Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν μεταμόρφωσιν τοῦ κυρίου

Ἰωάννης ὁ Δαμασκηνός

Αντιπαραβολή των θεοφανειών του Σινά και του Θαβώρ

Σύγκριση της νομοθεσίας στο Σινά με τη φωτεινή συγκατάβαση του Χριστού στο Θαβώρ, ερμηνεία του συμβολισμού της νεφέλης και προτροπή για πνευματική ανάβαση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 9

δʹ. Πάλαι μὲν οὖν ἐν ὄρει Σινᾷ καπνὸς, καὶ θύελλα, καὶ γνόφος, καὶ πῦρ δειματοῦν τὴν ἄκραν ἐκείνην ἐκάλυπτε συγκατάβασιν, ἀπρόσιτον τὸν νομοδότην κηρύττοντα, καὶ σκιωδῶς παραδεικνύντα αὐτοῦ τὰ ὀπίσθια, καὶ ἐκ τῶν οἰκείων κτισμάτων τὸν ἀριστοτέχνην δημοσιεύοντα. Νῦν δὲ πάντα φωτὸς καὶ αἴγλης πεπλήρωται. Αὐτὸς γὰρ ὁ τοῦ παντὸς τεχνίτης καὶ Κύριος ἐκ κόλπων πατρικῶν παραγέγονεν, οὐ μεταβὰς τῆς οἰκείας ἱδρύσεως, ἤτοι τῆς ἐν κόλποις τοῖς πατρικοῖς ἐνιζήσεως, συγκαταβὰς δὲ τοῖς δούλοις, καὶ δούλου μορφὴν μορφωσάμενος, καὶ φύσει, καὶ σχήματι γενόμενος ἄνθρωπος, ὡς ἂν χωρηθείη Θεὸς ἀνθρώποις ἀχώρητος, δι᾽ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ δεικνὺς τῆς θείας φύσεως τὴν λαμπρότητα. Τὸ πρὶν μὲν γὰρ ἐν ἑνώσει τῆς οἰκείας χάριτος Θεὸν καθίστησι τὸν ἄνθρωπον, ὅτε νέῳ ἐκ χοὸς πλαττομένῳ πνεῦμα ζωῆς ἐνεφύσησε, καὶ τοῦ κρείττονος μεταδέδωκε, καὶ εἰκόνι οἰκείᾳ καὶ ὁμοιώσει τετίμηκε, καὶ τῆς Ἐδὲμ πολίτην εἰργάσατο, καὶ ἀγγέλων ἐποίησε σύντροφον· ἀλλ᾽ ἐπεὶ τῆς θείας εἰκόνος τὴν ὁμοιότητα τῇ τῶν παθῶν ἰλύϊ ἐζοφώσαμέν τε καὶ συνεχέαμεν, δευτέραν κοινωνίαν ὁ συμπαθὴς ἡμῖν κεκοινώνηκε, πολὺ τῆς προτέρας ἀσφαλεστέραν τε καὶ παραδοξοτέραν.

Αὐτὸς γὰρ ἐν ὑπεροχῇ μένων τῆς οἰκείας θεότητος, μεταλαμβάνει τοῦ χείρονος, ἐν αὐτῷ θεουργῶν τὸ ἀνθρώπινον, καὶ τῇ εἰκόνι τὸ ἀρχέτυπον μίγνυται, καὶ τὸ οἰκεῖον κάλλος ἐν ταύτῃ παραδείκνυσι σήμερον.

Καὶ λάμπει μὲν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· φωτὶ γὰρ ἀΰλῳ ταυτίζεται καθ᾽ ὑπόστασιν, κἀντεῦθεν δικαιοσύνης γεγένηται ἥλιος· ὡς δὲ χιὼν λευκαίνεται τὰ ἱμάτια· περιβολῇ γὰρ, οὐχ ἑνώσει δεδόξασται, σχέσει δὲ, καὶ οὐκέτι καθ᾽ ὑπόστασιν. Νεφέλη δὲ φωτὸς ἐπεσκίασε, τὸ σέλας ζωγραφοῦσα τοῦ Πνεύματος.

Ὧδε γάρ πως ὁ θεῖος ἔφη Ἀπόστολος, τοῦ μὲν ὕδατος εἰκόνα φέρειν τὴν θάλασσαν, τὴν δὲ νεφέλην τοῦ Πνεύματος. Πάντα δὲ φωτεινὰ καὶ ὑπέρλαμπρα τοῖς δεκτικοῖς φωτὸς, καὶ μὴ τὴν ψυχὴν τῷ ῥύπῳ μεμολυσμένοις τῆς συνειδήσεως.

εʹ. Δεῦτε τοίνυν, καὶ ἡμεῖς τῶν μαθητῶν ζηλώσωμεν τὸ ὑπήκοον, καὶ καλοῦντι Χριστῷ προθύμως ἑψώμεθα, καὶ τῶν παθῶν τὸν ὄχλον ἐκτιναξώμεθα, καὶ Θεοῦ ζῶντος Υἱὸν ἀνεπαισχύντως ὁμολογήσωμεν, καὶ τῆς ἐπαγγελίας γεγονότες ἐπάξιοι, πρὸς τὸ ὄρος τῶν ἀρετῶν τὴν ἀγάπην ἀναφοιτήσωμεν, καὶ θεαταὶ τῆς δόξης, καὶ ἀκουσταὶ τῶν ἀποῤῥήτων γενώμεθα.

Ὄντως γὰρ μακάριοι, ὡς ὁ Κύριος ἔφησεν, οἱ τῶν ὁρώντων ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα, ὅτι ἀκούουσιν, ἃ πολλοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν καὶ ἀκοῦσαι, καὶ οὐκ ἔτυχον τῆς ἐφέσεως. Δεῦτε οὖν, τῶν θείων λογίων τὰς ῥήσεις ὡς ἐνὸν ἀναπτύξαντες παραθήσωμεν τράπεζαν τοῖς καλοῖς δαιτυμόσιν ἡμῖν, καὶ πρὸς τὰ θεῖα τὴν ἅπασαν ἀνατείνουσιν ὄρεξιν. Παραθήσωμεν τράπεζαν τῇ ἐφέσει κατάλληλον. Παραθήσωμεν τράπεζαν θείων λογίων τῇ τοῦ Πνεύματος κεκαρυκευμένην χάριτι, οὐ σοφίᾳ λόγων Ἑλληνικῶν ἐναβρυνομένην· ἐπεὶ μηδὲ λίαν τῆς τούτων μεμυήμεθα γνώσεως, ἀλλὰ τοῦ διδόντος γλῶσσαν τοῖς μογιλάλοις τρανὴν εἰς τὸ φθέγγεσθαι ἐπερειδομένην τῇ χάριτι.