Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸ ἅγιον σάββατον

Ἰωάννης ὁ Δαμασκηνός

Παραινέσεις για πνευματική εγρήγορση, εσχατολογική προσδοκία και δοξολογία

Ηθικές και ασκητικές προτροπές προς τους πιστούς για έμπρακτη αγάπη, συμμετοχή στα μυστήρια, τήρηση των εντολών, υπομονή των ονειδισμών και μίμηση της ταπείνωσης του Χριστού, καταλήγοντας στη δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 8 από 8

λδʹ. Γενώμεθα τοίνυν καὶ ἡμεῖς ὅμοιοι σοφοῖς οἰκέταις προσδεχομένοις τοῦ οἰκοδεσπότου τὴν ἄφιξιν, οἳ τὸ τάλαντον λαβόντες, τοῦτο σθένει παντὶ πολυπλασιάσωμεν· ὅπως ὡς ἀγαθοὶ δοῦλοι καὶ πιστοὶ οἰκονόμοι τῆς τοῦ Κυρίου χαρᾶς ἐπιτύχωμεν Τάλαντον δέ μοι εἶναι δοκεῖ ἅπαν παρὰ τῆς θείας ἀγαθότητος τοῖς ἀνθρώποις διδόμενον χάρισμα. Ἔστι μὲν οὖν τῶν θείων δώρων οὐδεὶς ὅστις παντελῶς ἀμέτοχος, ἀλλ᾽ ὁ μὲν πρὸς τήνδε τὴν ἀρετὴν εὔχρηστος, καὶ ὁ μὲν πρὸς πλείους, ἕτερος δὲ πρὸς ἐλάσσους· ὁ μὲν πρὸς ὑψηλὰς καὶ ὑπεραναβεβηκυίας, ὁ δὲ πρὸς ταπεινὰς καὶ ὑφειμένας. Ἑκάστῳ ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. Δυνατοὶ μὲν οὖν δυνάτως ἐτασθήσονται, καὶ ᾧ παρέθεντο πολὺ, πολὺ ἀπαιτήσουσιν αὐτόν. Ἕκαστος γὰρ ἀπαιτεῖται κατὰ τὸ μέτρον τῆς ἐγχειρισθείσης αὐτῷ πρὸς Θεοῦ δυνάμεως.

Καὶ ὁ διδοὺς οἶδεν ᾧ δίδωσι, καὶ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Σπεύσωμεν τοίνυν ὅση δύναμις πολυπλασιάσαι τὸ τάλαντον. Ὁ τὰ πέντε λαβὼν, πέντε ἕτερα προσαπονέμοι τῷ δεδωκότι· καὶ δύο, ὁ τὰ δύο πεπιστευμένος. Ὃς μὲν ὀρεγέτω χεῖρα πρακτικὴν τοῖς ἐλέου χρῄζουσι, καὶ τῆς πενίας τῷ φορτίῳ κάμνουσιν, ὅστις τούτου τὴν χάριν ἐδέξατο· ὃς δὲ τρεφέτω λόγῳ τοὺς ἐν λιμῷ τηκομένους καὶ ξηρανθέντας τῆς ἀπιστίας τῷ καύσωνι.

Κτησώμεθα φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, καὶ τὰς τῶν πενήτων γαστέρας ἐμπλήσωμεν, ἵνα ὡς εὐπρόσιτοι ῥήτορες πρὸ τοῦ φρίκης γέμοντος βήματος ὑπὲρ ἡμῶν ῥητορεύσωσιν. Ἀστέγους ξενίσωμεν· γυμνοὺς ἀμφιάσωμεν· νοσοῦντας ἐπισκεψώμεθα· πρὸς τοὺς ἐν φρουρᾷ τὸν πόδα κινεῖν μὴ κατοκνήσωμεν· τοῖς ἐν ἀνίαις καὶ λύπαις τὴν χεῖρα ἐκτείνωμεν. Συναλγήσωμεν· ἐκχέωμεν δάκρυον συμπαθές· σβέσει γὰρ τὸ τῆς γεέννης ἀτελεύτητον πῦρ.

Εἰ ταῦτα διψώσῃ καρδίᾳ τελέσωμεν, ἐρεῖ καὶ ἡμῖν ὁ Κύριος· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. λεʹ.

Οἱ κεκλημένοι, ἔνδυμα γάμου λαμπρῶς στολισώμεθα, ὡς ἂν κοινωνοὶ τοῦ θείου γάμου γενώμεθα, ἐπιγνωσθῶμέν τε τῆς ἀνακλήσεως ἄξιοι, καὶ τοῦ μόσχου τοῦ σιτευτοῦ μεταλάβωμεν, καὶ τοῦ ἀμνοῦ τοῦ Πάσχα μετάσχωμεν, ἐμφορηθῶμέν τε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, νῦν μὲν σάρκα Θεοῦ ἐκ σίτου, καὶ αἷμα Θεοῦ ἐξ οἴνου, ἀληθῶς τῇ ἐπικλήσει καὶ ἀῤῥήτως μεταποιούμενον· ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος· καθαρᾷ τῇ συνειδήσει ἐσθίοντές τε καὶ πίνοντες, καὶ τούτοις ἑπταπλασίως, ὥσπερ τις χρυσὸς καθαιρόμενοι, καὶ τὸ κίβδηλον τῆς ἁμαρτίας ῥυπτόμενοι, καὶ ἀφθαρσίαν κληροδοτούμενοι, καὶ Θεῷ συναπτόμενοι, καὶ θεούμενοι, καὶ τῆς αὐτοῦ κατατρυφῶντες τῆς μεθέξεως, ὅταν φωνήσῃ τοῦ Κυρίου σάλπιγξ, καὶ οἱ νεκροὶ ἀναστήσωνται, ὅτε καθιεῖται κριτήριον, καὶ ἡμέρᾳ ᾗ ἔστησεν ὁ Θεὸς κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· ὅτε πάντα τὴν οἰκείαν ἀποκατάστασιν λήψονται, μηδεμιᾶς ἑτέρας ὑπολειπομένης ἀποκαταστάσεως· ὅτε πῦρ μὲν τοὺς ὑπεναντίους κατέδεται ἀδαπάνητα, τοὺς δὲ δικαίους αἱ πρὸ αἰώνων ἡτοιμασμέναι μοναὶ ὑποδέξονται, καὶ ὁ Ἀβραὰμ κόλπος, ὁ ἐκ κόλπων, φημὶ, Ἀβραὰμ σεσαρκωμένος Θεὸς Λόγος καὶ Κύριος· ὅτε τῶν μὲν ἀσεβῶν ἡ γῆ πεσεῖται, καὶ ζόφος αὐτοὺς ὑποδέξεται, καὶ πῦρ σκοτεινὸν ὅπερ ἑαυτοῖς ἐξέκαυσαν, καὶ σκώληξ κατατρύχων ἀκοίμητα, καὶ κλαυθμὸς τῷ τῶν ὀδόντων βρυγμῷ σύμμικτος· τοὺς δὲ εὐθεῖς τῇ καρδίᾳ, καὶ πίστιν ἀμώμητον ἔχοντας, λαμπροὺς, λαμπρῶς λάμποντας ὡς ἥλιος, ἡ γῆ τῶν πραέων εἰσδέξεται· ὅτε τῶν παρθένων, αἱ μὲν μωραὶ ἀφρονέστατα ταραχθήσονται, ἐν οὐ καιρῷ ζητοῦσαι τὰ τοῦ καιροῦ, καὶ τὰς σβεννυμένας λαμπάδας ξένῳ κοσμεῖν ἐλαίῳ σπουδάζουσαι, αἷς ὁ νυμφὼν μὲν ἀποκλεισθήσεται.

φωνὴ δὲ τοῦ ἀδεκάστου ἔνδοθεν ἠχήσει ἀπότομος· Οὐκ οἶδα ὑμᾶς. Ταυτὸν δὲ εἰπεῖν· Οὐκ ἀγαπῶ ὑμᾶς· οὐ γὰρ τοὺς ἐμοὺς ἀδελφοὺς ἠγαπήκατε· οὐ τῆς ἀγάπης ἑαυτοῖς σύμβολα ἐπεδείξασθε· οὐ σπλάγχνα οἰκτιρμῶν πρὸς αὐτοὺς ἐκινήσατε. Διὸ ἡ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος. Ἐπ᾽ οὐδενὶ γὰρ, ὡς ἐλέῳ, ὁ συμπαθὴς θεραπεύομαι· Οὐδὲν ἁρπάζειν τὴν ἐμὴν καρδίαν οἶδεν, ἢ ἔλεος. Ἔλεον γὰρ θέλω, καὶ οὐ θυσίαν. Θύραν ἐλέου τοῖς χρῄζουσιν οὐκ ἠνοίξατε, οὐδ᾽ ὑμῖν ἐκπετάσω τῶν ἐμῶν βασιλείων τὴν εἴσοδον. Ταῦτα τὰ τῶν ἀφρόνων γεώργια. Αἱ δὲ φρόνιμοι ἡτοιμάσθησαν, καὶ οὐκ ἐταράχθησαν. Παντοδαπῶν γὰρ ἀρετῶν τὰς σφῶν λαμπάδας ἐμπλήσασαι, καὶ τῷ ἐλαίῳ τῆς εὐποιίας ταύτας ἀφθόνως ἀρδεύσασαι, τῷ τε φωτιστικῷ πυρὶ τῆς ὀρθοδόξου ἀνάψασαι πίστεως, φαιδραὶ φαιδρῶς τῷ νυμφίῳ μεσούσης τῆς νυκτὸς ὑπαντήσασαι, ἐν τῷ θείῳ νυμφῶνι χορεύουσι, καὶ τῆς αὐτόθι χαρμονῆς ἀπολαύουσι, τῷ ἀχράντῳ νοερῶς ἀεὶ συναπτόμεναι, καὶ καθαρῶς τῷ καθαρῷ προσομιλεῖν ἀξιούμεναι.

λϛʹ. Καὶ ὑμεῖς τοιγαροῦν, ὦ θεῖον καὶ ἱερὸν τοῦ μεγάλου ποιμένος, καὶ ἱερέως, καὶ θύματος ποίμνιον, λαὸς περιούσιος, βασίλειον ἱεράτευμα, οἱ τὸ κοινὸν ὄνομα ὡς Χριστοῦ δοῦλοι πλουτήσαντες, τῶν αὐτοῦ μεμνημένοι παθῶν τε, καὶ λόγων, καὶ πράξεων, τηρῶμεν αὐτοῦ τὰ ζωηφόρα ἐντάλματα. Ἔφη γάρ· Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε.

Καὶ ἄλλον· Παράκλητον ὁ Πατὴρ πέμψει ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Πιστεύοντες οὖν, ἐκθύμως αὐτὸν ἀγαπήσωμεν. Ὁ γὰρ ἀγαπῶν με, φησὶν, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, καὶ ἀγαπήσω αὐτὸν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.

λζʹ. Μισήσωμεν οὖν τοὺς ἐχθροὺς αὐτοῦ. Πᾶς ὅστις οὐχ ὁμολογεῖ τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ καὶ Κύριον, ἀντίχριστός ἐστιν. Ἐάν τις εἴπῃ, ὅτι δοῦλός ἐστιν ὁ Χριστὸς, κλείσωμεν τὰς ἀκοὰς, εἰδότες ὅτι ψευστής ἐστι, καὶ ἀλήθεια ἐν αὐτῷ οὐκ ἔστιν. Ἐνέγκωμεν τὸν ὀνειδισμὸν αὐτοῦ, ὥσπερ δόξης διάδημα. Μακάριοι γὰρ, φησὶν, ἐστὲ, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ἕνεκεν ἐμοῦ. Χαίρετε, καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολύς ἐστιν ἐν τοῖς οὐρανοῖς. Οὕτω γὰρ τῶν μωρῶν μὲν τὴν ἀφροσύνην ἐκκλινοῦμεν, τῶν δὲ φρονίμων τὴν σοφίαν ζηλώσομεν.

ληʹ. Γενώμεθα δὲ ἕτοιμοι καὶ πρὸς τὴν τοῦ Κυρίου ἐκ νεκρῶν ἀνάστασιν. Μὴ τῇ γαστρὶ τὰ πρὸς τρυφὴν εὐτρεπίσωμεν. Μὴ σώματι πολλὰ σωρεύσωμεν περιβόλαια, μὴ μύρων πολυτέλειαν ἄχρηστον, μὴ κώμας καὶ μέθας, καὶ τὰς τούτων συζύγους κοίτας καὶ ἀσελγείας· μὴ φρονήσωμεν μέγα κατὰ τοῦ πένητος· μὴ δόξης κενῆς ἐκκαύσωμεν ὄρεξιν, καὶ τῆς ἐπιθυμίας τοὺς σώφρονας χαλινοὺς ἀποπτύσωμεν· μὴ θηλυμανεῖς ἵπποι γενώμεθα, τοῖς ἀλλοτρίοις σκεύεσιν ἀτάκτως ἐπιμαινόμενοι· μὴ σπείρωμεν εἰς τὴν σάρκα τὰ τοῦ πυρὸς ἐκκαύματα· μὴ κλαπῶμεν χρυσοῦ τε καὶ ἀργύρου, καὶ λίθων πολυτελῶν μιαρῷ δελεάσματι· μὴ ἄλλων πεινώντων, ἡμῖν ἡ τράπεζα πλήθουσα διεγείρῃ τὸν τῆς γεέννης ἀτίθασσον σκώληκα.

Ἰδοὺ γὰρ ὁ Νύμφιος ἀνίσταται· ἰδοὺ ὁ Βασιλεὺς τῶν βασιλευόντων ἐκ τάφου προέρχεται. Ἑτοιμασθῶμεν, ἵνα μὴ τῆς χαρᾶς ἀμοιρήσωμεν. Γενώμεθα δόκιμοι τραπεζῖται, τὸ κρεῖττον τοῦ χείρονος διακρίνοντες, καὶ τὸ μὲν πυρὶ θείου ζήλου καὶ ἔρωτος φλέξωμεν, τὸ δὲ τοῖς ἑαυτῶν ταμιείοις ἐναποθώμεθα. Θυμὸν καὶ ἐπιθυμίαν κολάσωμεν· γαστρὸς μαράνωμεν ὄρεξιν· σωφροσύνην δι᾽ ἐγκρατείας καὶ ταπεινῆς καρδίας περιζωσώμεθα· τύφον δι᾽ εὐτελείας καὶ θανάτου καταβάλωμεν μνήμης· τοῖς πᾶσι τὰ πάντα γενώμεθα· λοιδορίας γενναίως ἐνέγκωμεν· ἀδικούμενοι τῇ ἐλπίδι χαίρωμεν. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ παροδεύει πᾶν τὸ νῦν καθορώμενον.

λθʹ. Ἐπὶ πᾶσι τοῦτο φρονείσθω ἐν ἡμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐχθροὺς ὄντας ἡμᾶς ἠγάπησε, καὶ ἀγαπήσας ἠλέησε, καὶ ἐλεήσας ἑαυτὸν ἐταπείνωσε, καὶ ταπεινώσας ἔσωσεν. Ἐκ γὰρ ἀγάπης προέρχεται ἔλεος, καὶ ἐξ ἐλέους ταπείνωσις, ἐκ ταπεινώσεως δὲ σωτηρία καὶ ὕψωσις. Ἂν οὕτω πολιτευσώμεθα, νῦν μὲν τῶν ἐπικειμένων λυπηρῶν ἐλευθερωσόμεθα.

Ἂν τὸν ζυγὸν τῶν παθῶν ἀποῤῥίψωμεν, καὶ τῶν τυράννων τὴν ζεύγλην ἀποσεισόμεθα, καὶ ὥσπερ ἐκ τῶν κρειττόνων ἦλθε τὰ λυπηρὰ, οὕτω καὶ ἐκ τῶν λυπηρῶν ἐπανελεύσεται τὰ χρηστότερα, καὶ τὴν ἀρχαίαν παῤῥησίαν ἀπολειψόμεθα, καὶ καθαρῶς ἑορτάσομεν Κυρίῳ τῷ Θεῷ ἑορτὴν ἐξόδιον, καὶ τῆς βλασφήμου φωνῆς τῆς ἐπαιρομένης κατὰ τοῦ κτίσαντος ἀπαλλαγησόμεθα, καὶ ἐν εἰρήνῃ ἔσται τὸ τῆς Ἐκκλησίας πολίτευμα· ἔπειτα δὲ φαιδραῖς ταῖς λαμπάσι τῷ νικητῇ τοῦ θανάτου, τῷ ἀθανάτῳ νυμφίῳ λαμπρῶς ὑπαντήσομεν, καὶ ὁ νυμφὼν ἡμᾶς ὁ ἄχραντος ὑποδέξεται, καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτισόμεθα, καὶ τῆς αὐτοῦ κατατρυφήσομεν ὡραιότητος, μεθ᾽ οὗ τῷ Πατρὶ σὺν ἁγίῳ Πνεύματι δόξα, τιμὴ, προσκύνησις καὶ μεγαλοπρέπεια, νῦν τε καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.