Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος α'

Ἰωάννης ὁ Δαμασκηνός

Ο ιερός τάφος, η απόδοση τιμής και ο επίλογος

Η χάρη του ιερού μνήματος, η ολοκληρωτική αφιέρωση των πιστών στη Θεοτόκο, η ικεσία για προστασία και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 6

Ὢ ἱεροῦ καὶ θαυμαστοῦ καὶ σεβασμίου καὶ προσκυνητοῦ μνήματος, ὃ καὶ νῦν περιέπουσιν ἄγγελοι αἰδοῖ καὶ φόβῳ πολλῷ παριστάμενοι, φρίττουσι δαίμονες, πίστει προστρέχουσιν ἄνθρωποι τιμῶντες, προσκυνοῦντες, ὀφθαλμοῖς καὶ χείλεσι καὶ πόθῳ ψυχῆς ἀσπαζόμενοι καὶ ἀφθονίαν ἀγαθῶν ἀρυόμενοι.

Ὥσπερ γάρ, εἴ τις μύρον πολυτελὲς ἱματίοις ἢ τόπῳ τινὶ ἐναπόθοιτο, εἶτα πάλιν ἀφέλοιτο, ἐναπομένει τῆς εὐωδίας τὰ λείψανα καὶ μετὰ τὴν τοῦ μύρου ἀφαίρεσιν, οὕτω καὶ νῦν τὸ θεῖόν σου σῶμα καὶ ἱερὸν καὶ πανάμωμον καὶ τῆς θείας εὐωδίας ἀνάπλεον, ἡ ἄφθονος κρήνη τῆς χάριτος, ἐν τῷ τάφῳ τεθέν, εἶτα πάλιν ἀναρπασθὲν πρὸς κρείττονα χῶρον καὶ ὑψηλότερον, οὐκ ἀφῆκε τὸν τάφον ἀγέραστον, ἀλλὰ μεταδίδωσι μὲν τῆς θείας εὐωδίας καὶ χάριτος, πηγὴν δὲ τῶν ἰαμάτων καὶ πάντων τῶν ἀγαθῶν τοῖς πίστει προσιοῦσι τὸ μνῆμα κατέλιπε.

Σοὶ καὶ ἡμεῖς προσκαθήμεθα σήμερον, ὦ δέσποινα, δέσποινα, καὶ πάλιν ἐρῶ, δέσποινα, θεοτόκε ἀπειρόγαμε, τὰς ἑαυτῶν ψυχὰς τῆς σῆς ἐλπίδος ἀφάψαντες ὥσπερ ἔκ τινος ἰσχυροτάτης καὶ ἀρραγεστάτης ἀγκύρας, νοῦν, ψυχήν, σῶμα, ὅλους ἑαυτούς σοι ἀναθέμενοι, ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς γεραίροντες, ὅσον ἐφικτόν· τὸ γὰρ πρὸς ἀξίαν ἀνέφικτον. Εἰ γάρ, ὡς λόγος ἱερὸς ἡμᾶς ἐξεπαίδευσεν, ἡ περὶ τοὺς ὁμοδούλους τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν δεσπότην εὐνοίας, ἡ περὶ σὲ τὴν τεκοῦσαν τὸν δεσπότην σπουδὴ πῶς παρορατέα;

Πῶς δὲ οὐ περισπούδαστος; Πῶς δὲ οὐκ αὐτῆς τῆς ἀναγκαίας προτιμωμένη πνοῆς καὶ τῆς ζωῆς πρόκριτος; Οὕτω γὰρ ἂν μᾶλλον τὴν πρὸς τὸν οἰκεῖον δεσπότην παραστήσαιμεν εὔνοιαν. Τί δὲ πρὸς τὸν δεσπότην φημί; Αὔταρκες γὰρ ὄντως τοῖς εὐλαβῶς μεμνημένοις σου τῆς σῆς μνήμης τὸ τιμαλφέστατον δώρημα· χαρᾶς γὰρ ἀναφαιρέτου ὑπόθεσις γίνεται. Ποίας γὰρ οὐκ ἐμπίμπλαται εὐφροσύνης, ποίων ἀγαθῶν ὁ ταμιεῖον τῆς παναγίας σου μνήμης τὴν ἑαυτοῦ ποιήσας διάνοιαν Οὗτός σοι παρ’ ἡμῶν χαριστήριος τῶν ἡμετέρων λόγων ἡ ἀπαρχή, τῆς πτωχῆς ἡμῶν διανοίας τὸ ἀκροθίνιον τῷ περὶ σὲ κινηθείσης πόθῳ καὶ τὴν οἰκείαν ἐκλελησμένης ἀσθένειαν. Ἀλλ’ εὐμενῶς δέχοιο τὸν πόθον εἰδυῖα τὴν δύναμιν ὑπερβάλλοντα. Σὺ δὲ ἐποπτεύοις ἡμᾶς, ἀγαθὴ δέσποινα, ἀγαθοῦ δεσπότου λοχεύτρια, ἄγοις τε καὶ φέροις τὰ καθ’ ἡμᾶς, ὅπου βούλοιο, καὶ τὰς ὁρμὰς τῶν αἰσχίστων ἡμῶν παθῶν στήσειας καὶ τὸν σάλον παύσειας καὶ πρὸς τὸν τοῦ θείου θελήματος ἀχείμαστον λιμένα καθοδηγήσειας καὶ τῆς μελλούσης καταξιώσειας μακαριότητος τῆς γλυκείας καὶ αὐτοπροσώπου ἐλλάμψεως τοῦ ἐκ σοῦ σαρκωθέντος θεοῦ λόγου. Μεθ’ οὗ τῷ πατρὶ δόξα, τιμὴ καὶ μεγαλοπρέπεια σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.