Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν προφήτην Ἠλίαν

Ἰωάννης ὁ Δαμασκηνός

Ανακεφαλαίωση των θαυμάτων και εσχατολογικός επίλογος

Ρητορική σύνοψη της δράσης του προφήτη Ηλία, αναφορά στον εσχατολογικό του ρόλο κατά τη συντέλεια των αιώνων και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 7 από 7

Τίς γὰρ κλείειν ἢ ἀνοίγειν ἐπετράπη τοὺς οὐρανούς; Τίς ὕδωρ συνέχειν ἢ καταφέρειν ἐπὶ τῆς γῆς; Τίς ὕδατι πῦρ εἰς θυσίαν ἐγείρειν καὶ ταύτην καταναλίσκειν μετὰ τοῦ ὕδατος; Τίς πυρὶ ἄλλῳ δισσοὺς κατακαίειν πεντηκοντάρχους εἰς ἔλεγχον τοῦ παρανομήματος; Τίς διαπύρῳ ζήλῳ προφήτας ἀναιρεῖν τῆς αἰσχύνης, δι’ ἃ ἔσεβον προσοχθίσματα;

Τίς, ἵνα μὴ τὰ πολλὰ λέγω, θεὸν ἐν αὔρᾳ εἶδε λεπτῇ ἑαυτὸν πρῶτον λεπτύνας τῇ ἀσιτίᾳ; Ταῦτα γὰρ πάντα Ἠλιοῦ μόνου καὶ τοῦ ἐν αὐτῷ πνεύματος. Καὶ τὰ μείζω παρῆκεν ὁ λόγος, ἵνα μὴ καὶ δόξῃ ἄπιστα λέγειν καὶ τοῖς πολλοῖς ἀπαράδεκτα. Ὅς γε οὐδὲ θανάτου πεῖραν ἔσχε μέχρι καὶ νῦν, ἀλλ’ ἀναληφθεὶς μένει ἀγήρως, ἀγγέλοις οἶμαι συνδιαιτώμενος, ὧν καὶ τὴν ἀφθορίαν καὶ τὴν ἀϋλίαν διὰ τοῦ καθαροῦ βίου ἐζήλωσε, περὶ οὗ μάλιστα καὶ τῷ Δαυὶδ εἴρηται, μακρότητα δὴ ἡμερῶν ἐμπλησθῆναι αὐτὸν καὶ δειχθῆναι αὐτῷ τοῦ θεοῦ τὸ σωτήριον. Καὶ γὰρ φαίνεται κἀν τῇ μεταμορφώσει οὗτος θεοῦ παραγυμνούμενον πρόσωπον κατιδὼν ἐνώπιος ἐνωπίῳ ἱστάμενος, κἀν τῇ τῶν αἰώνων δὲ ἀποπερατώσει ὅτε καὶ τέλεον τὸ τοῦ θεοῦ σωτήριον ἐποφθήσεται, αὐτὸς πρὸ τῶν ἄλλων καὶ θεὸν ἥκοντα κηρύξει καὶ τοῖς ἄλλοις δηλαδὴ παραδείξει καὶ πολλαῖς θεοσημείαις τὴν ἀποκεκρυμμένην ἡμέραν πιστώσεται, ᾗ καὶ ἀπαντήσαιμεν ἐμπαράσκευοι, τὸν θαυμαστὸν τοῦτον ἔχοντες τρίβον ἡμῖν τὴν πρὸς ἐκείνην φέρουσαν ὁμαλίζοντα καὶ εἰς σκηνὰς τὰς ἐπουρανίους ἐγκαθορμίζοντα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.