Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος βʹ

Ἰωάννης ὁ Δαμασκηνός

Ιστορικές μαρτυρίες της μεταστάσεως και η καθολικότητα της χάριτος

Παράθεση των μαρτυριών του Ιουβεναλίου Ιεροσολύμων και του αγίου Διονυσίου του Αρεοπαγίτου, η μεταφορά της σορού και η ανάδειξη της οικουμενικής δωρεάς της Θεομήτορος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 7

Ὁρᾶτε, φίλοι πατέρες καὶ ἀδελφοί, οἷα πρὸς ἡμᾶς ὁ πανευκλεὴς ἀποτείνεται τάφος· καὶ ὅτι ταῦτα οὕτως ἔχει καὶ ἐν τῇ Εὐθυμιακῇ ἱστορίᾳ, τρίτῳ λόγῳ, κεφαλαίῳ τεσσαρακοστῷ, οὕτως αὐτολεξεὶ γέγραπται· Εἴρηται μὲν ἀνωτέρω, ὡς πολλὰς ἐν Κωνσταντινουπόλει ἀνήγειρε τῷ Χριστῷ ἐκκλησίας ἡ ἐν ἁγίοις Πουλχερία. Μία δὲ τούτων ἐστὶ καὶ ἡ ἐν Βλαχέρναις οἰκοδομηθεῖσα ἐν ἀρχῇ τῆς βασιλείας τοῦ τῆς θείας λήξεως Μαρκιανοῦ. Οὗτοι τοιγαροῦν ἐκεῖσε σεβάσμιον οἶκον τῇ πανυμνήτῳ καὶ παναγίᾳ θεοτόκῳ καὶ ἀειπαρθένῳ Μαρίᾳ οἰκοδομήσαντες καὶ παντὶ κόσμῳ κοσμήσαντες τὸ ταύτης πανάγιον καὶ θεοδόχον ἀνεζήτουν σῶμα. Καὶ μετακαλεσάμενοι Ἰουβενάλιον, τὸν Ἱεροσολύμων ἀρχιεπίσκοπον, καὶ τοὺς ἀπὸ Παλαιστίνης ἐπισκόπους τότε τῇ βασιλευούσῃ ἐνδημοῦντας πόλει διὰ τὴν τηνικαῦτα ἐν Χαλκηδόνι γενομένην σύνοδον, λέγουσιν αὐτοῖς· Ἀκούομεν εἶναι ἐν Ἱεροσολύμοις τὴν πρώτην καὶ ἐξαίρετον τῆς παναγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ἐκκλησίαν ἐν χωρίῳ Γεθσημανῇ καλουμένῳ, ἔνθα τὸ ζωηφόρον αὐτῆς σῶμα κατετέθη ἐν σορῷ. Βουλόμεθα τοίνυν τοῦτο τὸ λείψανον ἀγαγεῖν ἐνταῦθα εἰς φυλακτήριον τῆς βασιλευούσης ταύτης πόλεως.

Ὑπολαβὼν δὲ Ἰουβενάλιος ἀπεκρίθη· Τῇ μὲν ἁγίᾳ καὶ θεοπνεύστῳ γραφῇ οὐκ ἐμφέρεται τὰ κατὰ τὴν τελευτὴν τῆς ἁγίας θεοτόκου Μαρίας, ἐξ ἀρχαίας δὲ καὶ ἀληθεστάτης παραδόσεως παρειλήφαμεν, ὅτι ἐν τῷ καιρῷ τῆς ἐνδόξου κοιμήσεως αὐτῆς οἱ μὲν ἅγιοι σύμπαντες ἀπόστολοι ἐπὶ σωτηρίᾳ τῶν ἐθνῶν τὴν οἰκουμένην διαθέοντες ἐν καιροῦ ῥοπῇ μετάρσιοι συνήχθησαν εἰς Ἱεροσόλυμα, καὶ πρὸς αὐτὴν οὖσιν ὀπτασία αὐτοῖς ἀγγελικὴ γέγονε καὶ θεία ὑμνῳδία ἠκούετο κρειττόνων δυνάμεων. Καὶ οὕτω θείᾳ δόξῃ καὶ ἐπουρανίῳ εἰς χεῖρας τοῦ θεοῦ τὴν ἁγίαν παρέθετο ψυχὴν ἀρρήτῳ τινὶ λόγῳ. Τὸ δὲ θεοδόχον αὐτῆς σῶμα μετ’ ἀγγελικῆς καὶ ἀποστολικῆς ὑμνῳδίας ἐκκομισθὲν καὶ κηδευθὲν ἐν σορῷ τῇ ἐν Γεθσημανῇ κατετέθη, ἐν ᾧ τόπῳ ἐπὶ τρεῖς ἡμέρας ἡ τῶν ἀγγέλων χοροστασία καὶ ὑμνῳδία διέμεινεν ἄπαυστος.

Μετὰ δὲ τὴν τρίτην ἡμέραν τῆς ἀγγελικῆς ὑμνῳδίας παυσαμένης παρόντες οἱ ἀπόστολοι, ἑνὸς αὐτοῖς ἀπολειφθέντος καὶ μετὰ τὴν τρίτην ἐλθόντος καὶ τὸ θεοδόχον σῶμα προσκυνῆσαι βουληθέντος, ἤνοιξαν τὴν σορόν. Καὶ τὸ μὲν σῶμα τὸ πανύμνητον οὐδαμῶς εὑρεῖν ἠδυνήθησαν, μόνα δὲ αὐτῆς τὰ ἐντάφια κείμενα εὑρόντες καὶ τῆς ἐξ αὐτῶν ἀφάτου εὐωδίας ἐμφορηθέντες ἠσφαλίσαντο τὴν σορόν. Καὶ τὸ τοῦ μυστηρίου θαῦμα ἐκπλαγέντες τοῦτο μόνον εἶχον λογίζεσθαι. ὅτιπερ ὁ εὐδοκήσας κατ’ ἰδίαν ὑπόστασιν σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι ἐξ αὐτῆς καὶ γεννηθῆναι σαρκὶ θεὸς λόγος καὶ κύριος τῆς δόξης καὶ μετὰ τὸν τόκον τὴν αὐτῆς ἄφθαρτον παρθενίαν διαφυλάξας αὐτὸς ηὐδόκησε καὶ μετὰ τὴν ἐντεῦθεν ἀποβίωσιν τὸ ταύτης ἄχραντον καὶ ἀμίαντον σῶμα τῇ ἀφθαρσίᾳ καὶ μεταθέσει τιμῆσαι πρὸ τῆς κοινῆς καὶ καθολικῆς ἀναστάσεως.

Παρῆσαν δὲ τότε σὺν τοῖς ἀποστόλοις ὅ τε ἁγιώτατος Τιμόθεος, ὁ ἀπόστολος καὶ τῆς Ἐφεσίων πρῶτος ἐπίσκοπος, καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης, καθὼς αὐτὸς οὗτος ὁ μέγας Διονύσιος μαρτυρεῖ ἐν τοῖς περὶ τοῦ μακαρίου Ἱεροθέου, καὶ αὐτοῦ τότε παρόντος, πρὸς τὸν ῥηθέντα ἀπόστολον Τιμόθεον πονηθεῖσι λόγοις οὕτω λέγων·

Ἐπεὶ καὶ παρ’ αὐτοῖς τοῖς θεολήπτοις ἡμῶν ἱεράρχαις, ἡνίκα καὶ ἡμεῖς, ὡς οἶσθα, καὶ αὐτὸς καὶ πολλοὶ τῶν ἱερῶν ἡμῶν ἀδελφῶν ἐπὶ τὴν θέαν τοῦ ζωαρχικοῦ καὶ θεοδόχου σώματος συνεληλύθαμεν— παρῆν δὲ καὶ ὁ ἀδελφόθεος Ἰάκωβος καὶ Πέτρος, ἡ κορυφαία καὶ πρεσβυτάτη τῶν θεολόγων ἀκρότης—, εἶτα ἐδόκει μετὰ τὴν θέαν ὑμνῆσαι τοὺς ἱεράρχας ἅπαντας, ὡς ἕκαστος ἦν ἱκανός, τὴν ἀπειροδύναμον ἀγαθότητα τῆς θεαρχικῆς ἀσθενείας, πάντων ἐκράτει μετὰ τοὺς θεολόγους, ὡς οἶσθα, τῶν ἄλλων ἱερομυστῶν ὅλος ἐκδημῶν, ὅλος ἐξιστάμενος ἑαυτοῦ καὶ τὴν πρὸς τὰ ὑμνούμενα κοινωνίαν πάσχων καὶ πρὸς πάντων, ὧν ἠκούετο καὶ ἑωρᾶτο καὶ ἐγινώσκετο καὶ οὐκ ἐγινώσκετο, θεόληπτος εἶναι καὶ θεῖος ὑμνολόγος κρινόμενος. Καὶ τί ἄν σοι περὶ τῶν ἐκεῖ θεολογηθέντων λέγοιμι; Καὶ εἰ μὴ καὶ ἐμαυτοῦ ἐπιλέλησμαι, πολλάκις οἶδα παρὰ σοῦ καὶ μέρη τινὰ τῶν ἐνθεαστικῶν ἐκείνων ὑμνῳδιῶν ἐπακούσας.

Καὶ ταῦτα οἱ βασιλεῖς ἀκούσαντες ᾔτησαν αὐτὸν τὸν ἀρχιεπίσκοπον Ἰουβενάλιον τὴν ἁγίαν ἐκείνην σορὸν μετὰ τῶν ἐν αὐτῇ τῆς ἐνδόξου καὶ παναγίας θεοτόκου Μαρίας ἱματίων βεβουλλωμένην ἀσφαλῶς αὐτοῖς ἀποσταλῆναι, καὶ ταύτην ἀποσταλεῖσαν κατέθεντο ἐν τῷ ἐν Βλαχέρναις οἰκοδομηθέντι σεβασμίῳ οἴκῳ τῆς ἁγίας θεοτόκου. Καὶ ταῦτα μὲν οὕτως.

Τί δὲ πρὸς τὸν τάφον ἡμεῖς ἀντιφήσοιμεν; Ἡ μὲν σὴ χάρις ἀνεκλειπὴς καὶ ἀέναος, ἀλλ’ οὐ τόποις ἡ θεία περιορίζεται δύναμις οὐδὲ τῆς θεομήτορος αἱ εὐεργεσίαι ἐναυλίζονται μόνῳ τῷ μνήματι· εἰ γὰρ μόνῳ τῷ τύμβῳ περιεγράφοντο, ὀλίγοις ἂν ἡ δωρεὰ ἐπεθείαζε. Νῦν δὲ ἐν πᾶσι τοῦ κόσμου τοῖς πέρασιν ἀφθόνως διανενέμηται.