Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος α'
Παλαιοδιαθηκικές και προφητικές προτυπώσεις
Παράθεση και ερμηνεία των βιβλικών και προφητικών συμβόλων που προεικονίζουν το υπερφυές μυστήριο της Θεοτόκου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Παλαιοδιαθηκικές και προφητικές προτυπώσεις
Παράθεση και ερμηνεία των βιβλικών και προφητικών συμβόλων που προεικονίζουν το υπερφυές μυστήριο της Θεοτόκου.
Σὲ κιβωτὸς προεικόνισε δευτέρου κόσμου σπέρμα φυλάττουσα· σὺ γὰρ τὴν τοῦ κόσμου σωτηρίαν Χριστὸν ἀπεκύησας, τὸν τὴν ἁμαρτίαν μὲν κατακλύσαντα, τὰ δὲ ταύτης κατευνάσαντα κύματα. Σὲ βάτος προέγραψε, πλάκες θεόγραφοι προεχάραξαν, νόμου κιβωτὸς προϊστόρησε, στάμνος χρυσῆ καὶ λυχνία καὶ τράπεζα καὶ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα ἐμφανῶς προετύπωσαν. Ἐκ σοῦ γὰρ ἡ φλὸξ τῆς θεότητος, ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος, τὸ γλυκύτατον καὶ οὐράνιον μάννα, τὸ ὄνομα τὸ ἀνώνυμον τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ φῶς τὸ ἀίδιον καὶ ἀπρόσιτον, ὁ ἄρτος τῆς ζωῆς ὁ οὐράνιος, ὁ ἀγεώργητος καρπὸς σωματικῶς ἀνεβλάστησεν. Οὔ σε δὲ προεμήνυσε κάμινος πῦρ δροσίζον ἅμα καὶ φλέγον δεικνύουσα καὶ τοῦ θείου πυρὸς ἀντίτυπον τοῦ ἐν σοὶ κατοικήσαντος;
Ἡ δὲ σκηνὴ Ἀβραάμ σε προδηλοῖ προφανέστατα. Τῷ γὰρ θεῷ λόγῳ ἐν τῇ γαστρί σου σκηνώσαντι ἡ ἀνθρωπεία φύσις τὸν ἐγκρυφίαν ἄρτον, τὴν ἑαυτῆς ἀπαρχὴν ἐκ τῶν σῶν ἁγνῶν αἱμάτων προσήγαγεν ὀπτωμένην πως καὶ ἀρτοποιουμένην ὑπὸ τοῦ θείου πυρὸς καὶ ἐν τῇ θείᾳ αὐτοῦ ὑποστάσει ὑφισταμένην καὶ εἰς ἀληθῆ ὕπαρξιν ἐρχομένην σώματος ἐψυχωμένου ψυχῇ λογικῇ τε καὶ νοερᾷ.
Μικροῦ με τοῦ Ἰακὼβ ἡ κλῖμαξ διέφυγε. Τί γάρ; Οὐ παντὶ δῆλον, ὅτι σου προγραφὴ καὶ τύπος γνωρίζεται; Ὃν γὰρ τρόπον ἐκεῖνος τεθέαται διὰ τῶν ἄκρων τῆς κλίμακος οὐρανὸν τῇ γῇ συναπτόμενον καὶ διὰ ταύτης ἀγγέλους κατιόντας καὶ ἀνιόντας καὶ τὸν ὄντως ἰσχυρὸν καὶ ἀήττητον τυπικῶς αὐτῷ προσπαλαίοντα, οὕτως καὶ σὺ μεσιτεύσασα καὶ κλῖμαξ γεγονυῖα τῆς πρὸς ἡμᾶς τοῦ θεοῦ καταβάσεως τοῦ τὸ ἀσθενὲς ἡμῶν ἀναλαβόντος φύραμα καὶ ἑαυτῷ συμπλέξαντος καὶ ἑνώσαντος καὶ νοῦν ὁρῶντα θεὸν δεδρακότος τὸν ἄνθρωπον τὰ διεστῶτα συνήγαγες. Ὅθεν ἄγγελοι μὲν πρὸς αὐτὸν κατῄεσαν ὡς δεσπότῃ καὶ θεῷ λειτουργήσαντες, ἄνθρωποι δὲ ἀγγελικῇ πολιτείᾳ χρησάμενοι πρὸς οὐρανὸν ἀναρπάζονται.
Ποῦ δὲ θήσομεν τῶν προφητῶν τὰ κηρύγματα; Οὐκ ἐπὶ σέ, εἴπερ ἀληθῆ ταῦτα δεικνύναι θελήσαιμεν; Τίς γὰρ ὁ Δαυϊτικὸς πόκος, ἐφ’ ὃν ὁ τοῦ βασιλέως τῶν ἁπάντων, θεοῦ υἱὸς ὁ συνάναρχος καὶ συμβασιλεύων τῷ οἰκείῳ γεννήτορι, ὡς ὑετὸς καταβέβηκεν; Οὐχὶ σὺ τηλαυγέστατα; Τίς δὲ ἡ παρθένος, ἣν Ἡσαΐας προβλεπτικῶς προηγόρευσεν, ἐν γαστρὶ ἕξειν καὶ τέξεσθαι υἱὸν τὸν μεθ’ ἡμῶν ὄντα θεόν, τουτέστι μετὰ τοῦ γενέσθαι ἄνθρωπον καὶ θεὸν διαμείναντα; Τί δὲ τὸ ὄρος τοῦ Δανιήλ, ἐξ οὗπερ ὁ ἀκρογωνιαῖος ἐτμήθη λίθος Χριστὸς οὐχ ὑποστὰς ἀνδρὸς ἐγχειρίδιον; Οὐ σὺ ἡ ἀσπόρως κύουσα καὶ πάλιν παρθένος μένουσα; Ἐλθέτω Ἰεζεκιὴλ ὁ θειότατος καὶ δεικνύτω κεκλεισμένην πύλην διωδευμένην ὑπὸ κυρίου καὶ οὐκ ἀνοιγομένην καθὰ προφητικῶς προεκήρυξε, δεικνύτω τῶν λεγομένων τὴν ἔκβασιν. Σὲ δείξει πάντως, ἣν διελθὼν ὁ ἐπὶ πάντων θεὸς καὶ σάρκα λαβὼν τὴν τῆς παρθενίας οὐκ ἀνέῳξε πύλην· μένει γὰρ ἡ σφραγὶς ὄντως διαιωνίζουσα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.