Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος βʹ

Ἰωάννης ὁ Δαμασκηνός

Ηθική νουθεσία και καταληκτήρια δοξολογία

Προτροπή στους πιστούς για αγώνα κατά των παθών, καλλιέργεια των αρετών, ώστε να ενοικήσει μέσα τους ο Χριστός, και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 7 από 7

Τὴν μνήμην τὴν ἡμετέραν τοίνυν ταμεῖον τῆς θεοτόκου κατασκευάσωμεν. Τοῦτο δὲ ἔσται πῶς; Παρθένος αὕτη καὶ φιλοπάρθενος, ἁγνὴ πέφυκεν αὕτη καὶ φίλαγνος. Ἂν οὖν σὺν τῷ σώματι καὶ τὴν μνήμην ἁγνίσωμεν, ἐνηυλισμένην τὴν αὐτῆς χάριν κτησόμεθα· φεύγει γὰρ ἰλὺν ἅπασαν καὶ τὰ βορβορώδη πάθη ἐκτρέπεται, γαστριμαργίαν βδελύττεται, τῆς αἰσχίστης πορνείας ἐχθραίνει τοῖς πάθεσι, ταύτης τοὺς μυσαροὺς λογισμοὺς ὡς ἐχιδνῶν φεύγει γεννήματα, λόγους αἰσχροὺς καὶ εὐτραπέλους ἀπωθεῖται καὶ ᾄσματα, μύρα πορνικὰ ἀποσείεται.

Μισεῖ θυμοῦ τὰ οἰδήματα, ἀπανθρωπίαν καὶ φθόνον καὶ ἔριδας οὐ προσίεται, κενοδοξίαν τὴν ματαιόπονον ἀποστρέφεται, ὄγκῳ ὑπερηφανίας ἐχθρωδῶς ἀντιτάσσεται. Μνησικακίαν μισεῖ, τῆς σωτηρίας ἀντίπαλον· πᾶσαν κακίαν ὡς ἰὸν θανατηφόρον λογίζεται.

Τούτων δὲ χαίρει τοῖς ἐναντίοις· τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα. Νηστείᾳ καὶ ἐγκρατείᾳ καὶ ψαλμικοῖς ἐπιτέρπεται ᾄσμασιν. Ἁγνείᾳ καὶ παρθενίᾳ καὶ σωφροσύνῃ συντίθεται. Καὶ πρὸς ταύτας εἰρήνην ἄγει ἀέναον καὶ φιλοφρόνως ταύτας ἀσπάζεται. Εἰρήνην καὶ πρᾷον περιπτύσσεται φρόνημα, ἀγάπην καὶ ἔλεον καὶ ταπείνωσιν ὡς οἰκείας τροφοὺς ἀγκαλίζεται.

Καὶ συνελόντι φάναι· ἐπὶ πάσῃ μὲν κακίᾳ κατηφείᾳ δυσχεραίνουσα, πάσῃ δὲ ἀρετῇ ὡς οἰκείῳ γνωρίσματι ἐπαγάλλεται. Εἰ τὰς μὲν προτέρας ἐκθύμως ἐκκλίνωμεν, τὰς δὲ ἀρετὰς πάσῃ σπουδῇ ἀγαπήσωμεν καὶ ταύτας συνομίλους κτησώμεθα, θαμινὰ πρὸς τοὺς οἰκείους οἰκέτας ἐλεύσεται τὴν ἁπάντων ἀγαθῶν σὺν ἑαυτῇ ἐφελκομένη ὁμήγυριν καὶ Χριστόν, τὸν αὐτῆς υἱὸν καὶ τῶν ἁπάντων βασιλέα καὶ κύριον, ἔνοικον ταῖς ἡμετέραις καρδίαις συμπαραλήψεται, ᾧ δόξα, τιμή, κράτος, μεγαλοσύνη καὶ μεγαλοπρέπεια σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.