Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸ ἅγιον σάββατον

Ἰωάννης ὁ Δαμασκηνός

Εισαγωγή στο μυστήριο του Πάθους και προτροπή προς πνευματική κάθαρση

Εισαγωγικός λόγος για την αγαθότητα του Θεού, την αναγκαιότητα της ψυχικής κάθαρσης και την πρόσκληση σε συμμετοχή στο μυστήριο του Σταυρού, της Ταφής και της Ανάστασης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 8

Δʹ. Ἰωάννου ταπεινοῦ μοναχοῦ καὶ πρεσβυτέρου τοῦ Δαμασκηνοῦ, λόγος εἰς τὸ ἅγιον Σάββατον. αʹ. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τίς τὸ ἄπλετον καὶ ἀχανὲς τῆς αὐτοῦ ἀγαθότητος διηγήσεται πέλαγος; τίς τὴν ἀτέκμαρτον πρὸς τοὺς δούλους ἀγάπησιν; τίς τὴν ὑπὲρ νοῦν συγκατάβασιν; τίς τὴν περὶ ἡμᾶς εὐσπλαγχνίαν, καὶ τὴν ἐκ ταύτης ἄφραστον κηδεμονίαν; Οὐκ ἔστιν οὐδεὶς, οὐδ᾽ εἰ ταῖς γλώσσαις τῶν ἀγγέλων λαλοῖ καὶ ἀνθρώπων· οὐδ᾽ εἰ πᾶσαν ἐν ἑαυτῷ συνειληφὼς εἴη τὴν ἀνθρωπίνην σύνεσιν. Εἰ γὰρ καὶ τὸ πνεῦμα πρόθυμον, ἀλλ᾽ ἀσθενὴς ἡ γλῶσσα πρὸς τὸ λέγειν, καὶ ὁ νοῦς ἀμαυρὸς πρὸς κατανόησιν. Μέγα γὰρ ὁμολογουμένως τὸ τῆς θείας οἰκονομίας μυστήριον, οὐ νοήσει, πίστει δὲ μόνῃ χωρούμενον, ἁγνείας ψυχικῆς ἐκ φόβου θείου καὶ πόθου συνισταμένης, δεόμενον. Οὐ γὰρ ἔστιν ἄλλως ψυχῆς περιποιήσασθαι κάθαρσιν, ἢ φόβῳ θείῳ καὶ ἔρωτι. Οὐδ᾽ αὖ πάλιν θείαν ἔλλαμψιν δέξασθαι, μὴ τὸ τῆς ψυχῆς ὀπτικὸν κεκαθαρμένον γενέσθαι πρότερον. Ἀπρόσιτον γὰρ τοῖς βεβήλοις τὸ Θεῖον· μόνοι δὲ καθαροὶ τῇ καρδίᾳ τὸν Θεὸν ὄψονται, ᾖ φησι, Χριστὸς ἡ ὄντως ἀλήθεια. Ἐπεὶ καὶ ἐν τῇ πάλαι γεγενημένῃ τῷ Μωϋσῇ ἐπὶ τοῦ βάτου θεοφανείᾳ, ἀποδύσασθαι πρότερον προστάσσεται τὸ ὑπόδημα, καὶ οὕτω τῷ φαινομένῳ προσιέναι συμβόλῳ.

Ἡ δὲ τῶν ὑποδημάτων ἄρσις, τῶν νεκρῶν καὶ χαμαιζήλων ἐννοιῶν δηλοῖ τὴν ἀπόθεσιν. Καὶ αὖθις καπνιζομένου τοῦ ὄρους Σινᾶ ἐπὶ τῆς θείας νομοδοσίας, οὐ πάντες ἀνίεσαν, τοῖς δὲ ἀνιοῦσι τῇ καθάρσει ἐμετρεῖτο ἡ ἄνοδος. Εἰ τοίνυν ἐπὶ τῶν συμβόλων ἁπάσης κηλίδος ῥύψις ἐνενομοθέτητο, πόσῳ δέον εἰλικρινεῖς καὶ θεοειδεῖς αὐτοὺς ἀπεργάσασθαι τοῖς ἀληθινοῖς καὶ πρωτοτύποις προσφοιτᾷν μέλλοντας; καθαίρωμεν τοιγαροῦν ἑαυτοὺς, ὦ ἀδελφοὶ, παντὸς γηΐνου φρονήματος, καὶ τύρβης ἁπάσης, καὶ βιωτικῆς θολώσεως, ἵνα τηλαυγῶς τὰς φωτοειδεῖς μαρμαρυγὰς τοῦ θείου λόγου δεξώμεθα, καὶ τραφῶμεν τὰς ψυχὰς τῷ πνευματικῷ ἄρτῳ τῇ τῶν ἀγγέλων τροφῇ, καὶ ἐντὸς τῶν ἀδύτων γενόμενοι, γνῶμεν ἐναργῶς τὰ θεῖα πάθη τοῦ ἀπαθοῦς, καὶ παντὸς τοῦ κόσμου σωτήρια.

βʹ. Νῦν τὸ ἀπ᾽ αἰῶνος κεκρυμμένον μυστήριον ἐκκαλύπτεται· νῦν τὸ τῆς θείας οἰκονομίας κεφάλαιον ἐκπεραίνεται· νῦν ἡ κορωνὶς τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως ἐπιτίθεται· νῦν ἡ τῆς θείας ἀγάπης δημοσιεύεται ἄβυσσος. Οὕτω γὰρ τὸν κόσμον ὁ Θεὸς Λόγος ἠγάπησεν, ὡς εὐδοκίᾳ τοῦ Πατρὸς καταβῆναι πρὸς σάρκωσιν, ὡς βάρος ὑλικῆς σαρκὸς ὁ ἄϋλος ἀμφιάσασθαι, ἵνα τῷ πεφυκότι πάσχειν τὰ πάθη δεξάμενος, καὶ πάθος τῷ θανάτῳ γενόμενος, τοὺς παθητοὺς ἡμᾶς ἐνδύσῃ ἀπάθειαν. Ἐντεῦθεν πεῖνα, καὶ δίψα, καὶ ὕπνος, καὶ κάματος, λύπη τε, καὶ ἀγωνία, καὶ δειλία, ἤτοι τῆς ζωῆς οὐσιώδης ἔφεσις· ἐντεῦθεν σταυρὸς, καὶ πάθος, καὶ θάνατος, ἐκ τῆς ἡμετέρας φύσεως. Ταῦτα γὰρ αὐτῆς τὰ φυσικὰ πάθη, καὶ ἀδιάβλητα ταῦτα τῆς ἐμῆς κράσεως, ὧν τὴν πεῖραν οὐκ ἀπηνήνατο, ἵνα ἐν αὐτῷ κινηθέντα καὶ χειρωθέντα, καὶ ἡμῖν ὑποχείρια γένηται.

γʹ. Χριστὸς ἐν σταυρῷ· συνέλθωμεν, καὶ κοινωνοὶ τῶν παθημάτων, ἵνα καὶ τῆς δόξης αὐτοῦ γενώμεθα. Χριστὸς ἐν νεκροῖς· νεκρωθῶμεν τῇ ἁμαρτίᾳ. ἵνα τῇ δικαιοσύνῃ ζήσωμεν. Χριστὸς σπαργάνοις καὶ σινδόσι καθαραῖς ἐνειλίττεται· λυθῶμεν τῶν τῆς ἁμαρτίας σειρῶν, καὶ τὴν θείαν αἴγλην ἀμφιασώμεθα.

Χριστὸς ἐν τάφῳ καινῷ· ἑαυτοὺς ἐκκαθάρωμεν τῆς παλαιᾶς ζύμης, καὶ νέον γενώμεθα φύραμα, ἵνα Χριστοῦ χρηματίσωμεν καταγώγιον. Χριστὸς ἐν ᾅδῃ· πρὸς τὴν ὑψοποιὸν ταπείνωσιν συγκατέλθωμεν, ἵνα καὶ συναναστῶμεν, καὶ συνυψωθῶμεν, καὶ συνδοξασθῶμεν, τὸν Θεὸν ὁρῶντες ἀεὶ καὶ ὁρώμενοι.

Οἱ ἀπ᾽ αἰῶνος, ἐλευθερώθητε· οἱ πεπεδημένοι, ἐξέλθετε· οἱ ἐν τῷ σκότει, ἀνακαλύφθητε· ἀφέθητε, οἱ αἰχμάλωτοι· καὶ τυφλοὶ, ἀναβλέψατε· ἔγειραι, ὁ καθεύδων Ἀδὰμ, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν· ἐπεφάνη γὰρ Χριστὸς ἡ ἀνάτασις. Ἀλλ᾽, εἰ δοκεῖ, ἄνωθεν τοῦ λόγου τὴν ἀρχὴν ποιησώμεθα· οὕτω γὰρ ἂν σαφέστερος ἅμα καὶ πιθανότερος, καὶ διὰ λείας εἴη τῆς τρίβου τὴν πορείαν ποιούμενος· καί μου ἐπεύξασθε τὴν θείαν τοῦ ἁγίου Πνεύματος ἔλλαμψιν, ἧς ἄνευ οἱ σοφοὶ μὲν ἀνόητοι, καὶ μεθ᾽ ἧς οἱ ἀγράμματοι τῶν λίαν σοφῶν σοφώτεροι γίγνονται.