Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου

Ἰωάννης ὁ Δαμασκηνός

Προφητικές αποκαλύψεις του Συμεών και η μαρτυρία της προφήτιδας Άννας

Ερμηνεία της προφητείας περί του Χριστού ως σημείου αντιλεγόμενου και της ρομφαίας της Θεοτόκου, καθώς και η αλληγορική σημασία της παρουσίας της Άννας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 5

Ἔφη γάρ, ὡς οὗτος ὁ ταῖς αὐτοῦ ἀγκάλαις ἐνειληθεὶς εἰς πτῶσιν κεῖται πολλῶν καὶ ἀνάστασιν καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Τοῦτο δέ, εἰ καὶ ἄλλην ἀπορρητοτέραν τὴν διάνοιαν ἔχει, οὐχ ἡμέτερον τέως εἰπεῖν. Τὸ γοῦν δόξαν καὶ ἄλλοις καὶ ἡμῖν ἐρεῖν δυνατόν. Τοιοῦτον δὴ τί ἐστιν; Ὅτι, ἐπεὶ λαὸς ὁ τῶν ἐθνῶν πτῶμα μὲν πρότερον ἔκειτο χαλεπόν, νῦν δ’ ἀνέστη καὶ πτῶσιν ἔλιπε τὴν προτέραν, ὁ δ’ Ἰσραηλίτης λαὸς ὁ καὶ ἔθνος ἅγιον ὀνομασθεὶς στάσεως μὲν τῆς ἰδίας ἐξέστη, ἐκλίθη δ’ εἰς πτῶσιν, τὸν ἐπ’ αὐτοὺς ἥκοντα μὴ δεξάμενοι, εἰκότως ὁ Συμεὼν τοῦτο προφητεύων ἀνεῖπεν, ὅτι καὶ πτῶσις ὁ Χριστὸς καὶ ἀνάστασις ἐπεκλήθη, ὡς καὶ λίθος ἄρα προσκόμματος τῷ τοὺς μὲν ἐπ’ αὐτῷ πεπτωκέναι, τοὺς δ’ ἀνεστακέναι θαυμασιώτατα.

Εἰ δ’ ὁ αὐτὸς Χριστὸς οὐκ ἄλλων μὲν γέγονε στάσις, ἄλλων δὲ ὡς εἰπεῖν πτῶσις, ἀλλὰ τῶν αὐτῶν τοῦτο κἀκεῖνο, δόξει καὶ τοῦτο πρὸς λόγον εἰρῆσθαι· εἰ μὴ γὰρ πρότερον τὰ χείρω ἐν ἡμῖν καταπέσῃ, οὐκ ἂν τὰ κρείττω διαναστῇ. Πιπτούσης τοιγαροῦν τῆς κακίας ἡ ἀντικειμένη ταύτῃ ἀνίσταται ἀρετή· ἐπειδὴ γὰρ ἄμεσος ἡ τῶν ἑκατέρων ἐναντιότης, ἡ πτῶσις θατέρου ἀνάστασις τοῦ ἄλλου εἰκότως, ὥστε, ἐπεὶ ἀνένδεκτον ἄμφω συνεῖναι, ἕτερον τῷ ἑτέρῳ ἐπισυμβαίνει. Πίπτει οὖν ἡ ἀκολασία, ἀνίσταται δ’ ἀντὶ ταύτης ἡ σωφροσύνη, καὶ πίπτει ἡ ἀδικία, στάσιν δὲ ἡ δικαιοσύνη λαμβάνει, καὶ ἕκαστον ὡς εἰπεῖν τῶν ἀντικειμένων τὴν ἴσην ὑφίσταται διὰ μάχην, ὡς εἶναι λοιπὸν ἐπὶ τοῦ αὐτοῦ καὶ στάσιν καὶ πτῶσιν καὶ ἐν τῷ ἑνὶ εἴτε γένει, εἴτε εἴδει ὁρᾶσθαι ἀμφότερα.

Εἰκότως οὖν καὶ ὁ Χριστὸς ἀνάστασις τῶν αὐτῶν καὶ πτῶσις ἐκλήθη καὶ εἰς τοῦθ’, ὃ Συμεὼν τοῦτον κεῖσθαι προεῖπεν, ὡς τοὺς αὐτοὺς διὰ τὸν ἑκάτερα ὠνομασμένον παθόντας ἑκάτερα μάλιστα. Ἔχει δὲ ὁ λόγος καὶ ἄλλο περὶ τοῦ προκειμένου εἰπεῖν, ὅτι, ἐπεὶ ὁ Χριστὸς θεὸς καὶ ἄνθρωπος ὢν διπλᾶ πάντα εἶχεν ἐν ἑαυτῷ διὰ τὸ διπλοῦν καὶ τῶν φύσεων, τοῖς μὲν τῷ ταπεινῷ προσπταίουσι τοῦ σαρκίου καὶ μηδὲν θεοπρεπὲς μητ’ ἐννοοῦσι μήτε λέγουσι πτῶσις ἦν δήπου, ἀνάστασις δὲ πάλιν τοῖς τὸ σταθερὸν τῆς θείας οἰκονομίας ἐπεγνωκόσι καὶ ἐν τῷ παγίῳ ὀχουμένοις καὶ βαίνουσιν.

Ἐπεὶ δ’ οὗτος καὶ εἰς σημεῖον ἀντιλεγόμενον ἔκειτο, τοῦτο πάντως τὸ τοῦ σημείου ἐμφαίνει ἀμφίβολον, ὅτι πολλοῖς συνέβη περὶ τὴν οἰκονομίαν ζυγομαχῆσαι καὶ ἀμφιρρεπεῖς ἕξειν τὰς γνώμας. Τί γάρ; Οἱ μὲν σάρκα τοῦτον ἀνειληφέναι ἔλεγον, οἱ δ’ οὐκ ἀνειληφέναι· οἱ μὲν σῶμα κατὰ ἀλήθειαν ἑαυτῷ οὐσιῶσαι, οἱ δὲ φαντασίᾳ τὴν οἰκονομίαν πληρῶσαι· οἱ μὲν οὐράνιον τοῦτο, οἱ δ’ ἐκ τῶν κάτω προσειλημμένον· οἱ μὲν ἄψυχον σῶμα καὶ ἄνουν, οἱ δ’ ἔμψυχον καὶ νοερὸν προσλαβέσθαι, καὶ ὅσα ἄλλα ἀντιλέγοντες καὶ τὰς γνώμας σχιζόμενοι ἔφασκον.

Καὶ περὶ μὲν τοῦ παιδίου ὁ Συμεὼν ταῦτα καὶ προειρήκει καὶ προηγόρευσε καὶ τοῖς πᾶσι καταφανῶς ἔδειξεν, ὡς καὶ νοῦς τούτῳ καὶ γλῶσσα θεόληπτος, δι’ ὧν τὰ τηλικαῦτα ἐφθέγξατο. Λοιπὸν δὲ καὶ πρὸς τὴν ἐκείνου μητέρα τρέπει τὸν λόγον καὶ ταῦτά φησι· Καὶ σοῦ δὲ αὐτῆς ῥομφαία διελεύσεται τὴν καρδίαν, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Ἡμῖν δ’ ὡς ἐγχωροῦν καὶ περὶ τούτων ὁ λόγος διίτω ἁπλῇ καὶ ἀκατασκεύῳ χρώμενος κἀνταῦθα τῇ διηγήσει. Ἡ παρθένος τοίνυν καὶ θεόπαις, ἐπειδὴ μετὰ τὴν ἄρρητον σύλληψιν ἐκείνην, μετὰ τὴν ἄσπορον γέννησιν, μετὰ θαυμάτων τοσούτων ἐπίδειξιν τὸν υἱὸν εἶδε σταυρούμενον καὶ ἐπὶ κόρρης τυπτόμενον καὶ χλεύην καὶ σκώμματα ὑφιστάμενον, ἔπαθέν τι ὡς εἰκὸς τὴν ψυχὴν καὶ σάλον ὑπέστη ἔνδον καὶ κραδασμὸν τοὺς λογισμοὺς ἀναμοχλευομένη καὶ οὐκ ἔχουσα συμβαλεῖν, ὅτου ἕνεκα καὶ διὰ τί πάσχοι ταῦτα πρὸς τῶν παρανομούντων καὶ πῶς ἄρα θεὸς ὢν καὶ δεσπότης τοῖς ἀπρεπέσιν ἐκδίδοται τούτοις, καὶ οἷς ἂν οὐδ’ ὁ πάντων ἀνομώτατος ἐκδοθείη. Ταῦθ’ ὁ Συμεὼν ῥομφαίαν τῆς παρθένου ὠνόμασε, ταῦτα τὴν ἐκείνης καρδίαν ὀδυνῆσαι προήγγειλε τὸν πειραστικὸν λόγον, τὸν κριτικὸν τῶν ἐννοιῶν οὑτωσί πως καλῶν.

Εἰ γὰρ καὶ θεοῦ ταύτην ᾔδει μητέρα, ἀλλά γε καὶ τῷ υἱῷ συναλγῆσαι διὰ τὸ πάθος προῄδει καὶ ὡς οὐχ ἧττον ἐκείνου τὴν καρδίαν διαπαρῆναι οὐχ ἥλοις, οἷσπερ ἐκεῖνος, ὃ καὶ βέλτιον ἔδοξεν ἄν, ἀλλ’ ὠδῖσι καὶ λύπαις σμυχούσαις τὰ ἔνδον καὶ τιτρωσκούσαις καὶ ἀφόρητον ἐμποιούσαις τὴν ἀλγηδόνα, ὡς ἐντεῦθεν λοιπὸν καὶ πρὸς σάλον καὶ τάραχον ὑπαχθῆναι καὶ καρδίαν καὶ λογισμοὺς διασαλευθῆναι, τοῦ πάθους οὕτως ἐκείνην διακυκήσαντος.

Τὸ δ’ ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί, τοῦτ’ οἶμαι δηλοῖ, ὅτι μετὰ τὸν σκανδαλισμὸν τὸν ἐπὶ τῷ σταυρῷ, μετὰ τὸν πολὺν σάλον ἐκεῖνον, ὃν αὐτή τε ἡ τεκοῦσα ὑπέστη καὶ σὺν ἐκείνῃ οἱ μαθηταί, ἐπεὶ καὶ τούτους πλέον ὁ σάλος διακατέσχεν, ἴασίς τις καὶ γαλήνη σταθερὰ ἐπακολουθήσει καὶ τὴν αὐτῶν ἐπικαταλάβοι καρδίαν ἀποκαλύπτουσα τὴν αὐτῶν πίστιν καὶ ἐπιβεβαιοῦσα καὶ μειζόνως τὴν εἰς θεὸν ἀγάπην ἐμφαίνουσα, —ἢ τὸ ἀποκαλυφθῆναι τοὺς τῶν πολλῶν διαλογισμοὺς τοῦτο ἐπισημαίνειν, τὸ δήλους καὶ σαφεῖς τοῖς ἀνθρώποις τούτους γενέσθαι, καὶ μάθοιεν οἱ πολλοί, τίς μὲν ὁ τὸν θεὸν ἀγαπῶν καὶ μέχρι θανάτου τὴν ἀγάπην μὴ παρατρέψας, τίς δ’ ὁ ἐπίπλαστον ἔχων ταύτην καὶ εὐέλεγκτον δείξας, καὶ τίς μὲν ὁ καὶ σταυρουμένῳ συμπαραμείνας, τίς δ’ ὁ καὶ τῷ σταυρῷ ἐπεμβαίνων καὶ ἐπισπεύδων μάλιστα τὴν ἀναίρεσιν· τούτων γὰρ ἁπάντων δῆλοί τε καὶ ἐμφανεῖς οἵ τε ἔνδοθεν λογισμοὶ καὶ αἱ ἔξωθεν κινήσεις καὶ πράξεις τοῖς ἀνθρώποις γεγόνασιν.

Ἀλλὰ γὰρ οἱ μὲν περὶ τοῦ Συμεὼν λόγοι πέρας ἡμῖν ἐχέτωσαν θεοῦ τε ἀτεχνῶς ὄντες λόγοι καὶ παρὰ θεοῦ τῷ θεολήπτῳ χρησμῷ δηθέντες. Καιρὸς δ’ εἰπεῖν καὶ περὶ τῆς προφήτιδος Ἄννης, ἧς τὴν ἀρετὴν καὶ τὴν ἄλλην σεμνότητα τὸ θεῖον παρίστησιν εὐαγγέλιον. Αὕτη γὰρ ἡ σώφρων καὶ γηραιὰ ἐτῶν μὲν ὀγδοήκοντα καὶ τεσσάρων ἐτύγχανε, τὰ μὲν ἑπτὰ τούτων ἀνδρὶ συνοικήσασα, ἐξ ὅτου καὶ παρθενίαν εἵλετο, τὰ δ’ ἄλλα πάντα σεμνῶς καὶ σωφρόνως βιώσασα, μήποτε ἀφισταμένη τοῦ ἱεροῦ, μὴ νηστείαν λιποῦσα, ἣν ἡλικιῶτιν ἑαυτῇ εἴληφε, μὴ εὐχήν, μὴ ὁμιλίαν τὴν πρὸς τὸν θεόν, μὴ ἄλλο μηδέν, ὧν ἐχρῆν, ὑστερήσασα, ἀλλὰ καὶ πάντα ὁμοῦ μετιοῦσα καὶ μεθ’ ὑπερβολῆς ἕκαστον. Αὕτη κατὰ τὸ εἰθισμένον τῷ ἱερῷ ἐπιστᾶσα καὶ θεὸν νηπιάσαντα κατιδοῦσα καὶ τὸ μέγα τοῦτο θαῦμα διεκπλαγεῖσα ἀνθωμολογεῖτο αὐτῇ τῇ ὥρᾳ τῷ θεῷ καὶ ἐλάλει, λύτρωσιν ἔσεσθαι ἤδη τοῖς ταύτην ἐκδεχομένοις καὶ μένουσιν.

Εἰ δ’ ὁ εὐαγγελιστὴς καὶ πατρίδος ἐκείνης καὶ γένους ἐμνήσθη καὶ φυλῆς, ἧς ἐφύη, ἀλλὰ τοῦτο δοκεῖ μοι ποιῆσαι διὰ τὸ καὶ ἄλλας τηνικαῦτα ὁμωνύμους ἐκείνῃ τυγχάνειν, ἃς εἰκὸς καὶ ἀρετὴν μετιέναι καὶ τῶν ἴσων σπουδασμάτων μὴ ἐλλιμπάνειν, ὧν ἀποκρίνων τὴν εἰρημένην καὶ μεῖζόν τι ἔχειν ἐκείνων δεικνύων πρὸς ῥῆμά τε διεξῄει τὰ κατὰ ταύτην καὶ λόγῳ σεμνῷ τὴν σεμνοτάτην ἐκόσμησεν. Εἰ δὲ πρεσβῦτις αὕτη καὶ τό τε φρόνημα πολιὰ καὶ τὸν χρόνον, ἀλλὰ καὶ τοῦτο πάντως μεῖζον ἐγκώμιον ταύτης καὶ τοῦ λοιποῦ βίου συμπλήρωμα.

Ἐρεῖ δέ τις ἴσως, ὅτι πρὸς τοῖς ἄλλοις καὶ τοῦ γήρως ταύτης ὁ λόγος ἐμνήσθη, τῷ βεβιωκέναι ἤδη κατὰ τὸν γηράσαντα νόμον, οὗ τὴν παλαιότητα καὶ τὸ ἔξωρον αὐτή τε ὑπέγραφεν ἀριδήλως, καὶ ὡς ἄλλον ἥξειν τὸν καινὰ πάντα εἰσάξοντα ὑπενέφαινεν. Ἀλλὰ γάρ, ἐπεὶ νῦν ἡμῖν τὰ μὲν παλαιὰ ἅπαντα παρῳχήκει, καινὰ δ’ ἕτερα ἀντεισήχθη, καὶ νόμος καὶ λόγος καὶ βίος, πρὸς τούτοις καὶ πάντα ὁμοῦ, ἀντισχώμεθα τῶν δοθέντων, ῥίψωμεν τὰς σκιάς, ἑλώμεθα τὴν ἀλήθειαν, ἐν καινότητι ζωῆς περιπατήσωμεν, μή τις ἐν ἡμῖν παλαιότης, μή τις βίος γηράσκων καὶ παλαιοῖς τύποις ῥυσσούμενος. Οἴδαμεν, ὅπως ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνετάφη, ὅπως ἐνεκρώθη σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.