Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν μεταμόρφωσιν τοῦ κυρίου

Ἰωάννης ὁ Δαμασκηνός

Η φανέρωση του ακτίστου φωτός και η μαρτυρία του Πατρός

Περιγραφή της έλλαμψης του θείου φωτός στους μαθητές, με ανάλυση της υποστατικής ενώσεως των δύο φύσεων του Χριστού και αναφορά στη δωρεά της θεώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 9

Πρὸς οὐρανὸν τὸν νοῦν ἐναποτείνωμεν, ὅθεν καὶ Σωτῆρα Χριστὸν ἀπεκδεχόμεθα Κύριον. βʹ. Σήμερον φωτὸς ἀπροσίτου ἄβυσσος· σήμερον αἴγλης θείας χύσις ἀπεριόριστος ἐν Θαβὼρ τῷ ὄρει τοῖς ἀποστόλοις αὐγάζεται. Σήμερον παλαιᾶς καὶ νέας διαθήκης Δεσπότης γνωρίζεται Ἰησοῦς Χριστὸς, τὸ φίλον ἐμοὶ πρᾶγμα καὶ ὄνομα, τὸ γλυκύτατον ὄντως καὶ ποθεινότατον, καὶ πάσης γλυκύτητος ὑπερβαῖνον ἔννοιαν. Σήμερον ὁ τῆς παλαιᾶς ἔξαρχος Μωσῆς, ὁ θεῖος νομοθέτης, ἐν ὄρει Θαβὼρ τῷ νομοδότῃ Χριστῷ δουλοπρεπῶς ὡς Δεσπότῃ παρίσταται, καὶ τούτου τὴν οἰκονομίαν αὐγάζεται, ἣν τυπικῶς πάλαι μεμυσταγώγητο· τοῦτο γὰρ φαίην ἂν ἐγώ γε δηλοῦν Θεοῦ τὰ ὀπίσθια· καὶ τρανῶς ὁρᾷ τὴν δόξαν τῆς θεότητος, σκεπασθεὶς ὑπὸ τὴν τῆς πέτρας ὀπὴν, ᾗ φησιν ἡ Γραφή· Πέτρα δέ ἐστιν ὁ Χριστὸς, ὁ σαρκωθεὶς Θεὸς, Λόγος καὶ Κύριος, καθὰ Παῦλος ὁ θεῖος διαῤῥήδην ἡμᾶς ἐξεπαίδευσεν· Ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, ὃς τῆς ἑαυτοῦ σαρκὸς ὥσπερ τινὰ σμικροτάτην ὀπὴν παρηνέῳξε, καὶ φωτὶ ἀπλέτῳ, καὶ πάσης στεῤῥοτέρῳ ὄψεως τοὺς παρόντας κατήστραψε.

Σήμερον ὁ τῆς νέας διαθήκης κορυφαιότατος, ὁ τὸν Χριστὸν Υἱὸν Θεοῦ ἀναγορεύσας τρανότατα, ἐν τῷ φάναι· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, τὸν τῆς παλαιᾶς ἔξαρχον τῷ τῶν ἀμφοτέρων νομοδότῃ ὁρᾷ παριστάμενον, καὶ διαπρυσίως φθεγγόμενον· Οὗτός ἐστιν ὁ ὢν, ὃν ὡς ἐμὲ προφήτην ἀναστήσεσθαι προηγόρευσα· ὡς ἐμὲ μὲν, ὡς ἄνθρωπον, καὶ τοῦ νέου λαοῦ ἔξαρχον· ὑπὲρ ἐμὲ δὲ, καὶ ἐμοῦ, καὶ πάσης κυριεύοντα κτίσεως· τὸν ἐμοί τε καὶ σοὶ τὰς διαθήκας ἄμφω, παλαιάν τε καὶ καινὴν, διαθέμενον. Σήμερον τῷ παρθένῳ τῆς νέας, ὁ παρθένος τῆς παλαιᾶς, τὸν ἐκ παρθένου παρθένον εὐαγγελίζεται Κύριον. Δεῦτε οὖν, Δαβὶδ τῷ προφήτῃ πειθόμενοι. Ψάλλωμεν τῷ Θεῷ ἡμῶν, ψάλλωμεν τῷ βασιλεῖ ἡμῶν, ψάλλωμεν. Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλλωμεν συνετῶς· ψάλλωμεν ἀγαλλιάσεως χείλεσι· ψάλλωμεν συνέσει νοὸς, τῆς τῶν λόγων αἰσθανόμενοι γεύσεως. Λάρυγξ μὲν τὰ σῖτα γεύεται, νοῦς δὲ λόγους διακρίνει, φησὶν ὁ σοφώτατος. Ψάλλωμεν καὶ τῷ Πνεύματι τῷ ἐρευνῶντι τὰ πάντα, καὶ αὐτὰ τὰ βάθη τοῦ Θεοῦ τὰ ἀπόῤῥητα, ἐν τῷ φωτὶ τοῦ Πατρὸς, τῷ τὰ πάντα φωτίζοντι Πνεύματι, φῶς ὁρῶντες τὸν Υἱὸν τοῦ Θεοῦ, τὸ ἀπρόσιτον. Νῦν ὡράθη τὰ τοῖς ἀνθρωπίνοις ἀθέατα ὄμμασι, σῶμα γήϊνον θείαν ἀπαυγάζον λαμπρότητα, σῶμα θνητὸν, δόξαν πηγάζον θεότητος. Ὁ γὰρ Λόγος σὰρξ, ἡ σάρξ τε Λόγος ἐγένετο, εἰ καὶ μὴ θείας ἐξειστήκει φύσεως.

Ὢ θαύματος πάντα νοῦν ὑπερβαίνοντος! Οὐκ ἔξωθεν ἡ δόξα τῷ σώματι προσεγένετο, ἀλλ᾽ ἔνδοθεν ἐκ τῆς ἀῤῥήτῳ λόγῳ ἡνωμένης αὐτῷ καθ᾽ ὑπόστασιν τοῦ Θεοῦ Λόγου ὑπερθέου θεότητος. Πῶς τὰ ἄμικτα μίγνυται, καὶ μένει ἀσύγχυτα; Πῶς συμβαίνει εἰς ἓν τὰ ἀσύμβατα, καὶ τῶν οἰκείων οὐκ ἐκβαίνει λόγων τῆς φύσεως;

Ἑνώσεως τοῦτο τὸ δράμα τῆς καθ᾽ ὑπόστασιν. Ἓν τὰ ἡνωμένα, καὶ μίαν ὑπόστασιν ἀπεργάζεται, ἐν ἀδιαιρέτῳ διαφορᾷ, καὶ ἀσυγχύτῳ ἑνώσει τῆς ἑνότητος φυλαττομένης τῆς ὑποστάσεως, καὶ τῆς δυάδος τηρουμένης τῶν φύσεων, διά τε τῆς τοῦ Λόγου ἀμεταβλήτου σαρκώσεως, καὶ τῆς ὑπὲρ νοῦν τῆς βροτείας σαρκὸς ἀτρέπτου θεώσεως. Καὶ Θεοῦ μὲν τὰ ἀνθρώπινα γίνεται, ἀνθρώπου δὲ τὰ θεῖα, τῷ τρόπῳ τῆς ἀντιδόσεως, καὶ τῆς ἐν ἀλλήλοις ἀσυγχύτου περιχωρήσεως, καὶ τῆς καθ᾽ ὑπόστασιν ἄκρας ἑνώσεως.

Εἷς γάρ ἐστιν, ὁ κἀκεῖνο ὢν ἀϊδίως, κἂν τοῦτο γενόμενος ὕστερον. γʹ. Σήμερον ἐξακούεται ἀνθρώπων ὠσὶ τὰ ἀνήκουστα. Ὁ γὰρ ὁρώμενος ἄνθρωπος, Θεοῦ Υἱὸς, ὡς μονογενὴς ἠγαπημένος μαρτυρεῖται καὶ ὁμοούσιος.

Ἀψευδὴς ἡ μαρτυρία· ἀληθὴς ἡ ἀνάῤῥησις· αὐτὸς ὁ γεννήσας Πατὴρ ἐκφωνεῖ τὴν ἀνάῤῥησιν. Παρέστω Δαβὶδ, καὶ τινασσέτω τὴν θεόφθογγον λύραν τοῦ Πνεύματος, καὶ τρανότερον νῦν μελῳδείτω καὶ ἐκτυπώτερον ῥῆσιν, ἣν πάλαι προβλεπτικοῖς πόῤῥω ἀνέκαθεν, καὶ καθαροῖς προορώμενος ὄμμασι τοῦ Θεοῦ Λόγου τὴν πρὸς ἡμᾶς ἔνσαρκον ἔλευσιν, ὡς ἐσομένην προεφήτευσεν· Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ἑρμὼν μὲν τὸ πρότερον, τὸ τῆς υἱότητος ὄνομα τρανῶς τῷ Χριστῷ ὑπὸ Πατρὸς μαρτυρούμενον ἀκοῦσαν, ἠγαλλιάσατο, ὅταν ἄρτι πρὸς Ἰορδάνην ὡς παλαιᾶς καὶ νέας μεσίτης ὁ πρόδρομος βαπτίζειν ἐξεπορεύετο, τὸ κρυπτόμενον ἐν τῇ ἐρήμῳ κειμήλιον ὡς ἐν σκότει τῷ κόσμῳ φαῖνον, τὸ φῶς τὸ ἀπρόσιτον, καὶ λανθάνον τοὺς μυωπάζοντας, δημοσιεύειν ἀποστελλόμενον, ὅτε ἐν μέσῳ τῷ Ἰορδάνῃ τὸ ὕδωρ τῆς ἀφέσεως ἵστατο καθαῖρον τὸν κόσμον, οὐκ αὐτὸ καθαιρόμενον· ὅτε μὲν φωνῇ Πατρὸς οὐρανόθεν βροντώσῃ, Υἱὸς ἀγαπητὸς μαρτυρεῖται ὁ βαπτιζόμενος· περιστερὰ δὲ ὥσπερ, τῷ Πνεύματι δακτυλοδεικτεῖται ὁ μαρτυρούμενος. Νῦν δὲ Θαβὼρ ἀγαλλιᾶται καὶ γήθεται, τὸ θεῖον ὄρος καὶ ἅγιον, τὸ ὑψηλὸν, οὐχ ἧττον τῇ δόξῃ τε καὶ λαμπρότητι, ἢ τῷ ἀερίῳ μετεωρίσματι νῦν ἐπαξίως εὐφραίνεται.

Οὐρανῷ γὰρ ἁμιλλᾶται τῇ χάριτι. ᾯ γὰρ ἐν ἐκείνῳ οἱ ἄγγελοι ἀκλινὲς ἐνερείδειν τὸ ὄμμα μὴ σθένουσιν, ἐν τούτῳ ἀποστόλων οἱ πρόκριτοι τῇ δόξῃ τῆς αὐτοῦ βασιλείας ὁρῶσιν ἐκλάμποντα· ἐν τούτῳ νεκρῶν πιστοῦται ἀνάστασις, καὶ νεκρῶν, καὶ ζώντων ἀναδείκνυται Κύριος, ἐκ νεκρῶν μὲν τὸν Μωϋσῆν προηκάμενος, ζῶντα δὲ τὸν Ἠλίαν προσαγόμενος μάρτυρα, τὸν πάλαι ἐκ γῆς ἁρματηλάτην πυρίπνοον πρὸς αἰθέριον τρίβον διφρηλατήσαντα. Ἐν τούτῳ καὶ νῦν προφητῶν οἱ ἔξαρχοι προφητεύουσι, διὰ σταυροῦ τὴν ἔξοδον τοῦ Δεσπότου μηνύοντες. Ὅθεν σκιρτᾷ, καὶ ἀγάλλεται, καὶ ἀρνῶν μιμεῖται τὰ ἅλματα, μαρτυρίαν τὴν αὐτὴν τῆς υἱότητος ἐκ τῆς νεφέλης, τοῦ Πνεύματος, τὴν ζωοδότην Χριστὸν ἀκουτισθὲν ὑπὸ τοῦ Πατρὸς μαρτυρούμενον. Τοῦτο γάρ ἐστιν ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἐφ᾽ ᾧ Θαβὼρ καὶ Ἑρμὼν ἀγάλλεται. Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός.

Τοῦτο πάσης τῆς κτίσεως ἀγαλλίαμα· τοῦτο γέρας ἀνθρώποις, καὶ ἀναφαίρετον καύχημα. Ἄνθρωπος γὰρ, εἰ καὶ μὴ ψιλὸς, ὑπάρχει ὁ μαρτυρούμενος. Ὢ τῆς ὑπὲρ νοῦν ἡμῖν δωρηθείσης ἀγαλλιάσεως! ὢ τῆς ὑπὲρ ἐλπίδα μακαριότητος! ὢ δωρημάτων Θεοῦ νικώντων τὴν ἔφεσιν! ὢ χαρισμάτων οὐχ ὑπεικόντων μέτροις τῆς αἰτήσεως! ὢ δοτῆρος ἀφθόνου καὶ ὑπερφυοῦς, ὑπερφυᾶ κεκτημένου μεγαλοπρέπειαν! ὢ δωρεᾶς ἀξίας, οὐ τοῦ λαμβάνοντος, τοῦ διδόντος δὲ μάλιστα! ὢ ξένων συναλλαγμάτων! ὢ διδόντος δύναμιν, καὶ δεχομένου ἀσθένειαν! ὢ δεικνύντος ἄνθρωπον ἄναρχον, ἐν τῷ τὸν ἄναρχον σωματικῶς κτιζόμενον ἄρχεσθαι! Εἰ γὰρ θεοῦται μὲν ἄνθρωπος ἐν τῷ Θεὸν ἀνθρωπίζεσθαι, αὐτὸς δὲ ὁ εἷς Θεός τε καὶ ἄνθρωπος δείκνυται· ἄρα ὁ αὐτὸς, ἄνθρωπος ὢν, ἄναρχός ἐστι τῇ θεότητι, καὶ Θεὸς ὢν, τῇ ἀνθρωπότητι ἄρχεται.