Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν προφήτην Ἠλίαν

Ἰωάννης ὁ Δαμασκηνός

Η ανάληψη του προφήτη Ηλία και η πνευματική διαδοχή

Η συμπόρευση έως τον Ιορδάνη ποταμό, η αρπαγή του προφήτη στους ουρανούς με πύρινο άρμα και η μετάδοση της χάριτος στον Ελισσαίο μέσω της μηλωτής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 7

Ἀλλὰ γὰρ Ἠλίας τὸ ἀπὸ τοῦδε τῷ Ἐλισσαίῳ συνών, ὃν καὶ εἰς προφήτην κατὰ θεῖον χρησμόν, ὡς εἴρηται, ἔχρισεν, ἦν λοιπὸν σὺν ἐκείνῳ ὁμόστεγος, ὁμοδίαιτος τὰ πάντα ἀχώριστος. Ἐπεὶ δὲ ἔμελλεν ὅσον οὔπω καὶ τῶν φλογίνων ἐπιβαίνειν ἁρμάτων καὶ μετὰ τοῦ κάτω βρίθοντος ἐφολκίου τοῖς ἄνω φοιτᾶν καὶ ἀναλαμβάνεσθαι, ἤδη ποτὲ διιὼν τὰ Γάλγαλα καὶ εἰς Βαιθὴλ μέλλων ἀφίξεσθαι, ὡς ἂν ἑαυτῷ μόνῳ καὶ θεῷ συγγίνοιτο, μένειν τὰ Γάλγαλα τῷ Ἐλισσαίῳ προστάττει. Ὁ δὲ οὐμενοῦν πειθόμενος ἦν οὐδὲ αὐτοῦ ἀφιστάμενος· ἦσαν γὰρ οἱ ἐκείνου λόγοι τοῦτον ἁλόντες καὶ ἀτεχνῶς χειρωσάμενοι, ὅθεν καὶ ἄκων μέν, λαμβάνει δ’ ὅμως τοῦτον Ἠλίας μεθ’ ἑαυτοῦ. Οἳ καὶ ἄμφω πρὸς Βαιθὴλ ἀφικόμενοι καὶ ἡμέρας τῷ τόπῳ συνδιαγαγόντες, πάλιν Ἠλίας σκοπὸν ἔχων, μόνος πρὸς Ἱεριχὼ ἀπιέναι, τῷ Ἐλισσαίῳ καὶ αὖθις, μὴ σὺν αὐτῷ ἀφίξεσθαι, ἐπιτάττει. Ὁ δέ, ὡς καὶ πρόσθεν, ἀπειθὴς ἦν καὶ ἰσχυρογνώμων διχοτομίας ἑαυτοῦ οἱονεὶ αἰσθανόμενος, εἰ τοῦ διδασκάλου ἑαυτὸν τεμνόμενον αἴσθοιτο. Ὅθεν καὶ μὴ ἔχων, ὅ τι καὶ δράσοι, οὗτος συγχωρεῖ σὺν ἐκείνῳ καὶ αὖθις φοιτῆσαι. Οἷς καὶ πεντήκοντα παρείποντο ἄλλοι· παῖδες οὗτοι ἐτύγχανον προφητῶν.

Ἐπεὶ δὲ ὁ Ἠλίας τῷ Ἰορδάνῃ προσήγγισεν, ὃς καὶ τῷ μέγιστος ποταμῶν εἶναι καὶ ἶσα θαλάσσῃ πλημμυρεῖν οὐ βάσιμος αὐτῷ οὐδὲ πορεύσιμος ἦν, τοῦτον τῇ μηλωτῆ πατάξας καὶ εἰς δύο διαιρήσας ἑαυτῷ τε καὶ τῷ Ἐλισσαίῳ εὐτρεπῆ τὴν πορείαν ποιεῖ καὶ ξηρὰν τὴν ὑγρὰν τίθησιν. Ὃς καὶ μετὰ τὸ διελθεῖν· «Αἴτησαι,» φησὶν τῷ Ἐλισσαίῳ, «τί καὶ ποιήσω σοι πρὶν ἢ ἀπὸ σοῦ ἀναληφθῆναί με.» Ὁ δὲ πρὸς αὐτόν· «Γενηθήτω διπλάσιον τὸ πνεῦμά σου ἐπ’ ἐμοί.» Καὶ οὗτος· «Ἐσκλήρυνας τοῦ αἰτήσασθαι» ἀντὶ τοῦ μέγα καὶ ὑπὲρ ὄγκον σου τὸ αἴτημα καὶ οὐχ ὥστε ἀκουσθῆναι εὔεικτον· Ὅμως, «ἐὰν ἴδῃς με ἀναλαμβανόμενον, ἔστω σοι,» καθ’ ἃ ᾔτησας, ἵνα μὴ καὶ ἀμβλυτέρα ἡ πίστις σου γένηται.

Καὶ ἔτι αὐτῶν πορευομένων καὶ ἀλλήλοις συνομιλούντων «καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν» αὐτοὺς ἀπ’ ἀλλήλων, καὶ τοῦ ὀχήματος Ἠλιοῦ ἐπιβὰς «ἀνελήφθη ἐν συσσεισμῷ εἰς τὸν οὐρανόν,» καί, οὗ μηδεὶς ἄλλος μετὰ σώματος ἀνελήλυθεν· οὐ γὰρ ἀπεβάλετο τὴν σύζυγον σάρκα, ἀλλ’ ἔτι σὺν αὐτῇ βιοτεύει τὸ παραδοξότατον.

Καὶ ὁ Ἐλισσαῖος τοῦτον ἀνιόντα ὁρῶν· «Πάτερ, ἐβόα, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ. Καὶ οὐκέτι εἶδεν αὐτόν.» Καὶ ἀθυμίᾳ ληφθεὶς «ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ ταῦτα διέρρηξε» καὶ Ἠλιοῦ τὴν μηλωτὴν αὐτοῦ ὑψόθεν ἔρριψε πρὸς αὐτόν, ὡς ἂν καὶ ὁρῶν ταύτην παραμυθοῖτο καὶ δι’ αὐτῆς, ἃ βούλοιτο, ἐνεργῶν εἴη· ὡς γὰρ ἐκείνην εἰλήφει, ἀναστρέψας ἐπὶ τοῦ χείλους ἔστη τοῦ ποταμοῦ καὶ μὴ οἷος ὢν διελθεῖν πατάσσει τὰ ὕδατα τῇ μηλωτῇ μιμούμενος τὸν διδάσκαλον, καὶ παρευθὺ ταῦτα διαιρεθέντα, διὰ ξηρᾶς διέβη ἐπὶ τῆς ὑγρᾶς, ἀβρόχῳ ποδὶ τὸν Ἰορδάνην περάσας. Ὃν καὶ οἱ ἐν Ἱεριχὼ οὕτω διελθόντα ἰδόντες· Ἐπαναπέπαυται ὄντως τὸ τοῦ Ἠλιοῦ πνεῦμα ἐπὶ τὸν Ἐλισσαιέ, ἔφασαν· μεγάλα γὰρ ἐκεῖνος οἶδε χαρίζεσθαι καὶ ἀναληφθεὶς τοῖς γνησίως αὐτῷ προσκειμένοις, ὅτι δὴ καὶ αὐτὸς τὰ μείζω πάντων εἰλήφει παρὰ θεοῦ καὶ ἃ μηδεὶς ἕτερος.