λαʹ. Ὁ δὲ τῆς τοῦ Χριστοῦ δευτέρας παρουσίας ἀκριβέστατος μύστης Ἐφραὶμ ὁ μακάριος, οὕτως διδάσκει. «Τότε, φησὶ, τέκνα τοὺς ἑαυτῶν κατακρινοῦσι γονεῖς, ὡς μὴ τὰ χρηστὰ διαπραξαμένους ἔργα. Καὶ ὅτι βλέπουσι τοὺς γνωρίμους ἐν τῇ ὥρᾳ ἐκείνῃ οἱ ἄθλιοι· καὶ ὁπόταν τινὰς ἐξ αὐτῶν τοῖς δεξιοῖς ἴδωσι καταταχθέντας μέρεσιν, ἀποχωριζόμενοι, θρηνοῦσι τὸ συντακτήριον.» Καὶ αὖθις ὁ τῆς θεολογίας ἐπώνυμος, «Τότε, φησὶ, Καισάριον ὄψομαι, λαμπρὸν, ἔνδοξον, ἀγαλλόμενον, οἷός μοι καὶ κατ᾽ ὄναρ ὤφθης, ἀδελφῶν φίλτατε.» Εἶτα ὁ ἐν βίῳ καὶ λόγῳ περίβλεπτος, καὶ τῆς τοῦ Θεοῦ Ἐκκλησίας θεμέλιος Ἀθανάσιος, τάδε φησὶ περὶ τῶν ἐν Κυρίῳ νεκρῶν· ὅτιπερ «Καὶ τοῦτο ὁ Θεὸς τοῖς σωζομένοις κεχάρισται, τὸ μέχρι τῆς κοινῆς ἀναστάσεως ἀλλήλοις ψυχικῶς συνεῖναι καὶ συνευφραίνεσθαι, ἀπεκδοχὴν ἔχοντας τῶν μελλόντων αὐτοῖς ἀποκληροῦσθαι θείων δωρεῶν· οἱ δ᾽ ἁμαρτωλοὶ, καὶ ταύτης τῆς παραμυθίας ἐστέρηνται. Οὐ γὰρ ἔχουσι τὸ διαγνωστικὸν ἐν ἀλλήλοις. Ἐν ἐκείνῳ δὲ τῷ πανδήμῳ θεάτρῳ, καθὼς αἱ πράξεις ἀνακεκαλυμμέναι πάντων, οὕτω καὶ τὰ πρόσωπα γνώριμα παρὰ πάντων, ἕως οὗ ὁ πάντων ἔσχατος γένηται χωρισμός· καὶ ἀποπεμφθήσεται πᾶς τις, εἰς ὃν ἡτοίμασε τόπον ἑαυτῷ· οἱ μὲν δίκαιοι μετὰ Θεοῦ, καὶ ἀλλήλων· οἱ δ᾽ ἁμαρτωλοὶ, ἐν τοῖς ἐκτόποις, ἢ καὶ μετ᾽ ἀλλήλων· ἀλλ᾽ ὅμως ἀγνώστως.