Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος γ'

Ἰωάννης ὁ Δαμασκηνός

Η σύναξη των αποστόλων, η ιερή κηδεία και η ουράνια υποδοχή

Η θαυμαστή συγκέντρωση των αποστόλων στη Σιών, η παράδοση του θεοδόχου σώματος και η καθολική πρόσκληση προς την κτίση για συμμετοχή στις τιμές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 5

Χαίροις, Σιών, τὸ θεῖον ὄρος τὸ ἅγιον, ἐν ᾧ κατῴκει τὸ θεῖον ὄρος τὸ ἔμψυχον· ἡ νέα Βαιθήλ, ἐν ᾗ στήλη ἤλειπται, ἀνθρωπίνη φύσις χριομένη θεότητι· ἐκ σοῦ πρὸς τὸ οὐράνιον ὕψος μετεώρισται, ὡς ἐξ ἐλαιῶν ὁ ταύτης υἱός. Ἑτοιμαζέσθω νεφέλη παγκόσμιός τε καὶ ὑπερκόσμιος, καὶ ἀνέμων πτέρυγες ἐκ τῶν περάτων τῆς γῆς πρὸς Σιὼν τοὺς ἀποστόλους διαβιβάζουσαι. Τίνες οἵδε ὡσεὶ νεφέλαι καὶ ἀετοὶ πέτανται πρὸς τὸ πτῶμα τὸ τῆς πάντων ἀναστάσεως αἴτιον τῇ μητρὶ τοῦ θεοῦ λειτουργήσοντες;

Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ὅλη καλή, ἐκλάμπουσα ὡς ὁ ἥλιος; Ἀιδέτωσαν αἱ κιθάραι τοῦ πνεύματος, ἀποστολικαὶ γλῶσσαι. Ἀλαλαζέτωσαν κύμβαλα, αἱ τῶν θεολόγων ἀκρότητες, τὸ σκεῦος τῆς ἐκλογῆς Ἱερόθεος ὁ τῷ θείῳ καθιερωμένος πνεύματι, ὁ τῇ θείᾳ ἑνώσει τὰ θεῖα μαθὼν καὶ παθών, ὅλος ἐξιστάσθω τοῦ σώματος· ὅλος συνεκδημείτω τῇ προαιρέσει καὶ κροτείτω τοῖς ἐφυμνίοις. Πάντα τὰ ἔθνη χεῖρας κροτείτωσαν, πάντες τὴν θεοτόκον ὑμνείτωσαν. Ἄγγελοι θνητῷ λειτουργείτωσαν σώματι. Θυγατέρες Ἱερουσαλήμ, ὀπίσω τῆς βασιλίδος ἀκολουθήσατε, καὶ ὡς πλησίον αὐτῆς παρθένοι νεανιευόμεναι πνεύματι πρὸς τὸν νυμφίον συναπενέχθητε ἐκ δεξιῶν τοῦ δεσπότου παραστησόμεναι.

Κάτιθι, κάτιθι, δέσποτα, τῇ μητρὶ κατὰ χρέος ἀποτινὺς τὰ ὀφειλόμενα θρέπτρα. Θείας ἀναπέτασον χεῖρας· δέξαι ψυχὴν μητρικήν, ὁ πατρικαῖς χερσὶ τὸ πνεῦμα ἐπὶ σταυροῦ παραθέμενος, φώνησον πρὸς αὐτὴν ἡδύ τι ψιθύρισμα. Ἐλθέ, ἡ καλή, ἡ πλησίον μου, ἡ τῷ κάλλει τῆς παρθενίας ὑπὲρ ἥλιον μαρμαρύσσουσα. Μετέδωκάς μοι τῶν σῶν· δεῦρο, τῶν ἐμῶν συναπόλαυσον. Δεῦρο, μῆτερ, πρὸς τὸν υἱόν. Δεῦρο, συμβασίλευσον τῷ ἐκ σοῦ σοι πτωχεύσαντι. Ἄπιθι, δέσποινα, ἄπιθι, οὐ Μωσαϊκῶς ἀνάβα, καὶ τελεύτα. Τελεύτα δὲ μᾶλλον καὶ οὕτως ἀνάβαινε.

Ψυχὴν παράθου ταῖς τοῦ υἱοῦ σου χερσίν. Ἀπόδος τὸ τοῦ χοὸς τῷ χοΐ, ὡς ὅτι καὶ τοῦτο συνεπαρθήσεται. Ἄρατε, ὁ τοῦ θεοῦ λαός, τοὺς ὀφθαλμοὺς ὑμῶν, ἄρατε. Ἰδοὺ ἐν Σιὼν ἡ κιβωτὸς κυρίου θεοῦ τῶν δυνάμεων καὶ ταύτῃ σωματικῶς μὲν ἀπόστολοι παρειστήκεισαν τὸ ζωαρχικὸν καὶ θεοδόχον σῶμα κηδεύσοντες, ἀύλως δὲ καὶ ἀοράτως περιέπουσιν ἄγγελοι φόβῳ τῇ μητρὶ τοῦ σφῶν δεσπότου δουλοπρεπῶς παριστάμενοι. Αὐτὸς ὁ κύριος πάρεστιν ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν καὶ περιέπων τὸ πᾶν, οὗ τόπος οὐδείς· ἐν αὐτῷ γὰρ τὰ πάντα ὡς ποιητικῷ καὶ συνεκτικῷ αἰτίῳ. Ἰδοὺ ἡ παρθένος, ἡ θυγάτηρ Ἀδὰμ καὶ μήτηρ θεοῦ, δι’ Ἀδὰμ τὸ σῶμα παραπέμπει τῇ γῇ, τὴν δὲ ψυχὴν οὐρανίοις σκηναῖς διὰ τὸν υἱὸν ἀναδίδωσιν.

Ἁγιαζέσθω τὸ ἄστυ τὸ ἅγιον καὶ ἐπ’ εὐλογίαις καρπούσθω εὐλογίαν αἰώνιον. Τῇ διαβάσει τοῦ θείου σκηνώματος προπορευέσθωσαν ἄγγελοι καὶ τὸν τάφον εὐτρεπιζέτωσαν. Κοσμείτω τοῦτον ἡ αἴγλη τοῦ πνεύματος. Ἑτοιμαζέσθω μύρα καὶ τῷ παναμώμῳ καὶ πανευώδει μυριζέσθωσαν σώματι. Παρήτω νᾶμα εἰλικρινὲς καὶ ἀρυέσθω τὴν εὐλογίαν ἐκ τῆς ἀκηράτου τῆς εὐλογίας πηγῆς. Ἀγαλλιάσθω ἡ γῆ τῇ καταθέσει τοῦ σώματος. Ἀὴρ σκιρτάτω τῇ ἀναβάσει τοῦ πνεύματος. Πνείτωσαν αὖραι δροσώδεις καὶ χάριτος ἔμπλεοι. Πᾶσα ἡ κτίσις πανηγυριζέτω τὴν τῆς θεομήτορος ἄνοδον. Χοροὶ νέων ἀλαλαζέτωσαν. Ῥείτωσαν ῥητόρων γλῶσσαι τοῖς ἐφυμνίοις. Καρδίαι σοφῶν τὸ θαῦμα φιλοσοφείτωσαν.

Πρεσβῦται τῇ πολιᾷ τὸ αἰδέσιμον ἔχοντες ἀτρέμα τὰς θεωρίας καρποφορείτωσαν. Πᾶσα ἡ κτίσις συνεισενεγκάτω τὸν ἔρανον. Οὐδ’ οὕτω γὰρ ἂν πολλοστοῦ μέρους τῆς ἀξίας ἐφίκοιντο. Δεῦτε, πάντες νοερῶς ἐκδημούσῃ συνεκδημήσωμεν. Δεῦτε, πάντες καρδίας πόθῳ πρὸς τὸν τάφον κατιούσῃ συγκαταβῶμεν. Περιστοιχίσωμεν τὸν ἱερώτατον κράββατον. Ὕμνους ἱεροὺς ᾄσωμεν, ὧδέ πη μελῳδοῦντες·