Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν, ὁ ψάμμῳ χαλινώσας τὴν μεγαλομέγεθον τε καὶ κοσμοχώρητον, καὶ θαυμαστοθέατον θάλασσαν. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν ὁ χερσὶν ἀχράντοις καὶ ἀχειροπλάστοις χειροπλαστήσας τὸν πρῶτον ἐν ἀνθρώποις ἄνθρωπον Ἀδάμ. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν ὁ λέγων πρὸς Ἀβραὰμ, Ἣ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν ὁ πάλαι διὰ Μωσέως Αἰγυπτιακῆς δουλείας ῥυσάμενος λαὸν Ἰσραηλίτην, καὶ Φαραωνίτην θαλασσοκτονήσας ἄνακτα. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν, ὁ κατὰ γενεὰν ὀπτανόμενος ἔν τε Πατράσι καὶ προφήταις, καὶ πᾶσι τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν, ὁ διὰ σπλάγχνα ἐλέους διὰ τὸν ἄνθρωπον ἄνθρωπος γενόμενος. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν, ὁ μόνος ἐν ἁγίοις ἅγιος, καὶ μόνος ἐν δεδοξασμένοις ἔνδοξος, καὶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν, ὁ μόνος ἀπαθὴς, καὶ μόνος συμπαθὴς, καὶ μόνος ἀψευδὴς, καὶ μόνος ἐκ μόνου μονογενὴς Θεοῦ Υἱὸς καὶ Θεός. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι᾽ ἧς ἡμῖν γεννᾶται ὁ αὐτογενέθλιος, καὶ φύεται ὁ αὐτοφυὴς, καὶ αὔξεται ὁ τέλειος. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι᾽ ἧς ἡμῖν σωματοῦται ὁ ἀσώματος, καὶ ἄρχεται ὁ ἄναρχος, καὶ χωρεῖται ὁ ἀχώρητος. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι᾽ ἧς ζωοῦται ὁ αὐτόζωος, καὶ ποσοῦται ὁ ἄποσος, καὶ σαρκοῦται ὁ ἄσαρκος.