Ἀντίτυπα δὲ τῶν μελλόντων λέγονται, οὐχ ὡς μὴ ὄντα ἀληθῶς σῶμα καὶ αἷμα Χριστοῦ, ἀλλ᾽ ὅτι νῦν μὲν δι᾽ αὐτῶν μετέχομεν τῆς Χριστοῦ θεότητος, τότε δὲ νοητῶς διὰ μόνης τῆς θέας. Λέγεται δὲ μετάληψις μὲν, ὅτι δι᾽ αὐτῆς μεταλαμβάνομεν τῆς Ἰησοῦ θεότητος· κοινωνία δὲ, διὰ τὸ κοινωνεῖν ἡμᾶς δι᾽ αὐτῆς τῷ Χριστῷ, καὶ μετέχειν αὐτοῦ τῆς σαρκός τε καὶ θεότητος. Κοινωνεῖν δὲ καὶ ἑνοῦσθαι καὶ ἀλλήλοις δι᾽ αὐτῆς. Ἐπειδὴ γὰρ ἐξ ἑνὸς ἄρτου μεταλαμβάνομεν πάντες, ἓν σῶμα Χριστοῦ καὶ ἓν αἷμα, καὶ ἀλλήλων μέλη γινόμεθα, σύσσωμοι Χριστοῦ χρηματίζοντες. «Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ, ἀνεχώρησε· καὶ ἀπελθὼν ἀπήγξατο.» Τῶν ἐγκαταλείψεων, ἡ μὲν ἔστι διὰ κεκρυμμένην ἀρετὴν, ἵνα φανερωθῇ, ὡς ἡ τοῦ Ἰώβ· ἡ δὲ δι᾽ ἀποτροπὴν ὑπερηφανίας, ὡς ἐπὶ τοῦ Παύλου· ἡ δὲ πρὸς διόρθωσιν ἄλλου, ὡς ἐπὶ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου. Φυσικῶς γὰρ ὁρῶντές τινας πάσχοντας, συστελλόμεθα. Ἡ δὲ εἰς ἄλλου δόξαν, ὡς ὁ ἐκ γενετῆς τυφλὸς, εἰς δόξαν Χριστοῦ. Ἡ δὲ εἰς ἄλλου ζῆλον, ὡς ἐπὶ τὴν μαρτυρίαν. Καὶ ἁπλῶς τῆς ἐγκαταλείψεως εἰσὶν εἴδη δύο· ἔστι γὰρ ἐγκατάλειψις οἰκονομικὴ καὶ παιδευτικὴ, καὶ ἔστιν ἐγκατάλειψις τελεία ἀπογνωστική. Οἰκονομικὴ μὲν καὶ παιδευτικὴ, ἢ πρὸς διόρθωσιν καὶ σωτηρίαν, καὶ δόξαν τοῦ πάσχοντος γινομένη, ἢ καὶ πρὸς ἄλλων ζῆλον καὶ μίμησιν, ἢ καὶ πρὸς δόξαν Θεοῦ.