Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν μεταμόρφωσιν τοῦ κυρίου

Ἰωάννης ὁ Δαμασκηνός

Η θεολογική σημασία της Μεταμορφώσεως και το άκτιστο φως

Ανάλυση της Μεταμορφώσεως ως φανέρωσης της προϋπάρχουσας θείας δόξας και διάκριση μεταξύ του ακτίστου φωτός της θεότητας και του κτιστού σώματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 9

ιβʹ. Ἐν ὄρει τοίνυν Θαβὼρ τοὺς ἐν ὕψει τῶν ἀρετῶν διαπρέποντας παραλαβὼν, μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Ἔμπροσθεν τῶν μαθητῶν μεταμορφοῦται, ὁ ἀεὶ ὡσαύτως δεδοξασμένος καὶ λάμπων τῇ ἀστραπῇ τῆς θεότητος. Ἀνάρχως μὲν γὰρ ἐκ Πατρὸς γεννηθεὶς, τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος, οὐχ ὕστερον τὸ εἶναι, οὐδ᾽ αὖ τὴν δόξαν προσλαμβανόμενος. Ἐκ Πατρὸς μὲν γὰρ, ἀλλ᾽ ἀνάρχως καὶ ἀχρόνως ἐστὶ, τὴν οἰκείαν κεκτημένος τῆς δόξης τὴν λαμπρότητα· καὶ σαρκωθεὶς ὁ αὐτός ἐστιν, ἐν τῷ αὐτῷ μένων τῆς θείας φανότητος. Καὶ δοξάζεται μὲν ἡ σὰρξ ἅμα τῇ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγῇ, καὶ ἡ τῆς θεότητος δόξα καὶ δόξα τοῦ σώματος λέγεται. Εἷς γάρ ἐστι τοῦτο κἀκεῖνο Χριστὸς, τῷ Πατρὶ ὁμοούσιος, καὶ ἡμῖν συμφυὴς καὶ ὁμόφυλος. Εἰ καὶ τοίνυν οὐδέποτε τὸ σῶμα τὸ ἅγιον ἀμέτοχον τῆς θείας δόξης ὑφέστηκεν, ἀλλ᾽ ἐξ ἄκρας ἑνώσεως τῆς καθ᾽ ὑπόστασιν τὴν δόξαν τῆς ἀοράτου θεότητος τελείως πεπλούτηκεν, ὡς μίαν καὶ τὴν αὐτὴν εἶναι δόξαν τοῦ Λόγου καὶ τῆς σαρκὸς, ἀλλ᾽ ἀφανὴς ἡ δόξα ὑπάρχουσα τῷ φαινομένῳ σώματι, τοῖς μὴ χωροῦσι τὰ καὶ ἀγγέλοις ἀθέατα, τῆς σαρκὸς δεσμίοις ἀόρατος ἐχρημάτιζε. Μεταμορφοῦται τοίνυν, οὐχ ὃ οὐκ ἦν προσλαβόμενος, ἀλλ᾽ ὃπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος, διανοίγων τούτων τὰ ὄμματα, καὶ ἐκ τυφλῶν ἐργαζόμενος βλέποντας. Καὶ τοῦτό ἐστι τὸ, Μετεμορφώθη ἔμπροσθεν αὐτῶν.

Μένων γὰρ αὐτὸς ἐν ταυτότητι, παρ᾽ ὃ τὸ πρὶν ἐφαίνετο, ἕτερον νῦν τοῖς μαθηταῖς ἑωρᾶτο φαινόμενος.

ιγʹ. Καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, τοῦ τὸν ἥλιον ἐξουσίᾳ πολλῇ δᾳδουχήσαντος· τοῦ τὸ φῶς τὸ πρὸ ἡλίου κτίσαντος, καὶ φωστῆρα τὸν ἥλιον φωτὸς δοχεῖον τεκτῃναμένου μετέπειτα. Αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινὸν, τὸ ἐξ ἀληθινοῦ καὶ ἀΰλου φωτὸς ἀϊδίως γεννώμενον, ὁ ἐκ Πατρὸς ἐνυπόστατος Λόγος, τὸ τῆς δόξης ἀπαύγασμα, ὁ φυσικὸς χαρακτὴρ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὑποστάσεως τούτου τὸ πρόσωπον ἔλαμψε. Τί φῆς, ὦ εὐαγγελιστά; τί συγκρίνεις τὰ ὄντως ἀσύγκριτα; τί παρατιθεῖς καὶ παραβάλλεις τὰ ὄντως ἀπαράβλητα; Ὁ Δεσπότης ὡς οἰκέτης ἔλαμψε; Τὸ ἀφόρητον καὶ ἀπρόσιτον φῶς, ὡς οὗτος ὁ ὑπὸ πάντων ἐξήστραψε καθορώμενος ἥλιος;

Ἀλλ᾽ οὐ παραβάλλω, φησὶν, οὐδὲ συγκρίνω τὸ μόνον μονογενὲς, καὶ μηδενὶ εἰκαζόμενον τῆς θείας δόξης τὸ ἀπαύγασμα, ἀλλὰ σαρκὸς δεσμίοις φθεγγόμενος, τῶν σωμάτων ὅ τι κάλλιστόν ἐστι καὶ λαμπρότατον, πρὸς παράδειγμα φέρω, οὐ πάντως ὁμοιότατον· ἀμήχανον γὰρ ἀπαραλείπτως ἐν τῇ κτίσει τὸ ἄκτιστον εἰκονίζεσθαι· ἀλλ᾽ ὥσπερ ὁ ἥλιος εἷς μέν ἐστιν, ἔχει δὲ οὐσίας δύο, τοῦ τε φωτὸς ὃ γεγένηται πρότερον, καὶ τοῦ τῇ κτίσει ἐφυστερίζοντος σώματος, δι᾽ ὅλου δὲ τοῦ σώματος τὸ φῶς ἀδιαιρέτως ἥνωται, καὶ τοῦ σώματος ἐφ᾽ ἑαυτοῦ μένοντος τὸ φῶς πάσης τῆς γῆς ἐφαπλοῦται τοῖς πέρασιν, οὕτω καὶ ὁ Χριστὸς, φῶς ἐκ φωτὸς ἄναρχον ὢν καὶ ἀπρόσιτον, ἐν χρονικῷ καὶ κτιστῷ γενόμενος σώματι, εἷς ἐστιν ἥλιος δικαιοσύνης, εἷς Χριστὸς, ἐν δύο ἀδιαιρέτως ταῖς φύσεσι γνωριζόμενος. Ἔστι μὲν οὖν τὸ μὲν σῶμα τὸ ἅγιον περιγραπτόν. Οὐ γὰρ ἐν Θαβὼρ ἱστάμενον, ἔξω τοῦ ὄρους ἐφικνεῖτο· ἡ δὲ θεότης ἀχώρητος, ἐν πᾶσιν οὖσα, καὶ πάντων ἐπέκεινα. Καὶ τὸ σῶμα λάμπει ὡς ὁ ἥλιος· τοῦ γὰρ σώματος τοῦ φωτὸς ἡ ἔκλαμψις γέγονε. Κοινὰ γὰρ πάντα τῆς ἑνὸς σεσαρκωμένου Θεοῦ Λόγου γεγένηται, τά τε τῆς σαρκὸς καὶ τῆς ἀπεριγράπτου θεότητος· ἕτερον δὲ τὸ ἐξ οὗ κοινὰ τὰ τῆς δόξης αὐχήματα, καὶ ἕτερον ἐξ οὗ κοινὰ τὰ πάθη γνωρίζεται.

Ἐκνικᾷ δὲ τὸ θεῖον, καὶ μεταδίδωσι τῆς οἰκείας λαμπρότητος καὶ δόξης τῷ σώματι, αὐτὸ καὶ ἐν πάθεσι πάθους μένον ἀμέτοχον. Οὕτως ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· οὐχ ὅτι μὴ τοῦ ἡλίου ὑπῆρχε λαμπρότερον, ἀλλ᾽ ὅσον ἐχώρουν καθορᾷν οἱ βλέποντες. Πῶς γὰρ, εἰ πᾶσαν ὑπέδειξεν τὴν τῆς δόξης φανότητα, οὐκ ἂν κατεφλέχθησαν;

Ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος. Ὅπερ γὰρ ἐν αἰσθητοῖς ἥλιος, τοῦτο ἐν νοητοῖς Θεός. Τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ ὡς τὸ φῶς. Ὥσπερ ἕτερον μὲν ὁ ἥλιος· πηγὴ γάρ ἐστι φωτὸς, καθορᾶσθαι τρανῶς μὴ δυνάμενος· ἕτερον δὲ τὸ φῶς τὸ ἐξ αὐτοῦ πρὸς γῆν ἀφικνούμενον· ὁρᾶται γὰρ καὶ προσβλέπεται Θεοῦ σοφίας καὶ φιλανθρωπίας ἐνεργείᾳ, ὡς ἂν μὴ παντελῶς ἀμέτοχοι τῶν καλῶν κατασταίημεν· οὕτω τὸ μὲν πρόσωπον λάμπει τρανότατον ὡς ὁ ἥλιος, ὡς δὲ φῶς λευκαίνεται τὰ ἱμάτια, μεταδόσει τοῦ θείου φωτὸς ἀγλαϊζόμενα.