Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον

Ἰωάννης ὁ Δαμασκηνός

Προοίμιο και οικουμενική εμβέλεια του αγίου

Ο συγγραφέας επικαλείται τη θεία χάρη, αναγνωρίζοντας την αδυναμία του να επαινέσει επάξια τον Ιωάννη Χρυσόστομο, και εξαίρει την παγκόσμια απήχηση του κηρύγματός του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 6

ΙΑʹ. Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ ἐγκώμιον εἰς τὸν ἅγιον Ἰωάννην Χρυσόστομον. αʹ. Ἔδει μὲν, ὦ Ἰωάννη πάγχρυσε, τοὺς τῶν σῶν ἐγκωμίων πειρωμένους ἐφάπτεσθαι, γλώσσης χρυσέης εὐμοιρηκότας, λόγον προφέρειν χρυσόῤῥοον.

Ἐπὶ δὲ τούτοις τὴν σὴν ἔδει παρεῖναι φωνήν· μόνη γὰρ ἂν ἑαυτῆς ἀξίως τῆς εὐφημίας καταστοχάσαιτο, καὶ ταῦτά γε νῦν. Σοὶ γὰρ τῷ ἐπὶ γῆς πρὸ ἐκδημίας συμβιοτεύσαντι, λήθη τῶν κατορθουμένων ἐν πρωτολογίαις ἑαυτῆς ὑπῆρχε κατήγορος. Ἀποκρύπτεται γάρ πως τοῖς σοφοῖς τὰ σφῶν κατορθωμάτων, ὡς ἂν μὴ παραῤῥυῇ τὸ εἶναι τῷ οἴεσθαι· ἀλλ᾽ ἐπεὶ πατράσι φίλα καὶ τὰ τῶν παίδων ψελλίσματα, καὶ δύο λεπτὰ Θεῷ τῶν κατορθωμάτων τῶν ἁβρῶν προσφιλέστερα· οὐ δυνάμει γὰρ, προαιρέσει δὲ μᾶλλον κρίνειν ταῦτα πέφυκε· πρὸς δὲ καὶ φιλοθέου ἀνδρὸς προτροπὴν οὐκ ἀπωστέον· αἰδοῖος γὰρ οὗτος καὶ χάριτας ὅτι πλείστας πρὸς ἡμῶν ὀφειλόμενος· τῶν μὲν λόγων ἐφάπτομαι· ἀλλ᾽ οὐκ ἀνέδην, οὐδὲ συστολῆς ἄτερ, ἀλλὰ τῷ δέει μὲν συστελλόμενος, καί σοι τῶν σῶν θείων τε καὶ ἱερῶν διδαγμάτων προφέρω τὰ ἀκροθίνια. Ἔσται γάρ μοι τοιαύτην ὑπόθεσιν ἀνελίττοντι, ἐγγὺς μὲν ἀξίας ἐληλυθότι, οὐχ ὁ τυχὼν ἔπαινος, ἀπολειφθέντι δὲ ταύτης, ὃ μὴ παθεῖν ἄριστον, ἀλλ᾽ ἀμήχανον, συγγνώμη ἥττῃ δικαίᾳ καθυποκύψαντι, καί μοι δίδου τὴν πυρίπνοον χάριν τοῦ Πνεύματος. Χριστοῦ γὰρ καὶ αὐτὸς ἐχρημάτισας στόμα, ἐξάγων ἐξ ἀναξίου ἄξιον οὐχ ἕνα που ἢ δύο· τοῦτο γὰρ ἄν τις τυχὸν καὶ τῶν πολλῶν δράσειεν· ἀλλ᾽ οἴκους ὅλους, καὶ δήμους, καὶ ἄστεα.

βʹ. Ἀρξάμενος γὰρ ἐξ ἑαυτοῦ, καὶ σαυτὸν ὄντως Ἱερουσαλὴμ κατασκευάσας πόλιν Θεοῦ ζῶντος εἰς κατοικητήριον θείου Πνεύματος, πανταχόσε γῆς, Ἑώας τε καὶ Ἑσπερίου λήξεως, Ἄρκτου τε καὶ Μεσημβρίας ἐπῆλθες τῷ λόγῳ τὰ πέρατα, ὡς καὶ ἐπὶ σοὶ εὐστοχώτατα λεχθῆναι τοῦ θεσπεσίου Δαβὶδ τὸ θεῖον προαναφώνημα· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Φοιτητὴς γὰρ γέγονας τῆς ὄντως αὐτοσοφίας τοῦ Χριστοῦ, τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἐνυποστάτου δυνάμεως, καὶ τοῦτον ἰχνηλατήσας ὅσῃ δύναμις, καὶ μιμητὴς Θεοῦ γενόμενος ὡς ἀνθρώπῳ δυνατόν. Σὺ πέρατα γὰρ τὰ τῆς φύσεως Γάδειρα πάσης ἀρετῆς ἰδέαν ἐπὶ τῷ βαθυτάτῳ θεμελίῳ τῆς ταπεινώσεως ᾠκοδόμησας, δι᾽ ἧς μόνης καὶ Θεὸς σώζειν εὐδόκησε, καὶ ἄνθρωπος σώζεται. Οὐδὲν γὰρ ταύτης ἀσφαλέστερον ἔρεισμα. Ἡ δὲ ταπείνωσις ὡς ἐκ πίστεως παντί που δῆλον. Πῶς γὰρ ἄν τις καθυποβαίη τῷ κρείττονι, μὴ πιστεύσας ὅτι κρείττων καὶ ὕψιστος;