Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν μεταμόρφωσιν τοῦ κυρίου

Ἰωάννης ὁ Δαμασκηνός

Η ομολογία του Πέτρου και η προετοιμασία των μαθητών

Η ομολογία του αποστόλου Πέτρου στην Καισάρεια του Φιλίππου, ο μακαρισμός του, η θεμελίωση της Εκκλησίας και η επαγγελία της θεοπτίας με τον αποκλεισμό του Ιούδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 9

ϛʹ. Ἐν Καισαρείᾳ Φιλίππου (Πανεὰς αὕτη, ἥ ποτε ἐν πόλεσι ὑπερώνυμος, ἣ Φιλίππου Καίσαρος πόλις ὠνόμαστο· καὶ Δὰν ἐν τῇ Γραφῇ λεγομένη τῇ θείᾳ· Ἠρίθμησε γὰρ, φησὶν, ὁ Δαβὶδ τὸν λαὸν ἀπὸ Δὰν ἕως Βηρσαβέε· ἐν ταύτῃ σὺν τοῖς δούλοις ὁ Δεσπότης γενόμενος, τῆς αἱμόῤῥου τῶν αἱμάτων τὴν κρήνην ἐξήρανεν), ἐν ταύτῃ τὴν πρώτην τῶν οἰκείων μαθητῶν συναγείρας σύνοδον, καὶ ἐπί τινος πέτρας τὴν καθέδραν ἡ πέτρα τῆς ζωῆς σχεδιάσασα, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Οὐκ ἀγνοῶν τῶν ἀνθρώπων τὴν ἄγνοιαν, ὁ πάντα εἰδὼς, ἐπερώτησε, ἀλλὰ ταύτην τῷ τῆς γνώσεως φωτὶ διαλύσαι βουλόμενος, ὥσπερ τινὰ ζόφον τοῖς νοεροῖς ὀφθαλμοῖς ἐπικείμενον. Οἱ δὲ, τοὺς μὲν Ἰωάννην τὸν Βαπτιστὴν, ἄλλους δὲ Ἠλίαν, ἑτέρους δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν καταγγέλλειν ἔφασαν. Ἐπειδὴ γὰρ ἑώρων τὴν τοσαύτην τῶν θαυμάτων ἄβυσσον, ὡς εἷς εἴη τῶν πάλαι προφητῶν ὑπετόπαζον, ἐκ νεκρῶν ἐγηγερμένος, ἐντεῦθέν τε τῆς τοιαύτης ἠξίωτο χάριτος. Καὶ τοῦτο δῆλον· Ἤκουσε γὰρ, φησὶν, Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· Οὗτος Ἰωάννης ὁ Βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.

Ταύτην τὴν ὑποψίαν διαλύσαι πειρώμενος, καὶ τὴν ἀληθῆ ὁμολογίαν, οἷόν τι δῶρον, δῶρον ἁπάντων ὑπερφερέστατον, τοῖς ἀγνοοῦσι χαρίσασθαι, τί δρᾷ, ᾧ πάντα δυνατὰ ἐν τῇ χειρὶ αὐτοῦ;

Ὡς μὲν ἄνθρωπος τὴν πεῦσιν προβάλλεται· ὡς δὲ Θεὸς λαθραίως σοφίζει τὸν πρῶτον κληθέντα, καὶ πρῶτον ἀκολουθήσαντα, ὃν τῇ οἰκείᾳ προγνώσει προώρισε τῆς Ἐκκλησίας ἐπάξιον πρόεδρον. Τούτῳ ὡς Θεὸς ἐμπνεῖ, καὶ δι᾽ αὐτοῦ φθέγγεται. Τίς δὲ ἡ πεῦσις; Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ὁ δὲ Πέτρος ἐμπύρῳ τῷ ζήλῳ καιόμενος, καὶ τῷ ἁγίῳ θεοφορούμενος Πνεύματι· Σὺ εἶ ὁ Χριστὸς, ἔφησεν, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὢ μακαρίου στόματος! ὢ πανολβίων χειλέων! ὢ θεοφόρου νοῦ, ἀξίου τῆς θείας μυήσεως! ὢ ὀργάνων, δι᾽ ὧν Πατὴρ ἀπεφθέγγετο!

Μακάριος ὄντως εἶ σὺ, Σίμων, υἱὲ Ἰωνᾶ (τοῦτο γὰρ ὁ ἀψευδὴς ἀπεφήνατο), ὅτι οὐ σὰρξ, οὐχ αἷμα, οὐκ ἀνθρωπίνη διάνοια, ἀλλ᾽ ὁ Πατήρ μου ὁ οὐράνιος ταύτην θείαν τε καὶ ἀπόῤῥητον θεολογίαν σοι ἀπεκάλυψεν.

Οὐδεὶς γὰρ τὸν Υἱὸν ἐπιγινώσκει, εἰ μὴ ὁ ὑπ᾽ αὐτοῦ γινωσκόμενος μόνος, ὁ γεννήσας Πατὴρ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐπιστάμενον. Αὕτη ἡ πίστις ἡ ἀκλινὴς καὶ ἀκλόνητος, ἐφ᾽ ἣν ὡς πέτραν ἡ Ἐκκλησία ἐστήρικται, ἧς ἐπαξίως ἐπώνυμος γέγονας. Ταύτης ᾄδου πύλαι, αἱρετικῶν στόματα, δαιμόνων ὄργανα, καταδραμοῦνται μὲν, ἀλλ᾽ οὐ κατισχύσουσι· καθοπλίσονται, ἀλλ᾽ οὐκ ἐκπορθήσουσι.

Βέλος νηπίων αἱ πληγαὶ αὐτῶν γεγόνασί τε καὶ ἔσονται. Ἀσθενήσουσιν αὐτῶν αἱ γλῶσσαι, καὶ ἐπ᾽ αὐτοὺς ἔσονται. Καθ᾽ ἑαυτοῦ γὰρ τεύχει κακὰ ὁ τῇ ἀληθείᾳ ἀντικαθιστάμενος. Ταύτην αὐτὸς μὲν οἰκείῳ ἐκτήσατο αἵματι, σοὶ δὲ ὡς πιστοτάτῳ ἐγχειρίζει θεράποντι. Ταύτην ἀκλόνητον, καὶ ἀκύμαντον σαῖς λιταῖς διαφύλαξον· ὅτι μὲν γὰρ οὐ περιτραπήσεται πώποτε, οὐ σεισθήσεται, οὐ πορθηθήσεται, ἀσφαλὴς ἡ πεποίθησις. Χριστὸς ἔφη, δι᾽ οὗ οὐρανὸς ἐστερέωται γῆ δὲ ἥδρασται, καὶ μένει ἀκράδαντος.

Τῷ γὰρ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, ἔφη τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ᾽ αἰτοῦμεν πραϋνθῆναι τὸν κλυδῶνα, καταθραυσθῆναι τὸν τάραχον, καὶ εἰρήνην γαληνιαῖαν βραβευθῆναι ἡμῖν καὶ ἀκύματον. Τοῦτο Χριστὸν καθικέτευσον, τὸν ταύτης νυμφίον τὸν ἄχραντον, τὸν σὲ κλειδοῦχον τῆς βασιλείας τῶν οὐρανῶν χειροτονήσαντα, τὸν τὸ δεσμεῖν καὶ λύειν εὐθύνας σοι χαρισάμενον, ὃν θεηγόρῳ στόματι, ζῶντος Θεοῦ Υἱὸν ἀψευδῶς ἀνεκήρυξας. Ὢ θείων καὶ ἀποῤῥήτων πραγμάτων! Αὐτὸς ἑαυτὸν ἀνθρώπου Υἱὸν ἀνηγόρευσε, καὶ Θεοῦ Υἱὸν ὁ Πέτρος, ὁ ἐν τούτῳ δὲ λαλῶν μᾶλλον ἐκήρυξε. Θεὸς γάρ ἐστιν ὄντως καὶ ἄνθρωπος, οὐ Πέτρου, οὐ Παύλου, οὐ Ἰωσὴφ, οὐδέ τινος πατρὸς υἱὸς ἐχρημάτισεν, ἀλλ᾽ ἀνθρώπου· οὐ γὰρ ἔσχε πατέρα ἐπὶ τῆς γῆς, ὁ μὴ ἐσχηκὼς μητέρα ἐν οὐρανοῖς.

ζʹ. Ἔργῳ τοίνυν πιστωθῆναι τὸν λόγον βουλόμενος, καὶ εἰδὼς ὃ μέλλει δρᾷν, ἡ παντουργὸς τοῦ Θεοῦ σοφία καὶ δύναμις, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς γνώσεως ἀπόκρυφοι. Εἰσί τινες, ἔλεγε, τῶν ὧδε ἑστώτων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. Εἰ μὲν οὖν, ὡς ἐφ᾽ ἑνὸς ἔφησεν Ἔστι τις τῶν ὧδε ἑστώτων, ταυτὸ μηνύειν ὑπετοπήσαμεν, τῷ, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; περὶ Ἰωάννου τοῦ Θεολόγου εἰρημένῳ, ὡς θανάτου ἄγευστον διαμένειν, μέχρι τῆς Χριστοῦ παρουσίας· οὕτω γὰρ ἤδη τινὲς ἐκεῖνο τῶν λίαν σοφῶν ἐξελάβοντο. Ἀλλ᾽ ἐπεὶ πλείονας ὁ λόγος τοὺς ὀψομένους ἐμήνυσεν, οὐ μὴν ἀλλὰ καὶ τὸ ἔργον ἐπηκολούθησεν, οὐ δώσει χώραν τοῖς βουλομένοις ὧδε νοεῖν τοῦ λόγου τὴν ἔκδοσιν. Εἰσὶ τοίνυν τινὲς τῶν ὧδε ἑστώτων, φησί· τίνος ἕνεκεν, τινὲς, καὶ οὐχ ἅπαντες; ἐπὶ τὴν θέαν ταύτην ἐκλήθησαν;

Οὐ πάντες μαθηταὶ καὶ ἀπόστολοι; οὐχὶ πάντες κληθέντες ὁμοίως ἐπηκολούθησαν; οὐ πάντες τοῦ ἴσου χαρίσματος τῶν ἰάσεων ἔτυχον; καὶ πῶς οὐ πάντες καὶ ταύτης τῆς ὑπὲρ θέαν κατηξιώθησαν ὄψεως; Οὐχ ὁ Δεσπότης ἀπροσωπόληπτος;

Πάντες μὲν μαθηταὶ, ἀλλ᾽ οὐ πάντες τῇ νόσῳ τῆς φιλαργυρίας τυφλώττοντες. Πάντες μαθηταὶ, ἀλλ᾽ οὐ πάντες τῇ λήμῃ τῆς βασκανίας τὸ ὀξυδερκὲς ἀφῃρημένοι τοῦ ὄμματος. Πάντες μαθηταὶ, ἀλλ᾽ οὐ πάντες προδόται. Πάντες ἀπόστολοι, ἀλλ᾽ οὐ πάντες δι᾽ ἀπογνώσεως βρόχῳ περιπειρόμενοι, καὶ κακῷ τὸ κακὸν διορθούμενοι. Πάντες φιλόχριστοι, εἷς δὲ φιλάργυρος· Ἰούδας οὗτος ὁ Ἰσκαριώτης, εἷς μόνος οὐκ ἄξιος ἦν τῆς θέας τῆς θεότητος. Ἀρθήτω γὰρ, φησὶν, ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.

Μόνος μὲν οὖν τῶν λοιπῶν ἀφιέμενος, ὅ τε φθονερός τε καὶ βάσκανος, εἰς πλείονα μανίαν ἐξεπυρεύετο. Ἔδει δὲ πάντας τῆς δόξης ἐπόπτας γενέσθαι, τοὺς θεατὰς τῶν παθημάτων ἐσομένους εἰς ὕστερον. Ἐντεῦθεν τοὺς κορυφαίους τῶν ἀποστόλων προσλαμβάνεται μάρτυρας τῆς οἰκείας δόξης τε καὶ λαμπρότητος· τρεῖς δὲ τὸν ἀριθμὸν, τῆς Τριάδος τὸ σεπτὸν ὑπεμφαίνων μυστήριον· καὶ ἐπὶ δύο ἢ τριῶν μαρτύρων πᾶν ῥῆμα σταθήσεται. Οὕτως ἀποκλείει μὲν τῷ προδότῃ τὰ τῆς προδοσίας ἐγκλήματα.

Ἀποκαλύπτει δὲ τοῖς ἀποστόλοις τὴν οἰκείαν θεότητα. Τὸν γὰρ Ἀνδρέαν ὁρῶν σὺν τοῖς λοιποῖς οὗτος κάτω μείναντα, οὐκ εἶχεν εἰπεῖν ἀπολογίας προσχήματι, τῷ μὴ τυχεῖν τῆς θέας, πρὸς τὴν ἀπεμπολὴν τοῦ Δεσπότου ἐνάγεσθαι. Τούτου χάριν Ἀνδρέας κάτω μεμένηκε, καὶ πᾶς ὁ λοιπὸς τῶν ἀποστόλων χορὸς, τῷ τόπῳ μὲν σωματικῶς διιστάμενοι, τῷ δεσμῷ δὲ τῆς ἀγάπης ἑνούμενοι, κάτω μὲν τῷ σώματι διατρίβοντες, ἄνω δὲ τῷ πόθῳ τῷ διδασκάλῳ ἑπόμενοι, καὶ τοῖς τῆς ψυχῆς κινήμασι.