Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν προφήτην Ἠλίαν
Η αναμέτρηση με τους προφήτες του Βάαλ στο όρος Κάρμηλος
Η πρόκληση των προφητών του Βάαλ, η πύρινη θεία απάντηση στη θυσία του Ηλία και η συνακόλουθη λήξη της ξηρασίας με την πτώση της βροχής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αναμέτρηση με τους προφήτες του Βάαλ στο όρος Κάρμηλος
Η πρόκληση των προφητών του Βάαλ, η πύρινη θεία απάντηση στη θυσία του Ηλία και η συνακόλουθη λήξη της ξηρασίας με την πτώση της βροχής.
Ἡμέραι παρῳχήκεσαν ἐξ ἐκείνου πολλαί, καὶ ῥῆμα πάλιν κυρίου πρὸς τὸν Ἠλίαν <ἐγένετο>, τρίτου ἤδη τοῦ κατὰ τὸν λιμὸν παριππεύσαντος ἔτους, ὀφθῆναί τε τῷ Ἀχαὰβ προστάσσον καὶ αὐτῷ τὸν ἤδη ἔσεσθαι μέλλοντα ὑετὸν προμηνῦσαι· οἶκτον γὰρ ὁ φύσει εὔσπλαγχνος ἔλαβε τῶν πασχόντων καὶ παρορμᾷ καὶ τὸν ἑαυτοῦ ἤδη προφήτην, μὴ ἐπὶ πλέον ὁρᾶν τούτους κεκακωμένους, ἀλλὰ τοῦ πολλοῦ καθυφεῖναι ζήλου καὶ εὐμενὲς αὐτοῖς βλέψαι καὶ ἀνακτήσασθαι. Ὅς γε καὶ κατὰ πρόσταγμα τοῦ δεσπότου τῷ Ἀχαὰβ ἐντυγχάνει πρότερον τῷ Ἀβδιοὺ ἐντυχών, ὃς αὐτῷ καὶ συνδιῳκονόμει τὰ πράγματα καὶ ὃς πολλοὺς τῶν παρὰ τῆς Ἰεζάβελ διωκομένων προφητῶν γῆς σπηλαίοις κατέκρυπτεν.
Ὃν καὶ ἰδὼν Ἀχαὰβ καὶ τὴν κατ’ αὐτοῦ ὠδίνων πικρίαν· «Εἰ σὺ αὐτὸς εἶ ὁ διαστρέφων τὸν Ἰσραήλ,» τούτῳ ἔφησεν ἀπερικαλύπτως, καίτοι ἐχρῆν εἰ μή τι ἄλλο κἂν διὰ τὴν ὑπερβάλλουσαν τοῦ ὑετοῦ ἀνοχὴν τοῦτον ἱκέτην σχεῖν πρὸς θεὸν ὕειν δυνάμενον ὕδωρ ἐξ οὐρανοῦ, ἐφ’ ὃ καὶ ἀφίκετο καὶ οὗ μηνυτὴς δηλαδὴ ἔμελλεν ἔσεσθαι.
Ἀλλ’ αὐτὸς οἰδῶσαν ἔχων κατ’ αὐτοῦ τὴν ψυχὴν λόγοις εὐθὺς πρὸς ἐκεῖνον ἐκέχρητο τραχυτέροις. Πρὸς ὃν καὶ ὁ προφήτης ἐπικαίρως ἀντεπιστρέψας τοὺς λόγους· Οὐκ ἐγώ, φησίν, ὁ τὸν Ἰσραὴλ διαστρέφων τυγχάνω, ἀλλὰ σὺ δὴ καὶ ὁ τοῦ σοῦ πατρὸς οἶκος, οἵ γε καὶ τὸν κύριον τοῦ παντὸς καὶ θεὸν ἐγκαταλιπόντες ὀπίσω τοῦ Βααλήμ—εἴδωλον δὲ τοῦτο ἐξάγιστον—ἔθεσθε τὴν πορείαν. Ἀλλὰ γὰρ ἐπιμελές σοι ἔστω, εἴ γε καὶ ποσῶς θεοῦ ἔννοιαν φέρεις, ἀγαγεῖν ἐνταῦθα καὶ συναθροῖσαι, οὓς τῆς Βάαλ ἐπικαλεῖσθε προφήτας τετρακοσίους τούτους ἀριθμουμένους, ἀλλὰ μὴν καὶ τοὺς τῶν ἀλσῶν ἑτέρους παρὰ τούτους λεγομένους προφήτας τετρακόσιοι καὶ οὗτοι πρὸς τοῖς πεντήκοντα ἀριθμοῦνται, οἵ γε καὶ τραπέζης διὰ παντὸς κοινωνοῦσι τῇ Ἰεζάβελ. Τούτους οὖν πάντας ἥξειν πρὸς τὸ Καρμήλιον παρασκεύασον ὄρος, ὡς ἂν καὶ αὐτὸς γνῷς, ὅτου ἕνεκα καὶ συνεληλύθασι.
Καὶ ὁ Ἀχαὰβ οὕτω δόξαν πάντας ἐκεῖ συναθροίζει· μεθ’ ὧν συνῄεσαν καὶ τὰ πλήθη τῶν τοῦ προφήτου λόγων πευσόμενοι. Πρὸς οὓς καὶ ὁ Ἠλίας· «Ἕως πότε ὑμεῖς,» ἐν θερμοτέρῳ τῷ ζήλῳ φησίν, «χωλανεῖτε ἐπ’ ἀμφοτέραις δήπουθεν ταῖς ἰγνύαις; Εἰ ἔστι κύριος ὁ θεὸς καὶ αὐτὸν οἴδατε σέβειν, πορεύεσθε ὀπίσω αὐτοῦ. Εἰ δὲ ὁ Βάαλ αὐτὸς» καὶ αὐτῷ νέμετε τὴν λατρείαν, τούτου δὴ καὶ ὀπίσω παραπλησίως πορεύεσθε. Καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς πρὸς ταῦτα οὐδέν. Οὓς καὶ μηδὲν φθεγξαμένους ἑωρακὼς ἐπήνεγκε καὶ αὖθις ἐκείνοις· Ἰδοὺ ἐγὼ ὑπολέλειμμαι, ὡς καὶ ὑμεῖς ἴστε, μονώτατος τοῦ κυρίου προφήτης, τετρακόσιοι δὲ οἱ παρ’ ὑμῖν τῆς Βάαλ προφῆται. Πρὸς δὲ καὶ οἱ τῶν ἀλσῶν τετρακόσιοι πρὸς τοῖς πεντήκοντα, ὡς ἤδη καὶ φθάσας εἰρήκειν. Δύο οὖν βόες ἡμῖν ἐνεχθήτωσαν καὶ τὸν μὲν ἕνα εἰς θυσίαν οὗτοι λαβέτωσαν καὶ μεληδὸν τοῦτον τεμνέτωσαν καὶ ἐπὶ τῶν σχιδάκων πυρὸς χωρὶς ἐπιθέτωσαν, τὸν δ’ ἕτερον αὐτὸς μελίσας ταῖς σχίδαξιν ἐπιθήσομαι, μὴ πῦρ ἐνάψας αὐταῖς, καὶ ἕκαστος ἡμῶν τὸν ἑαυτοῦ θεὸν ἐπικαλεσάσθω, καὶ ὃς ἂν ἐν πυρὶ ἐπακούσῃ, οὗτος ἔσται δηλαδὴ καὶ θεός. Καὶ λυσιτελὲς τὸ ῥῆμα παντὶ τῷ λαῷ ἔδοξεν.
Καὶ δὴ οὗτοι πρῶτοι, καθὰ καὶ παρὰ τοῦ Ἠλία ἐπιτετραμμένοι ἦσαν, τὸν ἐπιλαχόντα βοῦν θύσαντες καὶ ἐπὶ τῶν σχιδάκων ἐνέγκαντες πυρὸς ἐκτὸς ἔθεσαν. Οἳ δὴ καὶ θεοὺς τοὺς αὐτῶν καὶ δὴ καὶ τὸν Βάαλ ἐπεκαλοῦντο, πῦρ ἐπὶ τὴν θυσίαν ἐπενεχθῆναι καὶ ταύτην καταναλῶσαι.
Ἦσαν δὲ πρωίθεν μέχρι καὶ μεσούσης ἡμέρας τοὺς ἀψύχους οἱ ἀσύνετοι ἐπικαλούμενοι· οἳ δὲ ἦσαν, ὥσπερ ἄρα καὶ ἦσαν, κωφοὶ καὶ ἀναίσθητοι. Οὓς καὶ μικτηρίζων ὁ Ἠλίας καθεύδειν ἔλεγε τοὺς ὑμετέρους θεούς, καί· Δεῖ ὑμᾶς μείζοσι κεχρῆσθαι ταῖς βοαῖς, μήποτε καὶ συνῶσιν ἢ ἀφυπνίσωσιν. Οἷς δὴ καὶ καταπληκτικώτερον ᾔροντο αἱ φωναὶ ἐνθουσιῶσιν καὶ ἑαυτοὺς τέμνουσι ταῖς μαχαίραις.
Ὡς δ’ οὐδὲν ἦν παρ’ ἐκείνοις ἢ γέλως καὶ τωθασμός—τί γὰρ ἂν αὐτοὺς καὶ οἱ ἐπικαλούμενοι ὤνησαν ξόανα ὄντες καὶ λίθοι; —, αὐτόχρημα τότε δὴ καὶ ὁ Ἠλίας πρὸς τὸν λαόν· Προσεληλύθατε ἤδη καὶ ἐπ’ ἐμοὶ καὶ τοῦ ἐμοῦ θεοῦ γνῶτε τὴν δύναμιν. Καὶ πάντων ἐπ’ αὐτὸν ἐπισυνηγμένων ἔλαβε δώδεκα λίθους κατὰ ἀριθμὸν τῶν δώδεκα φυλῶν καὶ ᾠκοδόμησε δι’ αὐτῶν θυσιαστήριον, εἶτα ἐν αὐτῷ ἐπέθετο καὶ τὰς σχίδακας τεμὼν εἰς μέρη καὶ τὸ ὁλοκαύτωμα. Ἐπεὶ δ’ ἔμελλε παραδοξοτέραν τὴν θυσίαν ἐργάσασθαι, καὶ ὕδατος τὸν τόπον ἐπλήρωσε κάτωθέν τε εἰς βάθος καὶ κύκλῳ καὶ ἐπὶ τῶν σχιδάκων καὶ πανταχοῦ τοῦτο ῥεῖν ἐπαφείς. Τί γὰρ οὗτος; «Λάβετέ μοι,» φησίν, «τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας. Καὶ εἶπε· Δευτερώσατε, καὶ ἐδευτέρωσαν, καὶ πάλιν· Τρισσώσατε, καὶ ἐτρίσσωσαν.» Καὶ ἦν λοιπὸν τὸ ὕδωρ οἱονεὶ καὶ θάλασσα ἐφ’ ὅλον ἐπιπορευόμενον τὸ θυσιαστήριον.
Τότε ὁ Ἠλίας τοὺς ὀφθαλμοὺς ἐπάρας εἰς τὸν οὐρανὸν τοὺς αἰσθητοὺς ἅμα καὶ τοὺς νοητούς· «Κύριε, ὁ θεός μου, ἐβόησεν, ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, ἐπάκουσόν μου σήμερον ἐν πυρί, ὡς ἂν καὶ ὁ λαὸς ἐπιγνῷ οὗτος, ὅτι σὺ θεὸς μόνος, κἀγὼ δοῦλος σὸς» νομισθῶ καὶ τὸ σὸν ἐπικαλούμενος ὄνομα. Καὶ εὐθὺς ἦν ὁρᾶν—ὢ θαύματος ἀπορρήτου—πῦρ ἄνωθεν κατιὸν καὶ πάντα ἄρδην καταναλίσκον· τό τε γὰρ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ κύκλῳ ὕδωρ καὶ πάντα τὰ ἄλλα κατέφαγε, καὶ τοὺς λίθους δὲ καὶ τὸν χοῦν καί, εἴ τι ἄλλο εὗρεν, ἐξέλειξε καὶ ἔδειξεν ἀληθῶς, ὡς οὐ πῦρ ἦν ἁπλῶς, ᾧ καὶ ἡ τοῦ ὕδατος ἂν ἐμαχέσατο φύσις, ἀλλά τις δύναμις θειοτέρα καὶ κρείττων ἢ κατὰ πυρὸς ἐνέργειαν. Ὃ καὶ ὁ λαὸς ἅπας ἰδόντες ἔπεσον ἐπὶ πρόσωπον κάτω καί· «Ἀληθῶς κύριος ὁ θεὸς αὐτός ἐστι θεὸς» μόνος, ἐβόησαν. Οἷς καὶ ὁ Ἠλίας προστάττει συλλαβεῖν τοὺς ψευδεῖς ἐκείνους προφήτας δώσοντας δίκην. Καὶ ἅμα οὗτοι συνελαμβάνοντο. Οὓς καὶ καταγαγὼν εἰς τὸν χειμάρρουν Κισσῶν πάντας ἄρδην ἀνεῖλεν, πυρὶ θείῳ τὴν καρδίαν διὰ τοὺς ἀπατεῶνας πιμπράμενος. Καὶ αὐτοὶ μὲν τοιαῦτα ἐκομίσαντο τὰ ἐπίχειρα.
Ὁ δὲ Ἠλίας τότε τῷ Ἀχαάβ· Ἀνάβηθι, φησίν, καὶ τροφῆς ἀμερίμνως μετάλαβε, ἐπεὶ καὶ φωνὴ ὅσον οὔπω τοῦ ὑετοῦ, οὗ καὶ μηνυτὴς ἥκω σοι καὶ ὃν ὄψει καταφερόμενον. Καὶ ὁ μὲν ἀνῆλθεν ἑστιασόμενος, ἡδίων ἐπὶ τῇ ἀγγελίᾳ διατεθείς. Ὁ δὲ προφήτης τὸν Κάρμηλον ἀνιὼν ἑαυτὸν συντείνει εἰς προσευχὴν κύψας εἰς γῆν καὶ τὸ πρόσωπον τοῖς γόνασιν προσερείσας. Ἐντέλλεται δὲ καὶ τῷ συνόντι παιδί, προσελθεῖν ἀνωτέρω καὶ τὴν πρὸς θάλασσαν ἐπισκοπῆσαι ὁδόν. Καὶ ὃς ἀνελθὼν εἶδε τέως οὐδέν, ὧν προσεδόκα ἰδεῖν, ὑετόν φημι ἐν τοῖς νέφεσι.
Καὶ πάλιν ἐπιτρέπει αὐτῷ ἑπτάκις τὴν αὐτὴν ἐπιστρέψαι ὁδόν. Καὶ ἤδη ὁρᾷ οὗτος κατὰ τὴν ἑβδόμην ἀναστροφὴν νεφέλην πυκνουμένην καὶ ὕδωρ ἀπὸ θαλάσσης ἀνάγουσαν. Τότε καὶ τῷ Ἀχαὰβ διὰ τοῦ παιδὸς δηλοῖ, ἐπὶ τοῦ ἅρματος ὀχηθῆναι καὶ κατελθεῖν πρὸς τὴν πόλιν, ἵνα μὴ καταλάβῃ αὐτὸν ὁ μέλλων ὑετὸς ἔσεσθαι. Καὶ ἅμα τῷ λόγῳ καὶ ὁ οὐρανὸς τοῖς νέφεσιν ἐπυκνοῦτο συσκοτάζων καὶ ὕδωρ ἀφιεὶς λαῦρον καὶ τὴν γῆν, πῶς ἂν εἴποις, διψῶσαν πιαίνων καὶ πλουσίως κατάρδων. Ἐφ’ ᾧ καὶ ὁ Ἀχαὰβ δάκρυα ἠφίει σὺν ἡδονῇ προπηδῶντος καὶ τοῦ Ἠλιοῦ ἔμπροσθεν αὐτοῦ καὶ ἀνδρικῶς τὴν ὀσφὺν ἐπισφίγγοντος. Καὶ ὁ μὲν ὑετὸς οὕτω μετὰ χρόνους τρεῖς καὶ ἥμισυν ἄλλον δι’ ἐντεύξεως τοῦ προφήτου κατηνέχθη ἐπὶ τῆς γῆς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.