Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸ ἅγιον σάββατον

Ἰωάννης ὁ Δαμασκηνός

Δογματική έκθεση για την Αγία Τριάδα, τη δημιουργία και την πτώση

Θεολογική ανάλυση της ομοουσίου Τριάδας, της δημιουργίας του κόσμου και της πλάσης του ανθρώπου, καθώς και της παρακοής και της έκπτωσής του στη φθορά λόγω της απάτης του διαβόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 8

δʹ. Πάντων μὲν αἴτιος ὁ Θεὸς, αὐτὸς δὲ οὐκ ἔκ τινος, διὸ καὶ ἀγέννητος· λόγον ἔχων ἐνυπόστατον, συναΐδιον, ἐξ αὐτοῦ ἀῤῥεύστως καὶ ἀχρόνως γεννώμενον, οὐδέποτε τοῦ Πατρὸς χωριζόμενον· τέλειον Θεὸν, τῷ γεγεννηκότι κατὰ πάντα ὅμοιον, πλὴν τῆς ἀγεννησίας, ἕν τε οὐσίᾳ καὶ δυνάμει, βουλήσει τε καὶ ἐνεργείᾳ, βασιλείᾳ τε καὶ κυριότητι· οὐκ ἀναίτιον· ἐκ τοῦ Πατρὸς γάρ· οὐκ ἀπὸ χρόνου ἀρξάμενον· οὐ γὰρ ἦν ποτε ὁ Πατὴρ, ὅτε οὐκ ἦν ὁ Υἱός· Υἱοῦ γὰρ Πατὴρ ὁ Πατὴρ, καὶ οὐκ ἔσται ὁ Πατὴρ μὴ ὄντος Υἱοῦ, ἅμα τῷ Πατρὶ τὴν ὕπαρξιν ἔχοντος ἀδιαστάτως ἐξ αὐτοῦ γεννώμενον, καὶ ἐν αὐτῷ ἀνεκφοιτήτως μένοντα, σοφίαν ὄντα τοῦ γεγεννηκότος, καὶ ἐνυπόστατον δύναμιν, φύσει Θεὸν, τῷ Πατρὶ ὁμοούσιον, οὐκ ἄνευ Πνεύματος γνωριζόμενον· καὶ Πνεῦμα γὰρ ἅγιον τοῦ Πατρὸς ἐκπορεύεται, ὁμοσθενὲς, ταυτοτελὲς, ταυτουργὸν, ταυτοδύναμον, συναΐδιον, ἐνυπόστατον, οὐχ ὑϊκῶς, ἀλλ᾽ ἐκπορευτῶς προερχόμενον· ἄλλος οὗτος τῆς ὑπάρξεως ὁ τρόπος, θεῖος καὶ ἄληπτος· τῷ Πατρὶ καὶ τῷ Υἱῷ κατὰ πάντα ὅμοιον ἀγαθὸν, ἡγεμονικὸν, Κύριον, δημιουργὸν, φύσει Θεὸν τῷ Πατρὶ καὶ τῷ Υἱῷ ὁμοούσιον, συμβασιλεῦον, συνδοξαζόμενον, συμπροσκυνούμενον ὑπὸ πάσης τῆς κτίσεως.

Τοῦτ᾽ ἡμῖν ἐστι τὸ λατρευόμενον. Πατὴρ Υἱοῦ γεννήτωρ ἀγέννητος· οὐ γὰρ ἔκ τινος· Υἱὸς τοῦ Πατρὸς γέννημα, ὡς ἐξ αὐτοῦ γεγεννημένος· Πνεῦμα ἅγιον τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον, ὅπερ καὶ τοῦ Υἱοῦ λέγεται, ὡς δι᾽ αὐτοῦ φανερούμενον, καὶ τῇ κτίσει μεταδιδόμενον, ἀλλ᾽ οὐκ ἐξ αὐτοῦ ἔχον τὴν ὕπαρξιν. Εἷς Θεὸς, ὅτι μία θεότης, μία δύναμις, μία οὐσία, μία βούλησις, μία ἐνέργεια, ἀμέριστος ἐν μεμερισμέναις μόναις ταῖς ὑποστάσεσιν, ἤτοι ταῖς τῆς ὑπάρξεως ἰδιότησι.

Μόνῳ γὰρ τῷ Πατρὶ τὸ ἀγέννητον, Μόνῳ τῷ Υἱῷ τὸ ἐκ τοῦ Πατρὸς ἀνάρχως ἀχρόνως καὶ ἀϊδίως γεγεννῆσθαι, καὶ τὸ ἐκπορεύεσθαι ἀχρόνως καὶ ἀϊδίως μόνῳ τῷ Πνεύματι. Τριὰς μία, ἁπλῆ, ἀσύνθετος, οὐσία ἄπειρος, φῶς ἀκατάληπτον, δύναμις ἀπεριόριστος, πέλαγος ἀγαθότητος, εἷς Θεὸς ἐν τρισὶ τελείαις ταῖς ὑποστάσεσιν ἀμερίστως δοξολογούμενος.

εʹ. Αὐτὸς ἐκ μὴ ὄντων ἀγγέλους ἐποίησεν, οὐρανὸν, γῆν, καὶ πάντα τὰ ἐν αὐτοῖς· πῦρ αἰθέριον, καὶ ὑδάτων ἄβυσσον· ἀέρα πνοῆς ταμιεῖον, καὶ φωτὸς διειδέστατον ὄχημα, πόλον δεύτερον ἐν ὕδατι στερεούμενον, τῶν μεταρσίων τε καὶ ἀβυσσίων ὑδάτων μεταίχμιον, ὃ δὴ καὶ οὐρανὸν κέκληκε· φαέθοντα ἥλιον, ἡμέρας καὶ νυκτὸς διπλοδρόμον ἐργάτην, πάντα φρυκτωροῦντα τοῖς ἀγλαοῖς ἀμαρύγμασι· σελήνην τὴν νύκτα καταφωτίζουσαν, καὶ τῆς ἡλιακῆς αἴγλης συγκιρνῶσαν τὴν φλόγωσιν· ἄστρα δὴ ταῦτα τοῦ στερεώματος ὡραΐσματα· καὶ πάντα δὴ τὰ ἐπίγεια· ἄνθη παντοδαπὰ καὶ πολύχρηστα, σπερματίζοντα χόρτον, ξύλα κάρπιμα, κόσμον τῇ γῇ ὡραιότατον· ζώων παντοῖα φῦλα τοῖς ὕδασιν ἐννηχόμενα, κήτη μεγάλα τε καὶ ἐξαίσια· ἑρπετῶν ποικίλα γένη, καὶ πετεινὰ πτερωτὰ, ἐξ ὑδάτων μὲν γέννησιν ἔχοντα, τῷ ἀέρι δὲ ἐνιπτάμενα, καὶ ἐν χθονὶ διαιτώμενα· ζῶα πάλιν ἐκ γῆς, καὶ θηρία ἀτίθασσα, κτηνῶν τε χειροήθη συστήματα· πάντα ὁμοῦ τῆς οἰκείας μεγαλουργίας ἔνδειγμα, καὶ τοῦ κατ᾽ εἰκόνα θείαν πλασθησομένου ἑστίασιν.

ϛʹ. Ἔσχατον δὲ πάντων, ὥσπερ τινὰ βασιλέα, τὸ πολυθρύλλητον ζῶον τὸν ἄνθρωπον, οἰκείᾳ χειρὶ καὶ εἰκόνι τιμώμενον, ἐκ γῆς μὲν τὸ σῶμα διαρτίσας, τὴν δὲ ψυχὴν τῷ θείῳ δημιουργήσας καὶ ζωοποιῷ ἐμφυσήματι· ὃ δή φημι τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ζωοποιὸν καὶ δημιουργὸν, καὶ τελειοῦν, καὶ ἁγιάζον τὰ σύμπαντα· οὐ πρότερον προϋπάρξασαν ἐμπεδήσας τῷ σώματι (ἄπαγε τῆς Ὠριγένους φληναφείας τὸ δυσηχές τε καὶ ἄτοπον), ἀλλ᾽ ἐν τῇ συνθέτῳ διαπλάσει ἐκ τοῦ μὴ ὄντος αὐτὴν συστησάμενος.

ζʹ. Τοῦτον δὴ, τοῦτον τὸν ἄνθρωπον, ὃν κατ᾽ οἰκείαν εἰκόνα νοερὸν ὁμοῦ καὶ λογικὸν κατεσκεύασε, πνεῦμα ζωῆς φέροντα, ἐν κοινωνίᾳ τῆς ἑαυτοῦ καθίστησι χάριτος, παραδείσου τε πολιοῦχον πεποίηκεν, ὃν κατ᾽ ἀνατολὰς πεφυτούργηκεν. Ἐδὲμ γὰρ τὴν τρυφὴν Ἑβραίων παῖδες κατονομάζουσι· μακαρίαν αὐτῷ καὶ πανολβίαν βιοτὴν χαρισάμενος, μερίμνης ἁπάσης ἀπηλλαγμένην καὶ ἄνετον, ἐξ ἧς ἐδραπέτευεν ἅπασα ὀδύνη, λύπη, καὶ στεναγμός. Οἷα γάρ τις ἄγγελος ἄλλος ἐπὶ γῆς διαιτώμενος, ὕμνει τὸν Θεὸν τὸν ποιήσαντα, θείων ἐννοιῶν ἐμφορούμενος, διὰ πάσης τῆς κτίσεως πρὸς τὸν γενεσιουργὸν ἀγόμενος, ἐφ᾽ ᾧ καὶ πεπλαστούργητο. Τοῦτο γάρ τις, οἶμαι, τὸ ξύλον εἶναι τῆς ζωῆς λέγων τὸ πᾶν καὶ πλῆρες, ἀδιαίρετον, μόνην τε τοῦ καλοῦ φέρον τὴν μέθεξιν, ἀναγωγῆς τρόπῳ οὐχ ἁμαρτήσεται.

ηʹ. Ἀλλ᾽ οὐκ ἤνεγκεν ὁ τῆς κακίας εὑρετὴς, ὁ τοῦ ψεύδους πατὴρ, ὁ τοῦ φθόνου δημιουργὸς ὄφις διάβολος, ὁρᾷν ἐν εὐθηνίᾳ τῶν τοσούτων ἀγαθῶν τὸν ἄνθρωπον ἁβρυνόμενον. Ἐπιτίθεται τοίνυν αὐτῷ, τὴν τῶν ἀγαθῶν προμηθούμενος στέρησιν. Καὶ ὑποκρίνεται μὲν τὴν εὔνοιαν, ὑποσκελίζει δὲ δι᾽ ἀπάτης τὸν ἄνθρωπον, καὶ καταφέρει πτῶμα, πτωμάτων ἁπάντων ἐλεεινότατον. Καὶ σκοπεῖτε οἷον τὸ δέλεαρ.

θʹ. Τί τῶν ἁπάντων ἐστὶν ὑψηλότερον; τί δὲ μόνον ἐστὶν ὑψηλότερον; Θεὸς δηλαδὴ, ὁ πάντων ἐπέκεινα καὶ πάντων αἴτιος. Τί τοίνυν τοῦ Θεοῦ χρηματίσαι ἐρασμιώτερον; Οὐκ ἔστιν οὐδέν. Τῇ ἐφέσει ταύτῃ φενακίσας τὸν ἄνθρωπον, πείθει τοῦ ξύλου τῆς γνώσεως ἀπογεύσασθαι, τὴν γυναικείαν πρότερον λεηλατήσας ἁπλότητα. Πέφυκε γάρ πως ἡ κακία τῷ τοῦ καλοῦ προσχήματι ἐγκαλύπτεσθαι· καὶ γὰρ τὰ οἰκεῖα αἴσχη τῇ ἀρετῇ ἐπιτρίβεται· οὗ ξύλου τὴν λίχνον ἀπόγευσιν ὁ πάντα εἰδὼς συμφερόντως τῷ Ἀδὰμ ἀπεκήρυξε. Φησὶ γάρ· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ, οὐδ᾽ οὐ μὴ ἅψησθε αὐτοῦ· ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.

Εἰ δὲ καὶ ξύλον νοεῖν ἐθελήσειας πρὸς δοκιμὴν καὶ ἀπόπειραν ὑπακοῆς τε καὶ παρακοῆς πεφυτευμένον, κἀντεῦθεν ξύλον γνώσεως καλοῦ τε καὶ πονηροῦ κατωνομασμένον, ἢ καὶ γνωστικὴν παρέχον ἐνέργειαν τῆς οἰκείας τοῖς μεταλαμβάνουσι φύσεως, οὐχ ἁμαρτήσῃ τοῦ πρέποντος.

ιʹ. Ἀλυσιτελὴς δὲ ἡ τούτου γεῦσις πρὸ τελειώσεως. Ἔγνω γὰρ ἑαυτὸν γυμνὸν ὄντα γευσάμενος, καὶ σκέπην ἐπραγματεύετο, καὶ περιεσπᾶτο, καὶ ἐτυρβάζετο πρὸς τὴν τοῦ οἰκείου σώματος ἐπιμέλειαν τῆς θείας ἀποφοιτήσας κατανοήσεως, ἐντεῦθεν γυμνοῦται τῆς χάριτος, καὶ τὴν φθορὰν περιβάλλεται, καὶ πρὸς γῆν ἀποστρέφεται, καὶ τοῦ θείου παραδείσου ἐξόριστος γίνεται, καὶ ἱδρῶτα, καὶ πόνον, καὶ θάνατον κατακρίνεται. Οὐ τοῦ ξύλου τὸν θάνατον τίκτοντος· θάνατον γὰρ ὁ Θεὸς οὐκ ἐποίησεν· ἀλλὰ τῆς παρακοῆς ἐφελκομένης τὸν θάνατον. Ἐντεῦθεν λαβοῦσα νομὴν ἡ ἁμαρτία, καταδουλοῦταί με τὸν τρισάθλιον, καὶ πᾶν εἶδος κακίας ἐν ἐμοὶ κατεργάζεται, καὶ δι᾽ ἑαυτῆς ἁλίζουσα ἡδὺ σιτίον, τῷ θανάτῳ δίδωσι.