ἥντινα ἐπόθησεν Ἄταλος ὁ τῶν Λακεδαιμόνων βασιλεύς. Καὶ εἰσελθὼν ἐπ’ εὐνῆς τοῦ καθευδῆσαι μετ’ αὐτῆς, ἔχουσα μάχαιραν, ἔπηξεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ τοῦτον σφάξασα κατέσχε τῆς βασιλείας αὐτοῦ. Τούτου δὲ γενομένου φόβον ἐκτήσαντο πολλοί· ὁ δὲ ἀδελφὸς τοῦ ἀναιρεθέντος ὀνόματι Φίλιππος φοβηθεὶς τὴν Δωριάδα τοὺς Ἀχαιοὺς κατέλαβε, κἀκεῖ λαβὼν γυναῖκα Καλλιόπου στρατηγοῦ αὐτῶν καλουμένην Ἀλισβίδα ἐζήτουν πολεμῆσαι τὴν Δωριάδα καὶ τὸ ἔθνος αὐτῆς καὶ ἐφοβοῦντο· ἦν γὰρ πολλοῖς προσβαλοῦσα καὶ πάντας ὀλέσασα. Πάντα γὰρ τὰ κύκλῳ αὐτῆς ἔθνη ἀρεσκόμενα τοῦ κάλλους αὐτῆς ὑπούργουν αὐτῇ, ὅπως τῷ τυχόντι αὐτῶν παραδῶ ἑαυτὴν εἰς γάμον· φόβον οὖν εἶχον πάντες ἀπὸ προσώπου αὐτῆς. Ἔδοξε τότε τοὺς Ἀχαιοὺς πέμψαι εἰς Δελφοὺς κἀκεῖ λαβεῖν χρησμὸν περὶ τοῦ πολέμου. Ἀπελθόντες δὲ ἐκεῖνοι πρὸς Εὐοπτίαν τὴν ἱέρειαν εἰς τὸ Κάσταλον ὕδωρ ἠρώτων γνῶναι αὐτούς, ἐφ’ ᾧ παρῆσαν· ἥτις γευσαμένη τοῦ πηγαίου μαντικοῦ ὕδατος προεφήτευσεν οὕτως·

Ὀψέ ποτέ τις, φησίν, ἐπὶ τὴν πολυσχεδῆ ταύτην ἐλάσειε γῆν καὶ δίχα σφάλματος γενήσεται σάρξ, ἀκαμάτοις δὲ θεότητος ὅροις ἀνιάτων παθῶν λύσει φθοράν, καὶ τούτῳ φθόνος γενήσεται ἐξ ἀπίστου λαοῦ καὶ πρὸς ὕψος κρεμασθήσεται ὡς θανάτου κατάδικος· ταῦτα δὲ πάντα ἑκὼν προσπείσεται φέρων, θανεὶς δὲ εἰς ζωὴν αἰώνιον ὦρτο.

Οἱ δὲ καταγελάσαντες καὶ καταρασάμενοι αὐτὴν εἶπον· Τρισκατάρατε, περὶ γυναικὸς ἠρωτήσαμεν, μὴ γὰρ περὶ ἀνδρός; Ἡ λέγει αὐτοῖς· Ἀήττητοι καιροὶ ἤρξαντο ἀνίστασθαι· καὶ αὐτὴ γὰρ κἀκεῖνος καὶ οἱ μετ’ αὐτοῦ ἄνδρες πάντας νικήσουσιν. Οἱ δὲ ἀπέστησαν ἀτιμάσαντες τὴν προφῆτιν καὶ μετῆλθον εἰς τὸ τῆς Ἀθηνᾶς ἱερόν· ἱστοῦ δὲ ὑφαινομένου ἱερατικοῦ καὶ πορφύρας ἐν αὐτῷ ἐπισήμου βαλλομένης αὐτομολήσαντες εἰσεπήδησαν. Ἡ δὲ ἱέρεια Ξανθίππη ἀγανακτήσασα ἔφη αὐτοῖς·

Κακῇ ὥρᾳ εἰσήλθετε ὧδε, προπετεῖς ἀνακόλουθοι. Ὕβρισαν δὲ καὶ ταύτην λέγοντες· Ἀναξία πάσης τιμῆς, ἀλλοτρία τοῦ ἱερατικοῦ ἤθους, ὑβρίζεις τὴν πορφύραν, ἥνπερ οἱ θεοὶ τοῖς βασιλεῦσιν ἐχαρίσαντο, δι’ ἧς τιμὴν καὶ δόξαν κέκτηνται οἱ φοροῦντες αὐτήν· παῦσαι ἀλλόκοτα λαλοῦσα, ὑπερήφανε καὶ ἀλαζών· Ἡ λέγει αὐτοῖς· Ταῦτα οὐκ ἐμοί, ἀλλὰ τοῖς ἀνυβρίστοις πως προσηγάγετε· πλὴν κληδόνα ἀσφαλῆ λαβόντες πορεύεσθε· ἀνδρὸς γὰρ τῆς ἡβῶν εὐνῆς μιγάδος ἐνεργὲς ὢν κύημα, πρύτανις θεοῦ ἀηττήτου, ἀήττητον ῥώμην ἔχων, τὸν ἀτέρμονα κόσμον ὡς ὠὸν κυκλῶν πάντας δόρατι ὀλύει. Οἱ δὲ ἐμφυσήσαντες αὐτὴν ἀνεχώρησαν· οἵτινες λέγουσιν· Οὐ χρησιμεύομεν ἑαυτοῖς, εἰ μὴ πορευθῶμεν πρὸς Ἀπόλλωνα τὸν Φοῖβον καὶ Μέγαν.

Ἐλθόντες δὲ ἐν τῷ τοῦ Ἀπόλλωνος ἱερῷ εἶπον δεόμενοι· Νικηταὶ καὶ καθαροί, ἀρεστοὶ θεοί, ἵνα τί οὕτως ποιεῖτε τοῖς ἑαυτῶν δούλοις, πόλεμον γυναικεῖον νικᾶν αἰτοῦντες; Ἀντὶ πολέμου πόλεμον εἰσάγετε ἡμῖν· μὴ οὕτως, ἀθάνατοι θεοί, ἀληθινοὶ δεσπόται. Καὶ ἐξαίφνης ἐξῆλθε φωνὴ ἀοράτως οὕτως· Στραφεὶς ὁ τρίπους τριττὴν στρόφησιν· προφῆτις πυθμεύει· τριττὰ γὰρ τούτων· ἑωσφόρος τις οὐρανοπεμπὴς παρεὶς ἔνδον ὑελῶν οἰκεῖ νηδύϊ κόρης δεσμὰς ἑαυτῷ διαπλάττων· ὄνομα δὲ αὐτῆς δὶς ἑβδομήκοντα ἕξ· ὃς τὰς κοιρανίδας καὶ πᾶν ἱερὸν ἡμῶν σέβας καθελὼν ἐπὶ τὴν ἄκραν τῆς πανόλβου σοφίης μετάξει παντὸς κλέους τὸ γέρας. Οἱ δὲ ταῦτα ἀκούσαντες ἀνεχώρησαν μετὰ λύπης.

Κῦρος δὲ ὁ βασιλεὺς τῶν Περσῶν ναὸν κατεσκεύασε καὶ ἀπέθηκεν ἐν αὐτῷ θεῶν ἀνδριάντας χρυσοῦς καὶ ἀργυροῦς καὶ ἐκόσμησεν αὐτὸν λίθοις πολυτελέσι. Κατ’ ἐκείνας δὲ τὰς ἡμέρας, ὡς αἱ γεγραμμέναι πτύχαι διδάσκουσιν, εἰσελθόντος τοῦ βασιλέως ἐν τῷ ἱερῷ λύσιν ὀνειράτων δέξασθαι, ἔφη αὐτῷ ὁ ἱερεὺς Προύππιπος· Συγχαίρω σοι, βασιλεῦ, ἡ Ἥρα ἐν γαστρὶ ἔλαβεν. Ὁ δὲ βασιλεὺς μειδιάσας λέγει αὐτῷ·

Ἡ θανοῦσα ἐν γαστρὶ ἔχει; Ὁ δέ φησι· Ναί, ἡ θανοῦσα ἀνέζησε καὶ ζωὴν γεννᾷ. Ὁ δὲ βασιλεύς· Τί τοῦτο; Σαφήνισόν μοι, Ὁ δέ· Ἀληθῶς, δέσποτα, καιρίως ἔφθασας τὰ ἐνταῦθα· πᾶσαν γὰρ τὴν νύκτα τὰ ἀγάλματα ἔμειναν χορεύοντα τά τε ἀνδρικὰ τά τε γυναικεῖα, λέγοντα ἀλλήλοις·

Δεῦτε, συγχαρῶμεν τῇ Ἥρᾳ. Καὶ λέγουσί μοι· Δεῦρο, προφῆτα, καὶ συγχάρηθι τῇ Ἥρᾳ, ὅτι ἐφιλήθη. Ἐγὼ δὲ εἶπον· Τίνι εἶχε φιληθῆναι, ὅτι ἐμή ἐστιν; Ἅτινα λέγουσιν· Ἀνέζησε καὶ οὐκέτι λέγεται Ἥρα, ἀλλ’ Οὐρανία· μέγας γὰρ Ἥλιος ἐφίλησεν αὐτήν. Αἱ δὲ θήλειαι πρὸς τοὺς ἄνδρας ἔλεγον ὡς δῆθεν τὸ πρᾶγμα εὐτελίζουσαι· Πηγή ἐστιν ἡ φιληθεῖσα· μὴ γὰρ ἡ Ἥρα; Τέκτονα ἐμνηστεύσατο ἡ Ἥρα. Ὅτι μὲν Πηγὴ δικαίως εἴρηται, ἀποδεχόμεθα, Μυρία δὲ αὐτῆς τοὔνομα, ἥτις ἐν μήτρᾳ ὡς ἐν πελάγει μυριάγωγον ὁλκάδα φέρει. Ἡ δὲ Πηγὴ αὕτη οὕτω νοείσθω· πηγὴ γὰρ ὕδατος πηγὴ πνεύματος ἀενναίζει ἕνα μόνον ἰχθὺν ἔχουσα τῷ τῆς θεότητος ἀγκίστρῳ λαμβανόμενον, τὸν πάντα κόσμον ὡς ἐν θαλάσσῃ διαγενόμενον ἰδίᾳ σαρκὶ τρέφων. Καλῶς ἔφη· Τέκτονα ἔχει ἐκείνη, ἀλλ’ οὐκ ἐκ λέχους, ὃν τίκτει τέκτονα· οὗτος γὰρ ὁ γενόμενος τέκτων, ὁ τοῦ τεκτονάρχου παῖς, τὸν τρισυπόστατον τῶν οὐρανῶν ὄροφον ἐτεκτόνησε πανσόφοις τέχναις, τὴν τρικάτοικον ταύτην στεγότιδα λόγῳ πήξας.

Ἔμειναν οὖν τὰ ἀγάλματα φιλονεικοῦντα περὶ Ἥρας καὶ Πηγῆς καὶ ὁμοφώνως εἶπον· Πληρουμένης τῆς ἡμέρας τὸ σαφὲς ἅπαντες καὶ ἅπασαι γνωσόμεθα. Νῦν οὖν παράμεινον, δέσποτα, τὸ λοιπὸν τῆς ἡμέρας. Ὅλως γὰρ ἕξει τὸ πρᾶγμα τελείαν δήλωσιν· τὸ γὰρ ἀνακύψαν οὐκ ἔστιν ὡς τὸ τυχόν. Μείναντος δὲ ἐκεῖ τοῦ βασιλέως καὶ θεωροῦντος τὰ ἀγάλματα αὐτομάτως ἤρξαντο αἱ κινυρίστριαι κρούειν τὰς κινύρας καὶ αἱ μοῦσαι ᾄδειν καί, ὅσα ἔνδον, τετράποδα καὶ πετεινὰ ἀργυρόχρυσα ἕκαστον τὴν ἰδίαν ἀποτελεῖν φωνήν. Τοῦ δὲ βασιλέως φρικιάσαντος καὶ ὅλου φόβου πλησθέντος ἤμελλεν ἀναχωρεῖν· οὐκ ἔφερε γὰρ τοῦ αὐτοματισμοῦ τὸν τάραχον. Λέγει δὲ αὐτῷ ὁ ἱερεὺς Προύππιπος· Ἀνάμεινον, βασιλεῦ· πάρεστι γὰρ τελεία ἀποκάλυψις, ἣν θεὸς θεῶν σαφηνίσαι ἡμῖν ᾑρετίσατο.

Τούτων δὲ οὕτως λεχθέντων διήνοικτο ὁ ὄροφος τοῦ ναοῦ καὶ κατῆλθεν ἀστὴρ λαμπρὸς καὶ ἔστη ἐπάνω τῆς στήλης τῆς Πηγῆς, καὶ φωνὴ ἠκούσθη τοιαύτη· Δέσποινα Πηγή, ὁ Μέγας Ἥλιος ἀπέστειλέ με μηνῦσαί σοι ἅμα καὶ διακονῆσαί σοι τὰ πρὸς τόκον, ἀμίαντον γάμον ποιούμενος πρὸς σέ, μήτηρ τοῦ πρώτου πάντων τῶν ταγμάτων γινομένη, νύμφη τριώνυμος μονοκρατορίας οὖσα· καλεῖται δὲ τὸ ἄσπορον βρέφος Ἀρχὴ καὶ Τέλος, ἀρχὴ μὲν σωτηρίας, τέλος δὲ ἀπωλείας.

Καὶ ταύτης τῆς φωνῆς δοθείσης ἅπαντα τὰ ἀγάλματα ἔπεσον ἐπὶ πρόσωπον καὶ συνετρίβησαν μόνης τῆς Πηγῆς ἱσταμένης, ἐν ᾗ κηρύττει παγὲν διάδημα βασιλικὸν ἔχον ἐπάνω αὐτοῦ ἐξ ἄνθρακος καὶ σμαράγδου λιθοκόλλητον ἀστέρα, ὑπεράνω δὲ αὐτῆς ἵστατο ἀστήρ.

Ταχὺ δὲ προστάττει ὁ βασιλεὺς ἐνεχθῆναι πάντας τοὺς σοφοὺς σημειολύτας, ὅσοι ἦσαν ὑπὸ τὴν βασιλείαν αὐτοῦ. Τῶν δὲ κηρύκων ταῖς σάλπιγξιν ἐπισπευδόντων παρεγένοντο ἅπαντες ἐν τῷ ἱερῷ. Ὡς δὲ εἶδον τὸν ἀστέρα ἐπάνω τῆς Πηγῆς καὶ τὸ διάδημα τὸ ἀστεροτόλιθον τά τε εἴδωλα ἐπ’ ἐδάφους συντριβέντα, εἶπον· Βασιλεῦ, ῥίζα ἔνθεος καὶ βασιλικὴ ἀνέτειλεν οὐρανίου καὶ ἐπιγείου βασιλέως χαρακτῆρα φέρουσα· ἡ γὰρ Πηγὴ Καρίας τῆς Βηθλεεμίτιδός ἐστι θυγάτηρ, τὸ δὲ διάδημα βασιλικὸς τύπος, ὁ δὲ ἀστὴρ οὐράνιόν ἐστι μήνυμα ἐπὶ γῆς τερατευόμενον· ἐξ Ἰούδα ἀνέστη βασιλεία, ἥτις πάντα ἐξαρεῖ τὰ τῶν Ἰουδαίων μνημόσυνα. Τὸ δὲ τοὺς θεοὺς ἐδαφισθῆναι, τέλος τῆς τιμῆς αὐτῶν ἔφθασεν. Ὁ γὰρ ἐλθὼν πρεσβυτέρας ἀξίας ὢν πῶς τοὺς νεάζοντας ἐν αὐτῇ ἐάσει; Νῦν οὖν, βασιλεῦ, πέμψον εἰς Ἱεροσόλυμα· εὑρήσεις γὰρ τὸν υἱὸν τοῦ παντάνακτος σωματικῶς σωματικαῖς ἀγκάλαις γυναικείαις φερόμενον.