Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος γ'

Ἰωάννης ὁ Δαμασκηνός

Εγκωμιαστικοί χαιρετισμοί και νοερή προσκύνηση του τάφου

Ύμνοι και χαιρετισμοί που εξαίρουν το πρόσωπο της Θεοτόκου στο σχέδιο της θείας οικονομίας, συνοδευόμενοι από πνευματική προτροπή για θεωρία της αναλήψεώς της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 5

Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. Χαίροις, ἡ προωρισμένη μήτηρ θεοῦ. Χαίροις, ἡ ἐκλελεγμένη τῇ πρὸ αἰώνων βουλῇ τοῦ θεοῦ, γῆς θειότατον βλάστημα, πυρὸς θείου κατοικητήριον, πνεύματος ἁγίου ἱερώτατον ἄγαλμα, ὕδατος ζῶντος πηγή, παράδεισος τοῦ τῆς ζωῆς ξύλου, θείου βότρυος κλῆμα ἔμψυχον νέκταρ καὶ ἀμβροσίαν πηγάζοντος, ποταμὸς πλήρης τῶν ἀρωμάτων τοῦ πνεύματος, ἄρουρα τοῦ θείου ἀστάχυος, ῥόδον τῇ παρθενίᾳ φανώτατον καὶ πνέον τῇ εὐωδίᾳ τῆς χάριτος, κρίνον τοῦ βασιλικοῦ ἀμφιάσματος, ἀμνὰς ἡ τεκοῦσα τὸν ἀμνὸν τοῦ θεοῦ τὸν αἴροντα τοῦ κόσμου τὴν ἁμαρτίαν, τῆς σωτηρίας ἡμῶν τὸ ἐργαστήριον, ἀγγελικῶν ὑπερτέρα δυνάμεων, δούλη καὶ μήτηρ θεοῦ.

Δεῦτε, τὸν τάφον περιστοιχίσωμεν τὸν ἀκήρατον καὶ θείας ἀρυσώμεθα χάριτας. Δεῦτε, ψυχικαῖς ἀγκάλαις τὸ ἀειπάρθενον σῶμα βαστάσωμεν καὶ συνεισέλθωμεν ἔνδον τοῦ μνήματος καὶ συννεκρωθῶμεν, τοῖς μὲν τοῦ σώματος ἀπογενόμενοι πάθεσιν, συζῶντες δὲ ζωὴν ἀπαθῆ καὶ ἀκήρατον. Ἀκουτισθῶμεν τοὺς θείους ὕμνους ἐξ ἀύλων τῶν ἀγγελικῶν χειλέων προϊεμένους. Εἰσέλθωμεν προσκυνήσοντες καὶ γνῶμεν τοῦ μυστηρίου τὸ ξένον, ὡς ἦρται, ὡς μετεώρισται, ὡς πρὸς οὐρανὸν ἀνείληπται, ὡς τῷ υἱῷ πασῶν ὕπερθεν τῶν ἀγγελικῶν παρίσταται τάξεων· οὐδὲν γὰρ μέσον μητρὸς καὶ υἱοῦ.