Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν γέννησιν τοῦ Σωτῆρος

Ἰωάννης ὁ Δαμασκηνός

Η άφιξη, η προσκύνηση και η αναχώρηση των μάγων

Η άφιξη των μάγων στα Ιεροσόλυμα, η ταραχή του Ηρώδη, η προσκύνηση και η προσφορά των δώρων στο Βρέφος στη Βηθλεέμ και η μυστική αναχώρησή τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 7

Ἔμεινε δὲ ὁ ἀστὴρ ἐπάνω τῆς Πηγῆς τῆς καλουμένης Οὐρανίας, ἄχρις οὗ ἐξῆλθον οἱ μάγοι, καὶ μετ’ ἐκείνων ἐπορεύθη. Ὁ οὖν βασιλεὺς Περσῶν μηδὲν μελήσας μηδ’ ὅλως ἀναμείνας προσκαλεσάμενος τοὺς ὑπὸ χεῖρα αὐτοῦ βασιλεῖς μάγους ἔπεμψε μετὰ δώρων εἰς προσκύνησιν τοῦ τεχθέντος βασιλέως ἐθνῶν ἀπαρχὴν εἰσαγομένους. Οἱ δὲ τὴν ὁδοιπορίαν ποιούμενοι χρόνον μετρητῶν ἡμερῶν τὰ Ἱεροσόλυμα ἔφθασαν καὶ ἠρώτων λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;

Εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ἀκούσας δὲ ταῦτα Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ· καὶ προσκαλεσάμενος τοὺς ἱερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ’ αὐτῶν, ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον αὐτῷ· Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου· Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Τότε Ἡρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος. Οἱ δὲ εἶπον αὐτῷ, ὅτι χρόνον ἡμερῶν ἔχομεν σήμερον τὸν ἀστέρα θεωροῦντες καί, ἄχρις οὗ τὴν ὁδοιπορίαν ποιούμεθα, ἕως τῶν ὧδε ὑπ’ αὐτοῦ ὁδηγούμενοι. Ἐζήτει γὰρ Ἡρῴδης τὸν καιρὸν μαθεῖν τῆς γεννήσεως τοῦ Χριστοῦ οὐχ ὡς τιμῆσαι θέλων, ἀλλ’ ἀνελεῖν τοῦτον βουλόμενος.

Καὶ ἐζήτουν οἱ Ἰουδαῖοι παρὰ τῶν μάγων τὸ ἐσόμενον καὶ δι’ ὃ παρεγένοντο. Καὶ εἶπον οἱ μάγοι· Ὃν λέγετε Μεσσίαν, ἐτέχθη. Οἱ δὲ Ἰουδαῖοι ἐθορυβήθησαν καὶ ἀντιστῆναι αὐτοῖς οὐκ ἐτόλμων. Λέγουσι δὲ πρὸς αὐτούς· Τὴν οὐράνιον Δίκην, εἴπατε ἡμῖν· Τί ἔγνωτε; Οἱ δὲ εἶπον αὐτοῖς· Ἀπιστίαν νοσεῖτε καὶ οὔτε μεθ’ ὅρκου οὔτε χωρὶς ὅρκου πιστεύετε· ὁ γὰρ Χριστός, ὁ τοῦ ὑψίστου παῖς, ἐγεννήθη καταλύων ὑμῶν τὸν νόμον καὶ τὰς συναγωγάς. Οἱ δὲ καθ’ ἑαυτοὺς βουλευσάμενοι παρεκάλεσαν αὐτοὺς δεξαμένους δῶρα τὸ τοιοῦτον σιωπῆσαι ἐκ τῆς χώρας αὐτῶν, ἵνα ἀποστασία μὴ γένηται ἐν αὐτοῖς. Οἱ δὲ εἶπον· Ἡμεῖς πρὸς τιμὴν αὐτοῦ δῶρα ἠνέγκαμεν πρὸς τὸ κηρύξαι, ἃ γέγονεν ἐν τῇ χώρᾳ ἡμῶν μεγάλα ἐν τῷ γεννᾶσθαι αὐτόν, καὶ λέγετε λαβόντας ἡμᾶς δῶρα τὰ ὑπὸ οὐρανίου θεότητος δημοσιευθέντα κρύψαι καὶ τὰ τοῦ ἰδίου βασιλέως ἐντάλματα παριδεῖν; Οἱ δὲ φοβηθέντες καὶ πάμπολλα παρακαλέσαντες αὐτοὺς ἀπέλυσαν. Οἱ δὲ ἐξελθόντες τὰ Ἱεροσόλυμα ἦλθον, ἔνθα ἀπεστάλησαν, τοῦ ἀστέρος αὐτοῖς δεικνύοντος τὸ δεσποτικὸν βρέφος.

Καὶ εἶδον τὴν γεννήσασαν καὶ τὸν γεννηθέντα· ἀνοίξαντες δὲ τοὺς θησαυροὺς αὐτῶν, κλιθέντες πρὸς γῆν ἤνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, χρυσὸν ὡς βασιλεῖ, λίβανον ὡς θεῷ, σμύρναν ὡς θνητῷ. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ τοῦ προφήτου· Βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσοίσουσι· βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι· καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.

Εἶπον δὲ οἱ μάγοι τῇ παρθένῳ· Τίς καλῇ, περίφημε μῆτερ; Ἡ δὲ λέγει· Μαρία. Οἱ δέ· Πόθεν ὁρμωμένη; Ἐκ ταύτης, φησί, τῆς Βηθλεεμίτιδος χώρας. Οὐκ ἔσχες οὖν ἄνδρα τινά; Ἥ φησι· Μεμνήστευμαι μόνον, προγαμιαῖον γενόμενον συμβόλαιον. Οἱ δὲ μάγοι πρὸς αὐτήν· Μῆτερ μητέρων, πάντες οἱ θεοὶ τῶν Περσῶν ἐμακάρισάν σε. Τὸ καύχημά σου μέγα· ὑπερῆρας γὰρ πάσας τὰς ἐνδόξους γυναῖκας, πασῶν βασιλίδων βασιλικωτέρα ἐφάνης.

Τὸ δὲ παιδίον ἐπὶ γῆς ἐκάθητο δεύτερον ἐναρξάμενον ἔτος, μερικὸν τῆς τεκούσης χαρακτῆρα ἔχον· ἦν γὰρ αὐτὴ μικρὸν τῷ μήκει ἀνανεύουσα, τὸ δὲ σῶμα τρυφερόν, σιτοχροοῦσά πως, τρίχωμά τε κάλλιστον, τὴν κεφαλὴν δεδεμένη. Ἔχοντες δὲ μεθ’ ἑαυτῶν παῖδα ζωγράφον ἀμφοτέρων τὴν ὁμοίωσιν τῇ χώρᾳ ἀπήγαγον καὶ ἐν τῷ ἱερῷ αὐτῶν ἔστησαν προσκυνεῖσθαι ὑπὸ πάντων γράψαντες οὕτως ἐν χρυσοῖς πετάλοις· Ἐν τῷ διοπετεῖ ἱερῷ Διὶ Ἡλίῳ, θεῷ μεγάλῳ βασιλεῖ Ἰησοῦ, τὸ Περσικὸν κράτος ἀνέθηκεν.

Ἄραντες δὲ οἱ μάγοι τὸ παιδίον Ἰησοῦν ἐπ’ ἀγκάλαις αὐτῶν εἷς ἕκαστος καὶ προσκυνήσαντες αὐτῷ εἶπον· Σοὶ τὰ σὰ φιλοτιμοῦμεν, οὐρανοδύναμε Ἰησοῦ. Οὐ καλῶς ἐδιοικοῦντο τὰ ἀδιοίκητα, εἰ μὴ παρῇς. Οὐχ ἑτέρως ἐμίσγετο τὰ ἄνω τοῖς κάτω, εἰ μὴ αὐτὸς κατέβης· ἔπρεπε γὰρ τοῦτο τῇ σοφῇ σου μεθόδῳ, τοὺς ἀντάρτας τοιούτῳ ἐν σώματι μεθοδεῦσαι τῇ σῇ γεννήσει. Τὸ δὲ παιδίον ἐγέλα καὶ ἐσκίρτα τῇ κολακείᾳ τῶν μάγων. Εἶτα συνταξάμενοι τῇ μητρὶ καὶ αὐτὴ αὐτοὺς τιμήσασα καὶ οὗτοι ταύτην δοξάσαντες, ὡς ἤδη ἦλθον ἐν ᾧ τόπῳ κατέλυον.

Διηγοῦντο πρὸς ἀλλήλους τὰ περὶ τοῦ παιδίου καὶ πῶς ἆρα ἐφαίνετο αὐτοῖς. Ὁ οὖν πρῶτος αὐτῶν εἶπεν· Ἐγὼ νήπιον αὐτὸν ἐθεώρουν, ὁ δεύτερος· Ἐγώ, φησίν, νεώτερον τριακονταετῆ εἶδον, ὁ δὲ τρίτος· Ἐγὼ γέροντα πεπαλαιωμένον αὐτὸν ἔβλεπον. Θαυμαζόντων δὲ αὐτῶν τὴν ἐναλλαγὴν τῆς θέας τοῦ βρέφους, ἑσπέρας καταλαβούσης ἐπέστη αὐτοῖς ἄγγελος ἐξαστράπτων, φοβερὸς τῇ ὁράσει, λέγων αὐτοῖς· Τὸ τάχος ἐξέλθετε τῶν ὧδε, μή τινα ἐπιβουλὴν ὑποστῆτε. Ἐκεῖνοι δὲ μετὰ δειλίας εἶπον· Καὶ τίς ὁ ἐπιβουλεύων τηλικαύτης πρεσβείας, θεῖε στρατηγέ; Ὁ δὲ εἶπεν· Ἡρῴδης. Ταῦτα ἀκούσαντες οἱ μάγοι χρηματισθέντες ὑπὸ τοῦ ἀγγέλου, εὐσθενεῖς ἵππους ἐπιβάντες δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.