Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου

Ἰωάννης ὁ Δαμασκηνός

Προοίμιο και θεολογική θεμελίωση της εορτής

Εισαγωγή στη σημασία της Υπαπαντής, ιστορική αναδρομή στη δημιουργία και την πτώση, και δογματική έκθεση της ενανθρωπήσεως του Θεού Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 5

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου, πρεσβυτέρου τοῦ Δαμασκηνοῦ, λόγος εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἶχε μὲν ἡ τῶν γενεθλίων πανήγυρις σάρκωσίν τε τοῦ ἐμοῦ δεσπότου καὶ κάθοδον καὶ θεοῦ τὴν ἄφραστον κένωσιν, περὶ ὧν καὶ τὰ εἰκότα συνεορτάσαμεν γένος ἅπαν καὶ ἡλικία πᾶσα κοινὴν τὴν εὐφροσύνην στησάμενοι, νυνὶ δὲ ἄλλη τοῦ σωτῆρος πανήγυρις καὶ ἄλλο τὸ ἐπὶ ταύτῃ μυστήριον. Ὅθεν καὶ ἔνθους ὑφ’ ἡδονῆς αὐτός τε γίνομαι ὅλος καὶ τὸν λόγον ἔχω σκιρτῶντα καὶ ἐναλλόμενον· ἱερὰν γὰρ οὗτος τοῦ δεσπότου μέλλει προσαγγέλλειν τὴν ἀπαντήν, ἥν, οὐχ ὅπως ἡ κάτω φύσις καὶ καθ’ ἡμᾶς, ἀλλὰ καὶ αὐτὴ δήπου ἡ ὑπὲρ ἡμᾶς καὶ οὐράνιος ὕμνησέ τε καὶ ἐμεγάλυνε καὶ τὸ ὑπερβάλλον κατεπλάγη τοῦ πράγματος. Ἀλλ’ ἐπεὶ τὰ μεγάλα καὶ ὑπερφυῆ οὐ θαυμάζειν οἴδαμεν μόνον, ἀλλὰ καὶ ὑμνεῖν καὶ γεραίρειν, ὃ καὶ διανοίας εὐγνώμονος καὶ λόγου τοῦ γε ἀληθῶς κρείττονος, οὐκ ἀπὸ σκοποῦ ἔσται ἡμῖν, καὶ τὰ τοῦ παρόντος ὑπελθεῖν λόγου καὶ τὸν ἐνόντα πόθον γνωρίσαι, ὡς ἂν καὶ ψυχαῖς ταῖς φιλεόρτοις συνεορτάσωμεν καὶ τῇ πανηγύρει τὸ εἰκὸς ἐκπληρώσωμεν.

Εἰ δὲ φαῦλος ὁ λόγος, ἀλλ’ οὐ παρὰ τοῦτο καὶ παραίτησις ἔσται τούτῳ τὴν ἐγχείρησιν ἀποτρεπομένῳ· οἶδε γάρ, ὡς πρόθεσις ἐπὶ τοῦ παρόντος, ἀλλ’ οὐχὶ λόγος ὁ συνεισφέρων, παρ’ ὅ μοι καὶ τὸ θαρρεῖν μάλιστα οὐδενὸς ἧττον ἔχοντι ταύτην, ἀλλ’ εἰ μὴ μέγα εἰπεῖν καὶ πολλοὺς ὑπερβάλλοντι.

Οὐκοῦν μοι διὰ τοῦτο καὶ προϊέτω ὁ λόγος καὶ πρὸς τὴν ὑπαντὴν ὑπαντάτω θεοῦ ὡς ἐφικτὸν διιὼν τὰ θαυμάσια, πάντως δὲ οὐκ ἄκαιρον τούτῳ πρότερον εἰπεῖν περὶ τῶν προτέρων καὶ ὧν ἐτύχομεν πάλαι, εἰθ’ ἑξῆς ἐρεῖν περὶ τῶν παρόντων καὶ δι’ ἃ ἡμῖν ἡ πανήγυρις· εἰ γὰρ διὰ τὸν πεσόντα ἐμὲ λόγος ἅπας καὶ ἅπαν μυστήριον, ἥδιον τοῖς ἀκούουσιν ἔσται, ἄνωθέν τε τὰ πεπραγμένα πυθέσθαι καὶ ὅπως ὁ πλάσας ἡμᾶς καὶ παραγαγὼν εἰς τὸ εἶναι ἀπ’ ἀρχῆς ἐν ἡμῖν τὴν οἰκείαν χρηστότητα κατεβάλετο.

Ἐπειδὴ τοιγαροῦν ὁ ἀγαθὸς ἡμῶν κύριος μετὰ τὸν νοητὸν κόσμον καὶ τὸν αἰσθητὸν τοῦτον ἐδημιούργησεν οὐκ ἔκ τινος προϋποστάσης ὕλης, ἀλλ’ αὐτὴν τὴν ὕλην προϋποστήσας τοῖς εἴδεσι, δημιουργεῖ καὶ τὸν ἄνθρωπον μετὰ πάντων ψυχὴν αὐτῷ νοερὰν χαρισάμενος καὶ κατ’ εἰκόνα ποιήσας ἰδίαν· ὃν καὶ ἄρχοντα τῶν ἐπιγείων καταστησάμενος, φυτεύει τούτῳ κατὰ ἀνατολὰς καὶ παράδεισον ἡδὺν μὲν ὄντα τὴν ὅρασιν, ἡδύτερον δὲ ὡς εἰκὸς τὴν ἀπόλαυσιν.

Ὡς ἂν δ’ ἔχοι οὗτος καὶ ἐντολήν τινα πείθουσαν εἰδέναι τὸν πλάσαντα, δίδοται πρόσταγμα τούτῳ, ὧν τε μεταληπτέον ἐξέσται τῶν ἐν τῷ παραδείσῳ φυτῶν καὶ οὗ μηδαμῶς προσαπτέον· ξύλον δὲ γνώσεως τὸ κεκωλυμένον ὠνόμαστο. Ἀλλ’ οὐκ οἶδ’, ὅ τι παθὼν ὁ τὴν ἐντολὴν εἰληφὼς ἀλογεῖ μὲν τοῦ προστάξαντος, τῷ δὲ ἐχθρῷ πείθεται ὄφεως ἁλοὺς συμβουλίᾳ καὶ ἀπάτῃ γυναικὸς χειρωθείς, ἣν βοηθὸν ἔλαβεν.

Ἐντεῦθεν καὶ τοῦ παραδείσου ἐκβάλλεται καὶ τῶν δεδομένων ἀφαιρεῖται, ἵνα γνῷ ἀκριβῶς, ὡς, εἰ κατὰ καιρὸν τοῦ φυτοῦ μετειλήφει, θεὸς ἂν κατὰ χάριν ὡράθη καὶ θεοῦ πρὸς ἀξίαν ἀνήχθη, νῦν δὲ ἡ ἀπάτη καὶ τὸ ἀκαίρως μετειληφέναι αἰσχύνην τε αὐτῷ καὶ ὄνειδος ὦφλε καὶ τὸ γύμνωσιν τὴν ἰδίαν ᾐσθῆσθαι καὶ ζητεῖν, πῶς ἄρα ταύτην περικαλύψειεν· ὅς γε τὸ ἀπ’ ἐκείνου καὶ εἰς τὸν πολυπαθῆ τοῦτον μετέπεσε βίον τοῖς χείροσιν ἀεὶ ὑπαγόμενος καὶ τῷ ἀπατήσαντι ἐφεπόμενος, ᾧ καὶ νόμος μετὰ ταῦτα δοθεὶς καὶ χρησμοὶ ἄνωθεν καὶ ἀπειλαὶ καὶ σημείων ἐπιδείξεις, πρὸς δὲ καὶ προφῆται καὶ προφητεῖαι, ὡς ἄν, εἰ μὴ διὰ πάντα, ἀλλὰ δι’ ἕν γε τούτων θεὸν ἐπιγνοίη τὸν πλάσαντα. Οὐκ ἦν τούτῳ οὐδ’ οὕτως τὰ κρείττω ἑλέσθαι καὶ τῆς κακίας ἀφέξεσθαι.

Τί οὖν; Ὁ πλάστης σπλάγχνοις τῆς ἑαυτοῦ χρηστότητος ἐπικάμπτεται καὶ τῷ πεσόντι συγκαταβαίνει, ἵνα κἂν οὕτως ἐκσπάσῃ τοῦ πτώματος καὶ ἄνω θείη τὸν ἄνωθεν ὄντα καὶ πρὸς τὰ ἄνω καλούμενον, ἀμέλει καὶ σάρκα τὴν πεσοῦσαν ἀναλαμβάνει καὶ ὅλον ἑαυτῷ συνάπτει τὸ πρόσλημμα. Περὶ οὗ δεῖ καὶ βραχέα προσυφῆναι τῷ λόγῳ διὰ τοὺς μὴ κατὰ λόγον τὴν οἰκονομίαν προσιεμένους.

Ὁ θεὸς τοιγαροῦν καὶ λόγος ἐν ἑαυτῷ τὴν ἀνθρωπείαν φύσιν ἀνειληφὼς ὅλῳ ἥνωσεν ὅλην θεοϋπόστατος σὰρξ σὺν ἐκείνῃ γενόμενος. Εἰ γὰρ καὶ μία ἡ τοῦ λόγου ὑπόστασις τῇ ἀνθρωπίνῃ καὶ ἡμετέρᾳ ἥνωται φύσει, ἀλλ’ ἐπεὶ τὸ πλήρωμα πᾶν τῆς θεότητος καὶ ἐν τῷ υἱῷ καὶ λόγῳ κατῴκει καὶ ὁλικῶς ἡ ἀνθρωπίνη φύσις καὶ ἐν τῇ προσληφθείσῃ ἐδείκνυτο, ἤδη ὅλη ἡ θεϊκὴ φύσις εἴτουν οὐσία ὅλης τῆς κάτω καὶ ἡμετέρας φύσεως μετεσχήκει. Εἰ γὰρ τὸ ἰδιάζον τῆς ὑποστάσεως καὶ τὴν μερικὴν καὶ ἄτομον ἐν ἑαυτῷ περισῴζει οὐσίαν, τὸν ἕνα φημὶ ἄνθρωπον, καὶ τὴν κοινὴν καὶ καθόλου εἴτουν τὸν ὅλον ἄνθρωπον, ἡ τοῦ ἰδιάζοντος πάντως δήλωσις καὶ τοῦ κοινοῦ ἐμφαίνει τὴν δήλωσιν καὶ ἡ ἄτομος φύσις καὶ διαφέρουσα ὅλην τὴν φύσιν καὶ ἡνωμένην παρίστησιν.

Ὥστε ὅλον ἐμὲ μετὰ τῶν ἐμῶν διὰ τοῦ φαινομένου προσλήμματος ὁ θεὸς λόγος ἀνειληφὼς ὅλον ἑαυτῷ ἀσυγχύτως ἐπισυνάπτει, διπλοῦς ὁ ἁπλοῦς γεγονὼς καὶ ληπτὸς ὁ ἄληπτος· εἰ γὰρ καὶ εἷς ἦν καὶ μετὰ τὴν πρόσληψιν, ἀλλ’ ἐκ δύο φύσεων ὁ εἷς ἦν, τῆς τε ἀνθρωπίνης καὶ θείας, ἀντιδιδούσης θατέρας τῇ θατέρᾳ τὰ ἴδια καὶ τῆς μὲν μετεχούσης καὶ λαμβανούσης, τῆς δὲ θεϊκῆς τὰ οἰκεῖα μεταδιδούσης καὶ μετεχομένης ὑπὸ τῆς ἥττονος, οὐ μὴν κατὰ φυρμὸν ἢ σύγχυσιν ἢ τροπὴν ἢ ἀλλοίωσιν τῆς ἑνώσεως γεγονυίας τῶν φύσεων, ἀλλὰ κατά τινα ἄρρητον μῖξιν καὶ κρᾶσιν ἀρρητοτέραν, ὡς καὶ μίαν τὰ συνελθόντα σῴζειν ὑπόστασιν καὶ ἐν τῷ ἑνὶ προσώπῳ δύο τὰς φύσεις γνωρίζεσθαι, ἕνα δηλονότι τὸν υἱὸν ὄντα καὶ μετὰ σάρκωσιν, ὅτι καὶ εἷς ὁ Χριστὸς ὁ δι’ ἐμὲ οὕτω κληθεὶς καὶ χρίσας ἐμὲ τὴν οἰκείαν θεότητα.