Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τοὺς ἐν πίστει κεκοιμημένους

Ἰωάννης ὁ Δαμασκηνός

Το θείο έλεος στον άδη και η λύτρωση των εναρέτων

Αναφορά στη σωτηρία των προφητών και των δικαίων κατά την κάθοδο του Χριστού, καθώς και στην επέκταση της θείας φιλανθρωπίας στους κεκοιμημένους που έζησαν ενάρετα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 8

ιγʹ. Περὶ δὲ τοῦ φάναι τὸν Προφήτην, »Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογηθήσεταί σοι,» προειρήκαμεν, ὡς αἱ ἀπειλαὶ μὲν φρικώδεις τοῦ παντεπόπτου· νικᾷ δὲ ταύτας ἡ ἄφατος αὐτοῦ φιλανθρωπία. Καὶ γὰρ μετὰ τὸ φάναι τὸν ὑποφήτην ταῦτα, γέγονε πάντως ἐν τῷ ᾅδῃ ἐξομολόγησις· ἐκείνων λέγω τῶν ἐκεῖ πιστευσάντων ἐν τῇ σωτηρίῳ τοῦ Δεσπότου καθόδῳ. Οὐ γὰρ ἁπλῶς ἔσωσε πάντας ὁ ζωοδότης, ἀλλ᾽ ὡς εἴρηται, κἀκεῖ τοὺς πιστεύσαντας.

Τινὲς γοῦν φασι τοὺς προπεπιστευκότας, Οἵ τινές εἰσι πατέρες καὶ προφῆται, Κριταὶ, βασιλεῖς σὺν αὐτοῖς, καὶ τοπάρχαι, Καί τινες ἄλλοι τοῦ λαοῦ τῶν Ἑβραίων Εὐαρίθμητοι, καὶ πρόδηλοι τοῖς πᾶσιν. Ἡμεῖς δὲ πρὸς ταῦτα ἀντεροῦμεν, Τοῖς δοξάζουσιν ὧδε; ὡς οὔτε δῶρον, Οὔτε θαυμαστὸν, καὶ παράδοξον τοῦτο, Τὸ σῶσαι Χριστὸν τοὺς πεπιστευκότας.

Ἐπεὶ κριτὴς δίκαιος ὑπάρχει μόνος. Καὶ πᾶς ὁ τούτῳ πιστεύσας οὐκ ὀλεῖται. Ἔδει τοιγαροῦν τούτους σωθῆναι πάντας, Καὶ τῶν τοῦ ᾅδου δεσμῶν ἀπαλλαγῆναι, Τῇ καταβάσει τοῦ Θεοῦ καὶ Δεσπότου. Ὃ καὶ γέγονε τῇ τούτου προμηθείᾳ.

Οἱ δέ γε χάριν φιλανθρωπίας μόνης Σωθέντες ὑπάρχουσιν, ὡς οἶμαι, πάντες, Ὅσοι τὸν βίον καθαρώτατον εἶχον, Καὶ πᾶσαν πρᾶξιν ἀρίστην ἐπετέλουν. Ἰσχνῶς βιοῦντες, ἐγκρατῶς, καὶ σωφρόνως, Τὴν δέ γε πίστιν ἀκραιφνῆ τε καὶ θείαν, Οὐ κατέλαβον, μὴ γυμνασθέντες ὅλως, Ἀλλ᾽ ἀδίδακτοι μείναντες τὸ παράπαν, Τούτους ὁ πάντων ταμίας καὶ Δεσπότης, Εἵλκυσεν, ἐζώγρησε δικτύοις θείοις.

Καὶ τούτους ὑπέκλινε πιστεῦσαι τούτῳ, Λάμψας ἐπ᾽ αὐτοὺς τὰς θεϊκὰς ἀκτῖνας, Καὶ δείξας αὐτοῖς τὸ φῶς τῆς ἀληθείας. Οὐ γὰρ ἠνέσχετο ὁ συμπαθὴς τῇ φύσει, Εἰς κενὸν τούτων τοὺς κόπους γεγενῆσθαι. Ἐκέκτηντο γὰρ ἐργωδέστατον βίον, Ἐπίμοχθόν τε καὶ στενὸν ὑπὲρ λόγον· Αὐτοκράτορες τῶν παθῶν γεγονότες, Καὶ τῶν ἡδονῶν καταπτύσαντες ἅμα, Ἀκτησίαν τε πᾶσαν ἐξησκηκότες, Ἐγκράτειάν τε σὺν ἀγρυπνίᾳ πάλιν, Καὶ πᾶσαν ἁπλῶς ἀρίστην ἐργασίαν· Οὐκ εὐσεβῶς μὲν, ἀλλ᾽ ὅμως διελθόντες, Τὴν ἀνωτάτω πρόνοιαν, ὡς ἐδόκουν, Ἄριστα σεβόμενοι, πλὴν ἐσφαλμένως.

Εἰσὶ δέ τινες, οἳ καὶ τὴν θείαν δόξαν, Τῆς πανσθενουργοῦ κατέλαβον Τριάδος Ἰσχνῶς, ἀμυδρῶς· ἀλλ᾽ ἐδόξασαν ὅμως. Ἄλλοι δὲ τὴν σάρκωσιν εἶπον τοῦ Λόγου, Πάθη τε σεπτὰ, καὶ τὴν ἔγερσιν τούτου· Ἕτεροι δὲ γέννησιν τὴν ἐκ Παρθένου, Ὀνομασίαν τε ταύτης προειπόντες.

Μαρία γὰρ, φησὶν, ὄνομα τῇ κόρῃ. Αὖθις ἔνιοι προκατέλεξαν πάσας Τὰς ὑπερφυεῖς Χριστοῦ θαυματουργίας. Τῶν νεκρῶν τε καὶ πηρῶν, καὶ μογιλάλων, Λεπρῶν, καὶ κωφῶν, καὶ τῶν πυρεκτιώντων, Παραλελυμένων τε καὶ δαιμονιώντων, Ὑδεριώντων ἅμα καὶ ξηροχείρων, Καὶ τῆς θαλάσσης τὸν περίπατον ἔνθεν, Ἄρτων τὴν εὐλόγησιν καὶ τῶν ἰχθύων, Μεταβολὴν ὕδατος αὖθις πρὸς οἶνον, Αἱμοῤῥοούσης καὶ συγκυπτούσης ἄρδην, Τὰς ῥώσεις προφήσαντες, σὺν ἄλλοις πλείστοις· Τούτους ἡ θεία τοῦ Λόγου δυναστεία, Οὐκ ἠνέσχετο παριδεῖν ὀλωλότας, Οὐδ᾽ ἀπολέσαι τὰς πράξεις τὰς ἀρίστας.

Τὸ γὰρ δανεισθὲν αὐτῷ τοῦ χρόνου μέρος, Καθὸ προειρήκαμεν, οὐκ ἀμαυροῦται· Ἀλλὰ φυλαχθὲν, ἀποδίδοται πᾶσι Τοῖς καλῶς βιώσασι, μετὰ προσθήκης. Οἱ δέ γε βίον αἰσχρὸν βεβιωκότες, Καὶ μηδὲν ὅλως τῶν χρηστῶν πεπραχότες, Σπόρον ἢ καρπὸν μηδ᾽ ὅλως κεκτημένοι, Ἀλλὰ καὶ βίῳ, καὶ λόγῳ τε καὶ πίστει, Εἰς ἅπαν ὑπάρχοντες κατεσφαλμένοι, Οὔτε τῆς βροχῆς τῆς θείας οὐρανόθεν Χεθείσης αὐτοῖς, ἐβλάστασαν καθόλου· Οὐ γὰρ, ὡς ἔφθην εἰπὼν, ἔβαλον σπόρον, Οὔτε λάμψαντος τοῦ τῆς δόξης ἡλίου· Ἐπεπάνθησαν, ὡς ἄκαρποι καθόλου· Τούτους οὐκ ὀνίνησι Χριστὸς εἰς ἅπαν, Οὐ συνήγειρεν, ὡς οἶμαι, πεπτωκότας, Ὡς ἀναξίους παντελῶς σωτηρίας.

Οὔτε μὴν ἐπίστευσαν αὐτῷ, δοκεῖ μοι. Ἐπήρωσε γὰρ αὐτῶν τὰς διανοίας Καὶ τοὺς νοεροὺς ὀφθαλμοὺς τῆς καρδίας, Ἡ τοῦ σκότους ἔπαρσις, ὁ πρῶτος δράκων, Οὗ θεραπευταὶ γεγόνασιν ἐκ πρώτης, Ἵνα βλέποντες μὴ βλέπωσιν, ὡς θέμις, Καὶ συνιέντες μὴ συνιῶσιν ὅλως.

Οἱ δ᾽ ἄλλοι πάντες οἱ σπόρον ἐσχηκότες, Ἐπεπάνθησαν τοῦ ἡλίου φανέντος, Ἐβλάστησάν τε τῆς βροχῆς γεγονυίας. Ἴδε ποῦ φέρων ὁ λόγος ἀνήγαγεν ἡμᾶς, λῦσαι σὺν Θεῷ καὶ διευκρινῆσαι πρᾶγμα μικροῦ δεῖν κεκαλυμμένον· καὶ τοῦτο οὐκ ἀποφαντικῶς, διὰ τὸ ἀνάξιον, ἀλλὰ συλλογιστικῶς, διὰ τὸ φιλάδελφον. Τούτους ἔσωσεν, ὡς ἔγωγε οἶμαι, ὁ Χριστὸς ἐν τῷ ᾅδῃ.

ιδʹ. Δέδεικται τοίνυν τῇ τοῦ Χριστοῦ συνεργίᾳ, ὅτιπερ γέγονε ἐν τῷ ᾅδῃ ἐξομολόγησις. Ταῦτα δέ φαμεν, οὐχὶ τὴν προφητείαν ἀναιροῦντες· μὴ γένοιτο· ἀλλὰ δεῖξαι βουλόμενοι τὸν ὑπεράγαθον Κύριον ὑπὸ τῆς οἰκείας φιλανθρωπίας νικώμενον· ὥσπερ καὶ τὸ, «Νινευῒ καταστραφήσεται·» καὶ αὕτη οὐ κατέστραπται, ἀλλὰ νενίκηκε τὴν κρίσιν ἡ ἀγαθότης.

Καὶ ἐν τῷ Ἐζεκίᾳ, «Τάξαι, φησὶ, περὶ τοῦ οἴκου σου. Ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζώσεις·» καὶ αὐτὸς οὐκ ἀπέθανε. Καὶ ἐν τῷ Ἀχαάβ· «Ἐπάξω, φησὶ, κακά·» καὶ οὐκ ἐπήγαγεν, ἀλλ᾽ εἶπεν· «Εἶδες πῶς κατενύγη Ἀχαάβ; διὸ οὐκ ἐπάξω ἐν ἡμέραις αὐτοῦ κακά.» Ἀλλὰ καὶ πάλιν τὴν ἀπόφασιν ἡ ἀγαθότης ὑπερενίκησεν, ὡς καὶ ἐν ἄλλοις πλείστοις κρίμασι, καὶ εἰς ἀεὶ νικήσει μέχρι τῆς ἐσχάτης ἀνταποδόσεως, ὅταν ἡ λῆξις τῆς πανηγύρεως ἥξει, καὶ βοηθείας οὐκ ἔσται καιρὸς, ἀλλ᾽ ἄνθρωπος, καὶ τὸ φορτίον αὐτοῦ. Νῦν δὲ καιρὸς πραγματείας, καιρὸς συναλλάγματος, καιρὸς κόπου καὶ δρόμου καὶ μόχθου· καὶ μακάριος ὁ μὴ ὀκλάσας, μήτε χαυνωθεὶς τῇ ἐλπίδι· μακαριώτερος δὲ ὁ καὶ ὑπὲρ ἑαυτοῦ καὶ ὑπὲρ τοῦ πλησίον ἀγωνισάμενος.