Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος γ'

Ἰωάννης ὁ Δαμασκηνός

Προοίμιο και σκοπός του τρίτου εγκωμιαστικού λόγου

Ο συγγραφέας αιτιολογεί τη σύνταξη του τρίτου λόγου και αναδεικνύει την πνευματική ωφέλεια από την υμνολογία της Θεοτόκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 5

Ἰωάννου, τοῦ Δαμασκηνοῦ μοναχοῦ καὶ πρεσβυτέρου, λόγος εἰς τὴν κοίμησιν τῆς δεσποίνης ἡμῶν θεοτόκου Ἔθος ἐστὶ τοῖς ἐρωτικῶς πρός τι διακειμένοις ἐπὶ γλώσσης ἀεὶ τοῦτο φέρειν καὶ τῷ νῷ νύκτωρ τε καὶ μεθ’ ἡμέραν φαντάζεσθαι. Μή μέ τις οὖν εὐθυνέτω, εἰ τρίτον ἐπὶ τοῖς προλαβοῦσι δυσὶ τὸ παρὸν ἐποιησάμην ἐφύμνιον τῇ μητρὶ τοῦ θεοῦ μου ὥσπερ δῶρον ἐξόδιον· οὐ γὰρ αὐτῇ χαριζόμενος, ἀλλ’ ἐμαυτῷ καὶ τοῖς παροῦσιν ὑμῖν, ὦ θεῖν καὶ ἱερὸν σύστημα, ὄψον ψυχωφελὲς καὶ σωτήριον προτιθεὶς τῇ ἱερᾷ ταύτῃ νυκτὶ κατάλληλον καὶ πνευματικὴν θυμηδίαν ἐμπορευόμενος. Σπάνις γὰρ ἡμᾶς, ὡς ὁρᾶτε, κατειλήφει τῶν ἐδωδίμων. Διὸ δὴ σχεδιάζω τὴν πανδαισίαν, εἰ καὶ μὴ πολυτελῶς μήτε ἀξίως τῆς κεκληκυίας, ἀλλά γε τὴν πεῖναν ἀναγκαίως δυναμένην παραμυθήσασθαι. Οὐ γὰρ αὕτη τῶν ἐγκωμίων προσδεὴς τῶν παρ’ ἡμῶν, ἀλλ’ ἡμεῖς τῆς παρ’ αὐτῆς δόξης ἐπιδεεῖς—τὸ γὰρ δεδοξασμένον πῶς δοξασθήσεται; Πῶς ὁ ἥλιος λαμπρυνθήσεται; Ἡ πηγὴ τοῦ φωτὸς πῶς φωτισθήσεται; —, ἀλλ’ ἡμῖν αὐτοῖς, δι’ ὧν δρῶμεν, πλέκομεν στέφανον. Ζῶ γὰρ ἐγώ, λέγει κύριος, ἀλλ’ ἢ τοὺς δοξάζοντάς με δοξάσω.

Ἡδὺ μὲν οὖν ὄντως, ἡδὺ ποτὸν οἶνος, καὶ τρόφιμον ἄρτος βρωτόν· ὁ μὲν γὰρ εὐφραίνει, ὁ δὲ καρδίαν ἀνθρώπου στηρίζει. Ἀλλὰ τί τῆς μητρὸς τοῦ θεοῦ μου ἡδύτερον; Αὕτη μου τὸν νοῦν εἷλεν αἰχμάλωτον, τὴν γλῶτταν αὕτη μου ἐληΐσατο· ταύτην ὕπαρ τε καὶ ὄναρ φαντάζομαι.