Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος βʹ

Ἰωάννης ὁ Δαμασκηνός

Προοίμιο και το θεολογικό μυστήριο της κοιμήσεως

Εισαγωγικές δεήσεις του ιερού συγγραφέα, ανάλυση του ρόλου της Θεοτόκου ως νέου παραδείσου και ερμηνεία του παραδόξου του ζωηφόρου της θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 7

Τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰωάννου, μοναχοῦ Δαμασκηνοῦ τοῦ Μανσούρ, εἰς τὴν ἁγίαν καὶ ὑπερένδοξον κοίμησιν καὶ μετάστασιν τῆς δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Ἔστι μὲν ἀνθρώπων οὐδείς, ὃς κατ’ ἀξίαν τῆς θεομήτορος τὴν ἱερὰν ἐκδημίαν εὐφημῆσαι δυνήσεται, οὐδ’ εἰ μυρίαι γλῶσσαι, τόσα δέ οἱ στόματα εἴη, ἀλλ’ οὐδ’ εἰ πᾶσαι τῶν πολυσπόρων ἀνθρώπων αἱ γλῶσσαι συνέλθοιεν, τῶν καθηκόντων ἐπαίνων ἐφίκοιντο· πάντα γὰρ αὕτη θεσμὸν ἐγκωμίων ὑπέρκειται. Ἐπειδὴ δὲ φίλον θεῷ τὸ κατὰ δύναμιν ἐκ πόθου καὶ ζήλου καὶ ἀγαθῆς προσφερόμενον προαιρέσεως, φίλα δὲ τῇ μητρὶ τοῦ θεοῦ τὰ τῷ υἱῷ προσφιλῆ καὶ ἐράσμια, φέρε πάλιν τῶν ἐγκωμίων ἁψώμεθα τοῖς ὑμετέροις πειθαρχοῦντες κελεύσμασιν, ὦ ποιμένων ἄριστοι καὶ θεῷ προσηνέστατοι, ἀρωγὸν τὸν ἐξ αὐτῆς σεσαρκωμένον ἐπικαλεσάμενοι λόγον, τὸν πληροῦντα πᾶν στόμα πρὸς αὐτὸν ἀνοιγόμενον, ὃς αὐτῇ μόνος κόσμος καὶ πανευκλεὲς ἐγκώμιον πέφυκεν, εἰδότες, ὡς, ὅτε τῶν ἐπαίνων ἀρξόμεθα, τὴν ὀφειλὴν ἐκτιννύομεν καὶ ταύτην ἐκτίσαντες πάλιν τοῦ χρέους ἀρχόμεθα, ὡς μένειν τὸ χρέος ἀεὶ ἀρχόμενον καὶ πληρούμενον.

Ἵλεως δὲ εἴη πρὸς ἡμῶν ὑμνουμένη ἡ πάντων κτισμάτων ἐπέκεινα καὶ πάντων δημιουργημάτων δεσπόζουσα ὡς οἵα θεοῦ μήτηρ, τοῦ κτίστου καὶ δημιουργοῦ καὶ τῶν ἁπάντων δεσπόζοντος. Συγγινώσκοιτε δὲ καὶ ὑμεῖς, ὦ τῶν θείων λόγων φιλήκοον σύστημα, καὶ τὴν μὲν εὔνοιαν ἀποδέχοισθε καὶ τὸν πόθον κροτοίητε, τῇ ἀσθενείᾳ δὲ τοῦ λόγου συμπάσχοιτε.

Ὥσπερ γὰρ εἴ τις τῷ αὐτοκράτορι καὶ θεόθεν τῶν ὁμοφύλων ἐγχειρισθέντι τοὺς οἴακας, πλήθουσαν μὲν ἀεὶ κεκτημένῳ τὴν τράπεζαν καὶ παντοδαποῖς ἐδέσμασι ῥέουσαν, μύρων δὲ πολυτελῶν ἐξατμίσμασι θελγόμενα τὰ βασίλεια, ἐν οὐ καιρῷ προσάγοι ἴον τὸ τῆς ἁλουργίδος ὁμόχροον ἢ ῥόδον, τὸ τῆς ἀκάνθης εὐωδέστατον βλάστημα, χλοεροὺς μὲν κεκτημένον τοὺς κάλυκας κἀκ τούτων προϊὸν διδυμόχροον καὶ πρὸς ὡραῖον προβάδην φθάνον ἐρύθημα καί τινα καρπὸν ὀπώρας μελιηδέστατον, οὐ τῇ εὐτελείᾳ τοῦ δώρου, τῷ ξένῳ δὲ προσέξοι καὶ θαυμάσοι τὸ ἄηθες ἄριστα κρίνων καὶ καλῶς ἐπιστάμενος, ἀφθόνοις δ’ ὅτι μάλιστα καὶ δώροις χαρίεσι τὸν γηπόνον ἀμείψοιτο, οὕτω καὶ ἡμεῖς ἐν χειμῶνι τῶν ἐπῶν τὰ ἄνθη τῇ βασιλίδι προσάγοντες καὶ γεγηρακότα τὸν λόγον πρὸς τοὺς ἀγῶνας τῶν ἐγκωμίων ὁπλίζοντες καὶ τὸν πόθον τῷ νῷ λίθον οἷα σιδήρῳ προστρίψαντες ἢ ὡς βότρυν ἄωρον ἐκθλίψαντες τὴν μυθοτόκον διάνοιαν ἄμυδρόν τινα σπινθῆρα καὶ τρύγα λόγου τοῖς φιλολόγοις ὑμῖν καὶ φιλακροάμοσι νέμοντες μᾶλλον καὶ μᾶλλον ἀποδεχθείημεν. Τί γὰρ τῇ μητρὶ τοῦ λόγου ἢ λόγον προσοίσομεν;

Τῷ ὁμοίῳ γὰρ χαίρει τὸ ὅμοιον καί γε τὸ φίλον. Ἤδη τοίνυν τὴν βαλβίδα τῶν λόγων ἀνοίξαντες καὶ μικρὸν τῶν ῥυτήρων ὑφέντες ὡς ἵππον τινὰ τὸν λόγον πρὸς τὸν δρόμον ἐκπέμψωμεν. Ἀλλά μοι, λόγε θεοῦ, αὐτὸς ἔσο συνέριθος καὶ τὴν ἐμὴν ἄλογον διάνοιαν λόγωσον καὶ τῷ λόγῳ λείαν τὴν τρίβον ἀπέργασαι καὶ τὸν δρόμον ἴθυνον πρὸς τὴν σὴν εὐαρέστησιν, πρὸς ἣν ἅπας ἵεται λόγος σοφοῦ καὶ διάνοια.

Σήμερον ἡ ὁσία καὶ μόνη παρθένος τῷ ὑπερκοσμίῳ καὶ οὐρανίῳ τεμένει προσάγεται ἡ τοσοῦτον τὴν παρθενίαν ποθήσασα, ὡς ὑπ’ αὐτῆς οἷά τινος καθαρωτάτου ποιωθῆναι πυρός· παρθένος γὰρ ἅπασα τῷ τόκῳ τὴν παρθενίαν λυμαίνεται, αὕτη δὲ καὶ πρὸ τόκου καὶ τίκτουσα μένει παρθένος καὶ μετὰ γέννησιν.

Σήμερον ἡ ἱερά τε καὶ ἔμψυχος κιβωτὸς τοῦ ζῶντος θεοῦ ἡ τὸν ἑαυτῆς τεχνίτην κυοφορήσασα ἐν ναῷ κυρίου ἀχειροτμήτῳ καταπαύεται καὶ σκιρτᾷ Δαυίδ, ὁ ταύτης προπάτωρ καὶ θεοπάτωρ, καὶ συγχορεύουσιν ἄγγελοι καὶ κροτοῦσιν ἀρχάγγελοι καὶ δυνάμεις δοξάζουσι καὶ ἀρχαὶ συναγάλλονται καὶ ἐξουσίαι εὐραίνονται καὶ κυριότητες χαίρουσιν καὶ θρόνοι πανηγυρίζουσι, ἀνυμνεῖ τὰ Χερουβίμ, δοξολογοῦσι τὰ Σεραφίμ· δοξάζονται γὰρ οὐχ ἥκιστα τῇ μητρὶ τῆς δόξης τὴν δόξαν προσνέμοντες.

Σήμερον ἡ ἱερωτάτη περιστερά, ἡ ἀκεραία καὶ ἄκακος ψυχὴ καὶ τῷ θείῳ καθιερωμένη πνεύματι, ἐκπτᾶσα τῆς κιβωτοῦ, τοῦ θεοδόχου φημὶ καὶ ζωαρχικοῦ σώματος, εὗρεν ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς πρὸς τὸν νοητὸν κόσμον ἀπάρασα καὶ ἐν τῇ ἀσπίλῳ γῇ τῆς ἄνω κληρουχίας σκηνώσασα.

Σήμερον Ἐδὲμ τοῦ νέου Ἀδὰμ τὸν λογικὸν παράδεισον ὑποδέχεται, ἐν ᾧ τὸ κατάκριμα λέλυται, ἐν ᾧ τὸ τῆς ζωῆς ξύλον πεφύτευται, ἐν ᾧ ἡ ἡμετέρα περιέσταλται γύμνωσις. Οὐκέτι γὰρ ἡμεῖς γυμνοὶ καὶ ἀνείμονες καὶ τῆς θείας εἰκόνος μὴ φέροντες τὴν λαμπρότητα, καὶ τὴν ἄφθονον χάριν σεσυλημένοι τοῦ πνεύματος οὐκέτι τὴν παλαιὰν τραγῳδοῦντες γύμνωσιν λέξομεν· Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; Ἐν τούτῳ γὰρ ὁ ὄφις οὐκ ἔσχε παρείσδυσιν, οὗ τῆς ψευδοῦς ὀρεχθέντες θεώσεως τοῖς ἀνοήτοις συμπαρεβλήθημεν κτήνεσιν.

Αὐτὸς γὰρ ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς θεὸς ὢν καὶ τῷ πατρὶ ὁμοούσιος ἐκ ταύτης τῆς παρθένου καὶ καθαρᾶς ἀρούρας ἑαυτὸν πεπλαστούργηκεν ἄνθρωπον. Καὶ τεθέωμαι μὲν ὁ ἄνθρωπος, ὁ δὲ θνητὸς ἠθανάτισμαι καὶ τοὺς δερματίνους χιτῶνας ἐκδέδυμαι· τὴν γὰρ φθορὰν ἀπημφίασμαι καὶ ἀφθαρσίαν περίκειμαι τῇ περιβολῇ τῆς θεότητος.

Σήμερον ἡ παρθένος ἡ ἄχραντος καὶ γηΐνοις μὴ ὁμιλήσασα πάθεσι, ἀλλ’ οὐρανίοις ἐντραφεῖσα νοήμασιν οὐκ εἰς γῆν ἀπελήλυθεν, ἀλλ’ ἔμψυχος ὄντως οὐρανὸς χρηματίσασα ταῖς οὐρανίοις σκηναῖς ἐνοικίζεται. Τίς γὰρ ταύτην οὐρανὸν καλῶν τἀληθοῦς ἁμαρτήσεται, εἰ μή πού τις φήσειε καλῶς ἐπιστάμενος καὶ τῶν οὐρανῶν αὐτὴν ἀσυγκρίτοις ὑπεροχαῖς ὑπεραίρεσθαι; Ὁ γὰρ τῶν οὐρανῶν δημιουργός τε καὶ συνοχεὺς καὶ παντὸς ἐγκοσμίου τε καὶ ὑπερκοσμίου ὁρατοῦ τε καὶ ἀοράτου τεχνίτης δημιουργήματος, οὗ τόπος οὐδεὶς τῶν πάντων εἶναι— εἴπερ τὸ περιέχον τῶν ἐνόντων τόπος ὁρίζεται—ἐν ταύτῃ πρὸς ἑαυτοῦ ἀσπόρως βρέφος δεδημιούργηται καὶ ταύτην ταμιεῖον εὐρύχωρον δέδειχε τῆς τὰ πάντα πληρούσης αὐτοῦ καὶ μόνης ἀπεριγράφου θεότητος, ὅλος ἀπαθῶς ἐν αὐτῇ συστελλόμενος καὶ μένων ὅλος ἐκτὸς καὶ τόπον ἔχων ἑαυτὸν ἀπερίληπτον.

Σήμερον ὁ τῆς ζωῆς θησαυρός, ἡ τῆς χάριτος ἄβυσσος—οὐκ οἶδ’, ὅπως τολμηροῖς καὶ ἀτρόμοις φάναι τοῖς χείλεσι—θανάτῳ ζωηφόρῳ καλύπτεται, καὶ τούτῳ ἀδειμάντως πρόσεισιν ἡ τὸν τούτου καταλύτην κυήσασα, εἰ καὶ θάνατον προσαγορεῦσαι χρεὼν τὴν αὐτῆς πανίερον καὶ ζωτικὴν ἀποβίωσιν. Ἡ γὰρ τοῖς πᾶσι τὴν ὄντως ζωὴν ἀναβλύσασα, πῶς θανάτῳ γένοιτ’ ἂν ὑποχείριος; Ἀλλ’ εἴκει τῷ τοῦ οἰκείου τόκου θεσμοθετήματι καὶ ὡς θυγάτηρ μὲν τοῦ πάλαι Ἀδὰμ τὰς πατρικὰς εὐθύνας ὑπέρχεται, ἐπεὶ καὶ ὁ ταύτης υἱός, ἡ αὐτοζωή, ταύτας οὐκ ἀπηνήνατο, ὡς δὲ θεοῦ ζῶντος μήτηρ ὑπάρξασα πρὸς αὐτὸν ἀξίως ἀνακομίζεται. Εἰ γάρ φησιν ὁ θεός· Μήποτε ἐκτείνας τὴν χεῖρα αὐτοῦ ὁ πρωτόπλαστος ἄνθρωπος καὶ λαβὼν τοῦ ξύλου τῆς ζωῆς καὶ γευσάμενος εἰς τὸν αἰῶνα ζήσεται, πῶς ἡ τὴν ζωὴν αὐτὴν δεξαμένη τὴν ἄναρχόν τε καὶ ἄληκτον, τὴν μήτε ἀρχῆς μήτε τέλους δουλεύουσαν πέρασιν, οὐκ εἰς αἰῶνα ζήσεται τὸν ἀπέραντον;

Πάλαι μὲν οὖν κύριος ὁ θεὸς τοὺς τοῦ βροτείου γένους κατάρξαντας καὶ τῆς παρακοῆς ἐμφορηθέντας τὸν ἄκρατον καὶ τῇ μέθῃ τῆς παραβάσεως τὸν ὀφθαλμὸν τῆς καρδίας ἀπονυστάξαντας καὶ τῇ κραιπάλῃ τῆς ἁμαρτίας τῆς διανοίας βαρηθέντας τὰ ὄμματα καὶ κοιμηθέντας ὕπνον εἰς θάνατον, ἐξορίστους τοῦ παραδείσου τῆς Ἐδὲμ ἐξεπόρευσε, νῦν δὲ ταύτην τὴν πάθους παντὸς ἐκτιναξαμένην τὴν προσβολὴν καὶ τῆς τοῦ θεοῦ καὶ πατρὸς ὑπακοῆς προαγαγοῦσαν τὸ βλάστημα καὶ τῆς ζωῆς παντὶ τῷ γένει κατάρξασαν οὐ παράδεισος ὑποδέξεται;

Οὐκ οὐρανὸς χαίρων ἀναπετάσει τὰς πύλας; Πάνυ μὲν οὖν. Εὔα μὲν γὰρ τὴν ἀκοὴν ὑποθεῖσα τῇ ἀγγελίᾳ τοῦ ὄφεως, ἀκουτισθεῖσα δὲ τοῦ δυσμενοῦς τὴν παραίνεσιν καὶ τῆς ψευδοῦς τε καὶ ἀπατηλῆς ἡδονῆς τῇ προσβολῇ θελχθεῖσα τὴν αἴσθησιν λύπης καὶ ἀνίας ἀπόφασιν ἀποφέρεται καὶ τόκων ὠδῖνας ὑφίσταται καὶ σὺν Ἀδὰμ θανάτῳ κατακρίνεται καὶ ἐν ᾅδου μυχοῖς κατοικίζεται, ταύτην δὲ τὴν ἀληθῶς παμμακάριστον τῷ τοῦ θεοῦ λόγῳ τὴν ἀκοὴν ὑποκλίνασαν καὶ τῆς ἐνεργείας πλησθεῖσαν τοῦ πνεύματος καὶ δι’ ἀρχαγγέλου τὴν πατρικὴν εὐδοκίαν ἐγκυμονήσασαν καὶ ἡδονῆς πάρεξ καὶ συναφείας ἀνδρὸς συνειληφυῖαν τοῦ θεοῦ λόγου τὴν πάντα πληροῦσαν ὑπόστασιν καὶ προσφυῶς ὠδίνων ἄνευ γεννήσασαν καὶ ὅλην θεῷ ἑνωθεῖσαν, πῶς καταπίει ὁ θάνατος; Πῶς ὁ ᾅδης εἰσδέξεται; Πῶς διαφθορὰ τοῦ ζωοδόχου κατατολμήσειε σώματος; Ἀλλότρια ταῦτα καὶ πάντη ξένα τῆς θεοφόρου ψυχῆς τε καὶ σώματος. Ταύτῃ καὶ προσβλέπων ὁ θάνατος δέδοικε· τῷ γὰρ αὐτῆς υἱῷ προσβαλὼν ἔμαθεν, ἀφ’ ὧν ἔπαθε, καὶ πείρᾳ μαθὼν σεσωφρόνισται. Ταύτῃ ᾅδου μὲν ἀστιβεῖς αἱ ζοφεραὶ κάθοδοι, εὐθεῖα δὲ καὶ λεία καὶ εὔτριπτος ἡ πρὸς οὐρανὸν πορεία ἡτοίμασται. Εἰ γάρ, ὅπου ἐγώ εἰμι, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται, φησὶν ὁ Χριστός, ἡ ζωὴ καὶ ἡ ἀλήθεια, πῶς οὐχὶ μᾶλλον ἡ μήτηρ σὺν αὐτῷ αὐλισθήσεται;

Πρὶν ὠδίνησεν, ἔτεκεν, ἐκτὸς ὠδίνων καὶ ἡ αὐτῆς ἀποβίωσις. Θάνατος ἁμαρτωλῶν πονηρός· ἐν ᾗ δὲ τὸ κέντρον τοῦ θανάτου, ἡ ἁμαρτία, νενέκρωται, τί φήσομεν ἢ ζωῆς ἀρχὴν ἀλήκτου καὶ κρείττονος; Τίμιος μὲν ἀληθῶς ὁ θάνατος τῶν ὁσίων κυρίου τοῦ θεοῦ τῶν δυνάμεων, ὑπέρτιμος δὲ τῆς τοῦ θεοῦ μητρὸς ἡ μετάστασις.