Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος βʹ

Ἰωάννης ὁ Δαμασκηνός

Θεολογική θεμελίωση της αφθαρσίας και εγκώμιο προς τον ιερό τάφο

Ερμηνεία της αφθαρσίας του θεομητορικού σώματος, αντιπαραβολή με τους ειδωλολατρικούς μύθους, καθώς και ρητορική προσωποποιία του τάφου που προσφέρει ακατάπαυστα τη θεία χάρη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 7

Ἔδει γὰρ καὶ τοῦτο τὸ θεοπρεπὲς ἐνδιαίτημα, τὴν ἀνόρυκτον πηγὴν τοῦ τῆς ἀφέσεως ὕδατος, τὴν ἀνήροτον ἄρουραν τοῦ οὐρανίου ἄρτου, τὴν ἀνάρδευτον ἄμπελον τοῦ τῆς ἀμβροσίας βότρυος, τὴν ἀειθαλλῆ καὶ καλλίκαρπον ἐλαίαν τοῦ πατρικοῦ ἐλαίου τοῖς κενεῶσι τῆς γῆς μὴ καθείργεσθαι, ἀλλ’, ὥσπερ τὸ ἐξ αὐτῆς τῷ θεῷ λόγῳ ἐνυποστὰν σῶμα τὸ ἅγιον καὶ ἀκήρατον τῇ τρίτῃ τοῦ μνήματος ἐξανίστατο, οὕτω καὶ ταύτην ἐξαρπασθῆναι τοῦ τάφου καὶ πρὸς τὸν υἱὸν τὴν μητέρα μεθορμισθῆναι, καὶ ὥσπερ αὐτὸς πρὸς αὐτὴν καταβέβηκεν, οὕτως ταύτην τὴν προσφιλῆ πρὸς αὐτὸν ἀναφέρεσθαι, πρὸς τὴν μείζονα καὶ τελειοτέραν σκηνήν, εἰς αὐτὸν τὸν οὐρανόν.

Ἔδει τὴν τὸν θεὸν λόγον ἐν τῇ ἑαυτῆς νηδύι ξενοδοχήσασαν ἐν ταῖς θείαις τοῦ ἑαυτῆς υἱοῦ κατοικισθῆναι σκηναῖς, καί, ὥσπερ ὁ κύριος ἔφησεν, ὡς ἐν τοῖς τοῦ οἰκείου πατρὸς εἶναι ὀφείλεται, καὶ τὴν μητέρα ἔδει ἐν τοῖς τοῦ υἱοῦ βασιλείοις αὐλίζεσθαι, ἐν οἴκῳ κυρίου καὶ ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν. Εἰ γὰρ ἐν αὐτῷ πάντων τῶν εὐφραινομένων ἡ κατοικία, ποῦ τῆς εὐφροσύνης τὸ αἴτιον;

Ἔδει τῆς ἐν τῷ τίκτειν φυλαξάσης τὴν παρθενίαν ἀλώβητον ἀδιάφθορον τηρηθῆναι τὸ σῶμα καὶ μετὰ θάνατον. Ἔδει τὴν ἐγκόλπιον ὡς βρέφος τὸν κτίστην βαστάσασαν τοῖς θείοις ἐνδιατρίβειν σκηνώμασιν. Ἔδει τὴν νύμφην, ἣν ὁ πατὴρ ἐνυμφεύσατο, τοῖς οὐρανίοις ἐνδιαιτᾶσθαι θαλάμοις. Ἔδει τὴν ἐν σταυρῷ τὸν ἑαυτῆς υἱὸν κατοπτεύσασαν καὶ τῆς ὠδῖνος, ἣν τεκοῦσα διέφυγε, τὴν ῥομφαίαν δεξαμένην ἐγκάρδιον τῷ πατρὶ καθορᾶν συγκαθήμενον. Ἔδει τὴν τοῦ θεοῦ μητέρα τὰ τοῦ υἱοῦ κατακτήσασθαι καὶ ὑπὸ πάσης ὡς μητέρα θεοῦ καὶ δούλην προσκυνηθῆναι τῆς κτίσεως. Ἀεὶ μὲν γὰρ ἐκ τῶν τεκόντων ὁ κλῆρος εἰς τοὺς παῖδας κάτεισι, νῦν δέ, ὥς τις ἔφη σοφός, ἄνω ποταμῶν ἱερῶν χωροῦσι πηγαί· ὁ γὰρ υἱὸς τῇ μητρὶ τὴν σύμπασαν κτίσιν κατεδουλώσατο.

Δεῦτε τοιγαροῦν, καὶ ἡμεῖς σήμερον ἑορτὴν ἐξόδιον τῇ μητρὶ τοῦ θεοῦ ἑορτάσωμεν οὐκ αὐλούς τινας καὶ κορύβαντας φέροντες καὶ τὰ τῆς μητρὸς τῶν ψευδωνύμων θεῶν, ὡς αὐτοὶ λέγουσι, θιασεύοντες ὄργια, ἣν πολύτεκνον μυθοπλαστοῦσιν οἱ ἄφρονες, ὁ δὲ τῆς ἀληθείας λόγος παρίστησιν ἄτεκνον. Δαίμονες ταῦτα καὶ σκιώδη φαντάσματα, ὃ μὴ πεφύκασιν εἰκαίως ὑποκρινόμενοι, τῶν πλανωμένων τὴν ἄνοιαν ἐσχηκότες ἐπίκουρον. Γεννᾷ γὰρ πῶς ἐκ συνδυασμοῦ τὸ ἀσώματον; Καὶ τίνα τρόπον μιχθήσεται; Καὶ πῶς θεὸς τὸ μὴ ὂν μὲν πρότερον, πρὸς δὲ γένεσιν παραγόμενον; Ὅτι γὰρ ἀσώματον τὸ δαιμόνιον φῦλον, παντί που δῆλον, καὶ αὐτοῖς τοῖς τὰ νοητὰ τυφλώττουσιν ὄμματα. Ἔφη γάρ που τῶν ἑαυτοῦ λόγων ὁ Ὅμηρος τῶν ἀξίων αὐτοῦ θεῶν ὑφηγούμενος τὴν κατάστασιν·

Οὐ γὰρ σῖτον ἔδουσιν, οὐ πίνουσιν αἴθοπα οἶνον· τοὔνεκ’ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται. Οὐ σῖτον ἐσθίουσι, φησίν, οὐ τὸν θερμαντικὸν οἶνον πίνουσι. Τούτου χάριν ἀναίμονές εἰσι, τουτέστιν αἷμα οὐκ ἔχουσι καὶ ἀθάνατοι ὀνομάζονται.

Καιρίως ὡς ἀληθῶς ἔφησε τὸ καλέονται. Ἀθάνατοι μὲν γὰρ καλοῦνται, οὐκ εἰσὶ δὲ τοῦθ’, ὅπερ καλέονται· τὸν γὰρ τῆς κακίας τεθνήκασι θάνατον. Ἡμεῖς δέ, οἷς θεός ἐστι ἀληθὴς τὸ λατρευόμενον, θεὸς οὐκ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγόμενος, ἀλλ’ ἀεὶ ὢν ἐκ τοῦ ἀεὶ ὄντος ὑπὲρ αἰτίαν καὶ λόγον καὶ ἔννοιαν καὶ χρόνου καὶ φύσεως, μητέρα θεοῦ τιμῶμεν καὶ σέβομεν οὐ τῆς αὐτοῦ θεότητος ἐξ αὐτῆς τὴν ἄχρονον ὑπογράφοντες γέννησιν· ἡ γὰρ τοῦ θεοῦ λόγου γέννησις ἄχρονός τε καὶ τῷ πατρὶ συναΐδιος, δευτέραν δὲ καθομολογοῦμεν γέννησιν καθ’ ἑκούσιον σάρκωσιν τὴν ταύτης αἰτίαν καὶ ἰδόντες καὶ φάσκοντες. Σαρκοῦται γὰρ ὁ ὢν ἀνάρχως ἀσώματος δι’ ἡμᾶς καὶ τὴν ἡμετέραν σωτηρίαν, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνασώσηται, καὶ σαρκούμενος ἐκ ταύτης τῆς ἱερᾶς παρθένου ἀσυνδυάστως τίκτεται, αὐτὸς μένων ὅλος θεὸς καὶ ὅλος γινόμενος ἄνθρωπος, αὐτὸς ὅλος θεὸς μετὰ τῆς σαρκὸς αὐτοῦ καὶ ὅλος ἄνθρωπος μετὰ τῆς αὐτοῦ ὑπερθέου θεότητος. Οὕτω θεοῦ μητέρα τὴν παρθένον ταύτην γινώσκοντες τὴν ταύτης πανηγυρίζομεν κοίμησιν, οὐ θεὰν ταύτην φημίζοντες—ἄπαγε τῆς Ἑλληνικῆς τερθρείας τὰ τοιαῦτα μυθεύματα, ἐπεὶ καὶ θάνατον αὐτῆς καταγγέλομεν—, ἀλλὰ σαρκωθέντος θεοῦ μητέρα γινώσκοντες.

Ταύτην ᾄσμασι ἱεροῖς εὐφημήσωμεν σήμερον, οἱ Χριστοῦ λαὸς καὶ εἶναι πεπλουτηκότες καὶ λέγεσθαι. Ταύτην παννύχοις τιμήσωμεν στάσεσι. Ταύτην ψυχῆς τε καὶ σώματος ἁγνότητι τέρψωμεν, τὴν ὄντως ἁγνὴν μετὰ θεὸν ὑπὲρ ἅπαντας· πέφυκε γάρ πως τοῖς ὁμοίοις τὰ ὅμοια ἐπαγάλλεσθαι. Ταύτην ἐλέῳ καὶ συμπαθείᾳ τῶν ἐνδεῶν θεραπεύσωμεν.

Εἰ γὰρ ἐπ’ οὐδενὶ ὡς ἐλέῳ θεὸς θεραπεύεται, τίς ἀντερεῖ μὴ τοῖς ἴσοις καὶ τὴν τούτου μητέρα ἐπιφαιδρύνεσθαι; Αὕτη τὴν ἄφατον τῆς τοῦ θεοῦ πρὸς ἡμᾶς ἀγάπης ἐδημοσίευσεν ἄβυσσον. Διὰ ταύτης ἡμῖν ὁ πρὸς τὸν κτίστην πολυχρόνιος καταλέλυται πόλεμος. Διὰ ταύτης ἡμῖν αἱ πρὸς αὐτὸν καταλλαγαὶ ἐκροτήθησαν καὶ εἰρήνη καὶ χάρις δεδώρηται καὶ ἀγγέλοις συγχορεύουσιν ἄνθρωποι καὶ τέκνα θεοῦ οἱ πρὶν ἠτιμωμένοι κατέστημεν. Ἐκ ταύτης τὸν βότρυν τῆς ζωῆς ἐτρυγήσαμεν. Ἐκ ταύτης τῆς ἀφθαρσίας τὸν βλαστὸν ἐδρεψάμεθα. Αὕτη πάντων τῶν ἀγαθῶν ἡμῖν προμνήστρια γέγονεν. Ἐν ταύτῃ ὁ θεὸς μὲν ἄνθρωπος καὶ θεὸς ὁ ἄνθρωπος γέγονε. Καὶ τί τούτου παραδοξότερον; Τί τούτου μακαριώτερον; Ἰλιγγιῶ τῷ φόβῳ δεδιὼς τὸ λαλούμενον.

Σὺν Μαριὰμ τῇ προφήτιδι, ὧν νεάνιδες ψυχαί, μετὰ τυμπάνων χορεύσωμεν νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· τοῦτο γὰρ τὸ μυστικὸν τύμπανον. Ἀλαλάξωμεν ἐπὶ τῆς κιβωτοῦ κυρίου τοῦ θεοῦ ψυχῆς ἀλαλάγμασι, καὶ τείχη πεσοῦνται Ἱεριχούντια, τῶν ἐναντίων λέγω δυνάμεων τὰ δυσμενῆ ὀχυρώματα. Μετὰ Δαυὶδ σκιρτήσωμεν πνεύματι· ἡ κιβωτὸς γὰρ κυρίου σήμερον καταπέπαυται. Μετὰ Γαβριήλ, τοῦ τῶν ἀγγέλων πρωτοστάτου, βοήσωμεν· Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. Χαῖρε, τὸ τῆς χαρᾶς ἀδαπάνητον πέλαγος. Χαῖρε, τὸ μόνον τῆς λύπης ἐξάλειπτρον. Χαίροις, ἁπάσης καρδίας ἀκεσώδυνον φάρμακον.

Χαίροις, δι’ ἧς παρωθεῖται μὲν θάνατος, ἡ δὲ ζωὴ εἰσκεκόμισται. Σὺ δέ, ὦ τάφων ἱερῶν ἱερώτατε μετά γε τὸν ζωαρχικὸν τοῦ δεσπότου τάφον, ὃς πηγὴ ὑπῆρξε τῆς ἀναστάσεως· ὡς γὰρ ἐμψύχῳ σοι διαλέξομαι. Ποῦ χρυσὸς ὁ ἀκίβδηλος, ὃν ἀποστόλων χεῖρες ἐν σοὶ ἐθησαύρισαν;

Ποῦ πλοῦτος ὁ ἀδαπάνητος; Ποῦ τὸ θεοδόχον κειμήλιον; Ποῦ ἡ ἔμψυχος τράπεζα; Ποῦ ὁ καινὸς τόμος, ἐν ᾧ ἀφράστως ὁ θεὸς λόγος χειρὸς ἄνευ ἐγγέγραπται; Ποῦ ἡ τῆς χάριτος ἄβυσσος; Ποῦ τῶν ἰαμάτων τὸ πέλαγος; Ποῦ ἡ ζωοτόκος πηγή; Ποῦ τὸ πολυπόθητον σῶμα τῆς θεοτόκου καὶ πολυέραστον;

Τί ζητεῖτε ἐν τάφῳ τὴν πρὸς οὐράνια μετεωρισθεῖσαν σκηνώματα; Τί με τῆς φρουρᾶς τὰς εὐθύνας εἰσπράττεσθε; Οὔ μοι δύναμις τοῖς θείοις ἀντιτείνειν κελεύσμασι. Τὰς σινδόνας καταλιπὸν τὸ σῶμα τὸ ἱερόν τε καὶ ἅγιον καί μοι τοῦ ἁγιασμοῦ μεταδεδωκὸς καὶ μύρου καὶ εὐδίας ποιῆσαν ἀνάπλεον καὶ θεῖον ἀπεργασάμενον τέμενος ἀνάρπαστον οἴχεται δορυφορούντων ἀγγέλων καὶ ἀρχαγγέλων καὶ πασῶν τῶν οὐρανίων δυνάμεων. Νῦν ἐμὲ περιέπουσιν ἄγγελοι. Νῦν ἐν ἐμοὶ θεία χάρις αὐλίζεται.

Ἐγὼ νοσοῦσιν ἰατρεῖον ἀλεξίπονον πέφηνα. Ἐγὼ πηγὴ ἰαμάτων ἀέναος. Ἐγὼ δαιμόνων ἀλεξιτήριον. Ἐγὼ πόλις φυγαδευτηρίου τοῖς προσφεύγουσι πέφυκα. Προσέλθετε, λαοί, πίστει καὶ ποταμηδὸν ἀρύσασθε τὰ χαρίσματα. Ἀδιάκριτον τὴν πίστιν κεκτημένοι προσέλθετε.

Οἱ διψῶντες ἐφ’ ὕδωρ πορεύεσθε, Ἡσαΐας διακελεύεται, καὶ ὅσοις οὐκ ἔστιν ἀργύριον, πορευθέντες ἀγοράσατε ἄνευ τιμῆς. Ἐγὼ πᾶσιν εὐαγγελικῶς ἀνακέκραγα· Ὁ διψῶν νοσημάτων ἴασιν, ψυχικῶν παθῶν ἀπολύτρωσιν, ἁμαρτημάτων ἐξάλειψιν, παντοίων ἐπιφορῶν ἀλλοτρίωσιν, οὐρανῶν βασιλείας ἀνάπαυσιν πίστει ἐρχέσθω πρός με καὶ ἀρυέσθω ῥεῖθρον τῆς χάριτος πολυδύναμον καὶ πολύχρηστον. Ὅσπερ γὰρ τοῦ ὕδατος ἡ ἐνέργεια ἁπλῆ καὶ μία τυγχάνουσα, ὡς δὲ γῆς καὶ ἀέρος καὶ τοῦ παμφαοῦς ἡλίου ἑκάστῳ τῶν μετοχῶν διαφόρως πρὸς τὸ κατάλληλον τῆς φύσεως μεταβάλλεται καὶ γίνεται ἐν ἀμπέλῳ μὲν οἶνος καὶ ἐν ἐλαίᾳ ἔλαιον, οὕτως καὶ ἡ χάρις ἁπλῆ καὶ μία τυγχάνουσα ποικίλως καὶ ἀναλόγως πρὸς τὴν ἑκάστου χρείαν εὐεργετεῖ τοὺς μετέχοντας.

Οὐκ ἐξ οἰκείας τὴν χάριν κέκτημαι φύσεως. Τάφος ἅπας δυσωδίας ἀνάπλεος, κατηφείας πρόξενος, εὐφροσύνης ἀντίπαλος. Μύρον πολύτιμον δέδεγμαι καὶ τῆς εὐωδίας μετείληφα, καὶ τὸ μύρον οὕτως εὐῶδες καὶ δραστικώτατον, ὡς μικρᾷ παραθέσει ἀναφαίρετον δωρήσασθαι τὴν μετάληψιν· ἀμεταμέλητα γὰρ ὄντως τὰ θεῖα χαρίσματα· πηγὴν εὐφροσύνης ἐξένισα καὶ ταύτης ἀέναον ἐπλούτησα τὴν ἀνάβλυσιν.