Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος βʹ

Ἰωάννης ὁ Δαμασκηνός

Η εκφορά, ο ενταφιασμός και η μετάσταση

Τα ιάματα από το άγιο σκήνωμα, η μεταφορά του προς τη Γεθσημανή, το επεισόδιο με τον ασεβή Ιουδαίο, η ταφή και η σωματική μετάσταση την τρίτη ημέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 7

Καὶ τί γίνεται; Στοιχείων, ὥς γέ μοι δοκεῖ, κίνησις καὶ ἀλλοίωσις φωναί τε καὶ πάταγοι καὶ ὕμνοι ἀγγέλων ἐπάξιοι προτρεχόντων, συμπροπεμπόντων, παρεπομένων, τῶν μὲν τῇ ἀμωμήτῳ καὶ παναγίᾳ ψυχῇ τὴν δορυφορίαν πληρούντων καὶ πρὸς οὐρανὸν ἀνιούσῃ συνανιόντων, ἕως ὅτε τῷ θρόνῳ τῷ βασιλικῷ τὴν βασιλίδα παρέστησαν, τῶν δὲ τὸ θεῖον καὶ ἱερὸν κυκλούντων σῶμα τὸ ἅγιον καὶ ᾠδαῖς ἀγγελοπρεπέσιν ὑμνούντων τὴν θεομήτορα. Τί δὲ οἱ παρεστῶτες τῷ παναγίῳ καὶ ἱερωτάτῳ σώματι; Φόβῳ καὶ πόθῳ καὶ ἀγαλλιάσεως δάκρυσι τὸ θεῖόν τε καὶ πανόλβιον περιστοιχίσαντες σκήνωμα περιεπτύσσοντο, κατησπάζοντο, ἅπαν μέλος προσῆγον τῷ σώματι, ἐκ τῆς ἁφῆς ἁγιασμοῦ τε καὶ εὐλογίας πληρούμενοι. Τότε δὴ νόσοι μὲν ἐδραπέτευον, δαιμόνων στίφη ἐφυγαδεύοντο πάντοθεν συνελαυνόμενα πρὸς μόνα τὰ καταχθόνια· ἀὴρ αἰθήρ τε καὶ οὐρανὸς ἡγιάζετο τῇ ἀναβάσει τοῦ πνεύματος, γῆ δὲ τῇ καταθέσει τοῦ σώματος. Ἀλλ’ οὐδ’ ἡ τοῦ ὕδατος φύσις τῆς εὐλογίας ἠμοίρησε· λούεται γὰρ ὕδατι καθαρῷ οὐκ αὐτὴν καθαίροντι, ἁγνιζομένῳ δὲ μάλιστα. Ἐνταῦθα κωφοῖς μὲν ἡ ἀκοὴ ἀπηρτίζετο, χωλοῖς δὲ αἱ τῶν ποδῶν κατηρτίζοντο βάσεις, τυφλοῖς ἀνεκαινίζετο ὅρασις, ἁμαρτωλοῖς πίστει προσιοῦσι χειρόγραφα διερρήγνυντο. Εἶτα τί; Σινδόσι καθαραῖς τὸ καθαρὸν ἐνειλίττεται σῶμα καὶ κλίνῃ αὖθις ἡ βασιλὶς ἐπιτίθεται.

Εἶτα λαμπάδες καὶ μύρα καὶ ὕμνοι προπόμπιοι ἀγγέλων μὲν ταῖς οἰκείαις γλώτταις μελῳδούντων ὕμνον τὸν αὐτοῖς προσφορώτατον, ἀποστόλων δὲ καὶ θεοφόρων πατέρων ᾠδὰς ᾀδόντων θεοτερπεῖς καὶ κροτουμένας τῷ πνεύματι.

Τότε δή, τότε ἡ κιβωτὸς κυρίου ἀπάρασα ἐξ ὄρους Σιὼν τοῖς τῶν ἀποστόλων κλεινοῖς ὤμοις ἐποχουμένη πρὸς τὸ οὐράνιον τέμενος διὰ μέσου τοῦ τάφου διαβιβάζεται. Καὶ πρότερον μὲν διὰ μέσου τοῦ ἄστεως ἄγεται οἷά τις νύμφη περικαλλὴς τῇ ἀπροσίτῳ αἴγλῃ ὡραϊζομένη τοῦ πνεύματος καὶ οὕτως ἐπὶ τὸ ἱερώτατον τῆς Γεθσημανῆς χωρίον κομίζεται ἀγγέλων προτρεχόντων, παρεπομένων, συγκαλυπτόντων ταῖς πτέρυξι καὶ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος.

Καὶ ὥσπερ ὁ βασιλεὺς Σολομὼν ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ ἐν ναῷ κυρίου, ὃν αὐτὸς ἐδείματο, πάντας τοὺς πρεσβυτέρους Ἰσραὴλ ἐν Σιὼν ἐκκλησίασε τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης κυρίου ἐκ πόλεως Δαυίδ, αὕτη ἐστὶ Σιών, καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἀνεβίβασαν αὐτὰ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες βόας καὶ πρόβατα ἀναρίθμητα καὶ εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβὶρ τοῦ οἴκου, εἰς τὰ ἅγια ἁγίων, ὑπὸ τὰς πτέρυγας τῶν Χερουβίμ, οὕτω δὴ τότε ἐπὶ τῇ καταπαύσει τῆς νοερᾶς κιβωτοῦ, οὐ διαθήκης κυρίου, ἀλλ’ αὐτῆς τῆς τοῦ θεοῦ λόγου ὑποστάσεως, αὐτὸς ὁ νέος Σολομών, ὁ εἰρηνάρχης καὶ τοῦ παντὸς ἀριστοτέχνας, τῶν οὐρανίων νοῶν τὰ ὑπερκόσμια τάγματα καὶ τῆς νέας διαθήκης τοὺς προὔχοντας, τοὺς ἀποστόλους φημί, σὺν παντὶ τῷ ἐν Ἱερουσαλὴμ τῶν ἁγίων λαῷ σήμερον ἐκκλησίασε καὶ τὴν μὲν ψυχὴν δι’ ἀγγέλων εἰς τὰ ἅγια τῶν ἁγίων, τὰ ἀρχέτυπα καὶ ἀληθινὰ καὶ οὐράνια, εἰσοικίζεται ἐπ’ αὐτὰς τῶν τετραμόρφων ζῴων τὰς πτέρυγας καὶ τῷ ἑαυτοῦ παρεστήσατο θρόνῳ εἰς τὸ ἐνδότερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος αὐτὸς Χριστὸς σωματικῶς εἰσελήλυθε, τὸ δὲ σῶμα ταῖς τῶν ἀποστόλων χερσὶ προκομίζεται τοῦ βασιλέως τῶν βασιλευόντων συγκαλύπτοντος τῇ αἴγλῃ τῆς ἀοράτου θεότητος καὶ παντὸς τοῦ τῶν ἁγίων συστήματος προτρεχόντων καὶ ἱερὰς ἀφιέντων βοὰς καὶ θυόντων θυσίαν αἰνέσεως, ἕως ὡς παστάδι τῷ τάφῳ καὶ δι’ αὐτοῦ τῇ τῆς Ἐδὲμ τρυφῇ καὶ οὐρανίοις ἐναπετέθη σκηνώμασι.

Παρῆσαν δὲ τυχὸν καὶ Ἰουδαίων ὅσοι μὴ λίαν ἀγνώμονες. Οὐχ οἷον δέ, ὥσπερ ὄψῳ παράρτυμα, τὸ τοῖς πολλῶν περιφερόμενον χείλεσι προσμίξαι τῷ διηγήματι. Φασὶ γάρ, ὅτε πρὸς τῇ καταβάσει τοῦ ὄρους γεγόνασιν οἱ τὸ μακάριον σῶμα τῆς θεομήτορος αἴροντες, Ἑβραῖόν τινα, τῆς ἁμαρτίας δοῦλον καὶ τῆς πλάνης ὑπόσπονδον, τὸν τοῦ Καϊάφα οἰκέτην μιμούμενον, ὃς τὸ δεσποτικὸν καὶ θεῖον Χριστοῦ τοῦ θεοῦ ἐρράπισε πρόσωπον, καὶ διαβόλου γενόμενον ὄργανον, θρασείᾳ ῥύμῃ καὶ ἀλογίστῳ φερόμενον καὶ φορᾷ κακοδαίμονι αὐτομολῆσαι πρὸς ἐκεῖνο τὸ θειότατον σκήνωμα, ᾧ δεδιότες προσίασιν ἄγγελοι, καὶ ἀμφοῖν τοῦ κραββάτου ταῖν χεροῖν μανικῶς καὶ ἐκφρόνως δραξάμενον καθέλκειν πρὸς τοὔδαφος—φθόνῳ τοῦ ἀρχεκάκου καὶ τοῦτο τὸ ὅρμημα—, ἀλλ’ ὁ καρπὸς τῶν πόνων προέφθασε καὶ βότρυν πικρὸν καὶ ἐπάξιον τῆς οἰκείας ἐτρύγησε προαιρέσεως· ἐκλελοιπέναι γὰρ αὐτοῦ τὰς χεῖρας διαγορεύουσι. καὶ ἦν ἰδεῖν τοῦ ἀτόπου τολμήματος τὸν αὐτόχειρα ἀθρόον δεικνύμενον ἄχειρα, ἕως πρὸς πίστιν τὴν γνώμην μετέβαλε καὶ μετάμελον. Ἀμελητὶ γὰρ οἱ τὸν κράββατον φέροντες ἔστησαν, καὶ ἐπιθεὶς τὼ χεῖρε ὁ δείλαιος τῷ ζωαρχικῷ καὶ θαυμαστοτόκῳ σκηνώματι σῶος αὖθις ἐκ κολοβόχειρος γίνεται. Ἐπίσταται γὰρ ὡς τὰ πολλὰ καὶ περίστασις τὰ σοφὰ καὶ σωτήρια κύειν βουλεύματα. Ἀλλ’ ἐπὶ τὸ προκείμενον παλινοστήσωμεν.

Ἐντεῦθεν πρὸς Γεθσημανὴ τὴν ἱερωτάτην κατάγεται, πάλιν τε ἀσπασμοὶ καὶ περιπλοκαὶ καὶ πάλιν ἐγκώμια, ὕμνοι ἱεροὶ καὶ ἀνακλήσεις καὶ δάκρυα ἐξ ἀγωνίας τε καὶ πόθου κρουνοὶ ἱδρώτων περιρρεόμενοι· καὶ ἦν ἰδεῖν ἱδρῶτας καὶ δάκρυα τοῖς χεύμασι ἁμιλλώμενα. Καὶ οὕτω τὸ πανάγιον σῶμα τῷ πανευκλεεῖ καὶ ὑπερφερεῖ ἐπιτίθεται μνήματι, κἀντεῦθεν τριταία πρὸς οὐρανίους δόμους μετεωρίζεται.