Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν προφήτην Ἠλίαν
Ο έλεγχος του Αχαάβ, η ανομβρία και η παραμονή στα Σάρεπτα
Η επιβολή της παρατεταμένης ξηρασίας, η διατροφή του προφήτη στον χείμαρρο και τα θαύματα της χήρας στα Σάρεπτα της Σιδωνίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο έλεγχος του Αχαάβ, η ανομβρία και η παραμονή στα Σάρεπτα
Η επιβολή της παρατεταμένης ξηρασίας, η διατροφή του προφήτη στον χείμαρρο και τα θαύματα της χήρας στα Σάρεπτα της Σιδωνίας.
Ἐπειδὴ μετὰ τὸν Ἱεροβοὰμ καὶ τοὺς καθεξῆς κατὰ Σαμάρειαν βασιλεῖς Ἀχαὰβ ἐπελάβετο τῆς ἀρχῆς, ἀνὴρ τὸν τρόπον σκαιὸς καὶ δυσσεβείᾳ κατειλημμένος, τούτῳ δὲ καὶ γύναιον ἐξίσου τὴν κακίαν ἢ καὶ ὑπερβάλλον συνῆν—Ἰεζάβελ τῇ γυναικὶ ὄνομα, τοῦτο δὴ τὸ παρὰ πᾶσιν ἐξάγιστον ὄνομα—, ἦν δ’ ἀμφοτέροις σπουδή, τούς τε θείους προφήτας κακοῦν καὶ τοὺς ὑπὸ χεῖρα τοῖς χείροσι συνεθίζειν, οἷα καὶ πάλαι ἐκείνους τῆς εὐθείας ἀποτραπέντας, ζήλου θείου ὁ Ἠλίας πλησθείς, ὃ καὶ πρὸς ἀλήθειαν τοῦτο κληθείς, τοιάδε σὺν παρρησίᾳ τῷ Ἀχαάβ· «Ζῇ κύριος ὁ θεὸς τῶν δυνάμεων, ὁ θεὸς τοῦ Ἰσραήλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός, εἰ μὴ διὰ στόματός μου·» καὶ γὰρ τούτοις ὁ τῶν ὅλων μηνίσας θεὸς ἐπὶ χρόνους τρεῖς πρὸς ἄλλῳ ἡμίσει τὸν ὑετὸν ἀνέσχεν ἐξ οὐρανοῦ, ἀνομβρίᾳ ξηράνας τὴν γῆν καὶ λιμὸν ἐπαγαγὼν τῶν πώποτε χαλεπώτατον.
Ἔνθεν καὶ τὸν αὐτοῦ προφήτην τιμῶν κλείειν ἢ ἀνοίγειν τὸν οὐρανὸν καὶ ὑετὸν συνέχειν ἢ καταφέρειν αὐτῷ δίδωσιν ἐξουσίαν. Ὅς γε καὶ τῷ Ἀχαὰβ ἐκεῖνα κατ’ ἐξουσίαν εἰρήκει, ἃ καὶ πρᾶξαι δυνατὸς ἦν καὶ ἃ πρὸς θεοῦ δι’ ἀρετῆς μέγεθος εἴληφεν.
Εἶτα ἐκεῖνον λιπὼν τῷ κατὰ ἀνατολὰς χειμάρρῳ τῷ κατὰ πρόσωπον δὴ τοῦ Ἰορδάνου κατὰ θεῖον χρηματισμὸν προσφοιτᾷ. Βάδιζε γάρ, φησίν, ἐκεῖσε, παρὰ τῆς ἄνωθεν ἀκούει φωνῆς, κἀκεῖθεν πίεσαι ὕδωρ. Καὶ τοῖς κόραξιν ἐντελοῦμαι τὴν τροφὴν προσκομίζειν σοι. Ἀμέλει καὶ οἱ κόρακες, τὸ γαστρίμαργον ζῷον καὶ ἁρπακτικώτατον, ἄρτους μὲν πρωὶ κατὰ θεοῦ πρόσταγμα, δείλης δὲ κρέας τῷ προφήτῃ ἐκόμιζον. Καὶ ἦν λοιπὸν ἀποχρῶσα τούτῳ ἡ τροφή, μὴ ἄρτου, μὴ ὄψου, μὴ ὕδατος εἰς πόσιν καθυστεροῦντι.
Ἐπεὶ δὲ μεθ’ ἡμέρας τινὰς καὶ ὁ χείμαρρος, ᾧ τὸ ὕδωρ ἔπινεν, ἐξηράνθη, πάλιν ὁ χρηματίζων οἷα φίλος φίλῳ ὁ δεσπότης τῷ οἰκέτῃ φησίν· Πορεύθητι ἐντεῦθεν εἰς Σάρεπτα τῆς Σιδωνίας κἀκεῖσε χήρᾳ ἐντεύξῃ, παρ’ ἧς καὶ τραφήσῃ καὶ τὴν οἴκησιν ἕξεις καὶ οὐδενὸς ἀπορήσεις τῶν κατὰ χρείαν. Καὶ ὃς ἀφιγμένος—ᾔδει γὰρ ἐν πᾶσιν πείθεσθαι τῷ καλοῦντι—ξύλα τε συλλέγουσαν εὗρε τὴν χήραν καὶ ἄρτον ὀπτᾶν μέλλουσαν ἐγκρυφίαν· δρακὸς γὰρ μόνον ἀλεύρου εὐπόρει καὶ ἐλαίου βραχέος ἐν τῷ καμψάκῃ, ὧν αὐτή τε καὶ παῖδες μετασχεῖν ἐβούλοντο πεφεισμένως. ᾟ καὶ ἐντυχών· Ἐμοί, φησίν, πρῶτον, ὦ γύναι, τὸν ἄρτον δὴ τοῦτον παράθες καὶ τὸ ὀλίγον ἔλαιον τοῦ καμψάκου, εἶτα σαυτῇ καὶ τοῖς τέκνοις τὰ καταλελειμμένα προσοίσεις· οὐ γάρ σοι τοῦ λοιποῦ οὔτε ἡ ὑδρία τοῦ ἀλεύρου ἐκλείψει οὔθ’ ὁ καμψάκης τοῦ ἐλαίου ἔλαττον ἕξει, ἕως καὶ ὑετὸς ἄνωθεν ἔσται ἐπὶ τῆς γῆς. Καὶ ἡ μὲν χήρα κατὰ τὰ κελευσθέντα ἐποίει τὸν προφήτην τε ἑστιῶσα πρότερον φιλοφρόνως καὶ δεύτερον αὐτὴ καὶ παῖδες τροφῆς μεμνημένοι τῆς παραλειπομένης.
Ἥ γε καὶ παραυτίκα μισθὸν τοῦτον ὑπερφυῆ τῆς φιλοξενίας λαμβάνει πλήρη τὰ σκεύη πλημμυροῦντα ὁρῶσα καὶ μὴ ἐλαίου ποτέ, μὴ ἀλεύρου ἐκλείποντα· τὸ γὰρ παρὰ τῷ προφήτῃ ῥηθὲν καὶ εἰς ἔργον ἐχώρει εὐθὺς θαυμασίως ἐπιτελούμενον.
Τί τὸ μετὰ τοῦτο λοιπόν; Ἀρρωστίᾳ περιπίπτει ὁ τῆς χήρας υἱὸς καὶ τῆς ψυχῆς μετὰ μικρὸν ὑφίσταται ἔκλειψιν. Ὃν καὶ ἡ μήτηρ ἄφνω θανόντα ἰδοῦσα, συγχυθεῖσα ὅλη· Τί τοῦτο; ἐβόα πρὸς τὸν προφήτην. Ἱνατί εἰσῆλθες ὧδε ἀναμνῆσαί μου τὰς ἁμαρτίας καὶ τὸν ἐμὸν θανατῶσαι υἱόν, ὦ τοῦ θεοῦ ἄνθρωπε, ὅς μοι καὶ τῆς χηρείας καὶ πάντων ἀναψυχὴ καὶ παράκλησις ἦν; Καὶ ὁ Ἠλίας αἰτήσας λαμβάνει τὸν τεθνηκότα καὶ ἀναβιβάσας, ἐν ᾧ κατέμενε, τίθησιν ὑπερῴῳ καὶ ἐπὶ τῆς ἰδίας κλίνης κοιμίζει. ᾯ καὶ ἐμφυσήσας τρίτον ἐπίκλησιν δὴ ταύτην ποιεῖται πρὸς τὸν θεόν· Κύριε, ὁ θεός μου, λέγων, ἐπιστρεψάτω ἡ ψυχὴ τοῦ παιδαρίου τούτου πρὸς ἑαυτόν. Καὶ παραυτίκα—ὢν τῆς πολλῆς χάριτος τοῦ προφήτου—καὶ ὁ τεθνηκὼς ζῶν ἦν καὶ κινούμενος, ἥδιστον ὁμοῦ καὶ παράδοξον τῇ μητρὶ γινόμενος θέαμα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.