Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἔκθεσις πίστεως

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνεία χριστολογικών εκφράσεων, η προέλευση του κακού και ο Νόμος

Ανάλυση των τρόπων με τους οποίους εκφράζεται η Γραφή για τον Χριστό, η απόδειξη ότι ο Θεός δεν είναι αίτιος του κακού και ο παιδαγωγικός ρόλος του Σαββάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 15 από 16

Περὶ τῶν ἐπὶ Χριστοῦ λεγομένων Τῶν ἐπὶ Χριστοῦ λεγομένων τρόποι γενικοί εἰσι τέσσαρες· Αʹ τὰ μὲν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἁρμόσει αὐτῷ, Βʹ τὰ δὲ ἐν τῇ ἑνώσει, Γʹ τὰ δὲ μετὰ τὴν ἕνωσιν, Δʹ τὰ δὲ μετὰ τὴν ἀνάστασιν.

Αʹ Καὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως μὲν τρόποι εἰσὶν ἕξ. —αʹ Τὰ μὲν γὰρ αὐτῶν τὸ συναφὲς τῆς φύσεως καὶ τὸ πρὸς τὸν πατέρα ὁμοούσιον δηλοῖ ὡς τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ τὸ «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων» καὶ τὰ τοιαῦτα. —βʹ Τὰ δὲ τὸ τέλειον τῆς ὑποστάσεως ὡς τὸ «υἱὸς τοῦ θεοῦ» καὶ «χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ» καὶ τὸ «μεγάλης βουλῆς ἄγγελος, θαυμαστός, σύμβουλος» καὶ τὰ ὅμοια. —γʹ Τὰ δὲ τὴν ἐν ἀλλήλαις τῶν ὑποστάσεων περιχώρησιν ὡς τὸ «ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί» καὶ τὴν ἀνεκφοίτητον ἵδρυσιν ὡς «λόγος», «σοφία καὶ δύναμις» καὶ «ἀπαύγασμα».

Ὅ τε γὰρ λόγος ἐν τῷ νῷ (λόγον δέ φημι τὸν οὐσιώδη), καὶ ἡ σοφία ὁμοίως, καὶ ἐν τῷ δυναμένῳ ἡ δύναμις, καὶ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα ἀνεκφοιτήτως ἵδρυται, ἐξ αὐτῶν πηγαζόμενα. —δʹ Τὰ δὲ ὡς ἐξ αἰτίου τοῦ πατρὸς ὡς τὸ «ὁ πατήρ μου μείζων μού ἐστιν»· ἐξ αὐτοῦ γὰρ ἔχει τό τε εἶναι καὶ πάντα, ὅσα ἔχει, τὸ μὲν εἶναι γεννητῶς καὶ οὐ δημιουργητικῶς ὡς τὸ «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον», «κἀγὼ ζῶ διὰ τὸν πατέρα», πάντα δέ, ὅσα ἔχει, οὐ μεταδοτικῶς οὔτε διδακτικῶς, ἀλλ᾽ ὡς ἐξ αἰτίου ὡς τὸ «οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα». Εἰ μὴ γὰρ ὁ πατήρ ἐστιν, οὐδὲ ὁ υἱός· ἐκ τοῦ πατρὸς γὰρ ὁ υἱὸς καὶ ἐν τῷ πατρὶ καὶ οὐ μετὰ τὸν πατέρα.

Ὁμοίως καί, ἃ ποιεῖ, ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ· μία γὰρ καὶ ἡ αὐτή, οὐχ ὁμοία, ἀλλ᾽ ἡ αὐτὴ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος θέλησις ἐνέργειά τε καὶ δύναμις. —εʹ Τὰ δὲ ὡς τῆς πατρικῆς εὐδοκίας διὰ τῆς αὐτοῦ ἐνεργείας πληρουμένης οὐχ ὡς δι᾽ ὀργάνου ἢ δούλου, ἀλλ᾽ ὡς δι᾽ οὐσιώδους καὶ ἐνυποστάτου αὐτοῦ λόγου καὶ σοφίας καὶ δυνάμεως διὰ τὸ μίαν ἐν πατρὶ καὶ υἱῷ θεωρεῖσθαι κίνησιν, ὡς τὸ «πάντα δι᾽ αὐτοῦ ἐγένετο», καὶ τὸ «ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς», καὶ τὸ «ἵνα γνῶσιν, ὅτι σύ με ἀπέστειλας». —ϛʹ Τὰ δὲ προφητικῶς, καὶ τούτων τὰ μὲν ὡς μέλλοντα οἷον «ἐμφανῶς ἥξει», καὶ τὸ τοῦ Ζαχαρίου «ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι», καὶ τὸ ὑπὸ Μιχαίου εἰρημένον «ἰδοὺ κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς»· τὰ δὲ μέλλοντα ὡς παρῳχηκότα· «Οὗτος ὁ θεὸς ἡμῶν μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη», καὶ τὸ «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», καὶ «διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου» καὶ τὰ τοιαῦτα. —Τὰ μὲν οὖν πρὸ τῆς ἑνώσεως καὶ μετὰ τὴν ἕνωσιν ἐπ᾽ αὐτῷ λεχθήσεται, τὰ δὲ μετὰ τὴν ἕνωσιν πρὸ τῆς ἑνώσεως οὐδαμῶς, εἰ μήτιγε προφητικῶς, ὡς ἔφημεν.

Βʹ Τῶν δὲ ἐν τῇ ἑνώσει τρόποι εἰσὶ τρεῖς. —αʹ Ὅτε μὲν γὰρ ἐκ τοῦ κρείττονος τὸν λόγον ποιούμεθα, θέωσιν τῆς σαρκὸς καὶ λόγωσιν καὶ ὑπερύψωσιν λέγομεν καὶ τὰ τοιαῦτα, τὸν προσγενόμενον τῇ σαρκὶ πλοῦτον ἐκ τῆς πρὸς τὸν ὕψιστον θεὸν λόγον ἑνώσεώς τε καὶ συμφυΐας ἐμφαίνοντες. —βʹ Ὅτε δὲ ἀπὸ τοῦ ἐλάττονος, σάρκωσιν τοῦ λόγου, ἐνανθρώπησιν, κένωσιν, πτωχείαν, ταπείνωσίν φαμεν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐκ τῆς πρὸς τὸ ἀνθρώπινον κράσεως ἐπιλέγεται τῷ λόγῳ τε καὶ θεῷ. —γʹ Ὅταν δὲ ἐξ ἀμφοῖν ἅμα, ἕνωσιν, κοινωνίαν, χρίσιν, συμφυΐαν, συμμόρφωσιν καὶ τὰ τοιαῦτα φάσκομεν. Διὰ τοῦτον οὖν τὸν τρίτον τρόπον οἱ προλελεγμένοι δύο τρόποι λέγονται. Διὰ γὰρ τῆς ἑνώσεως δηλοῦται, τί ἔσχεν ἑκάτερον ἐκ τῆς τοῦ συνυφεστῶτος αὐτῷ ἁρμογῆς καὶ περιχωρήσεως· διὰ γὰρ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν ἡ σὰρξ τεθεῶσθαι λέγεται καὶ θεὸς γενέσθαι καὶ ὁμόθεος τῷ λόγῳ καὶ ὁ θεὸς λόγος σαρκωθῆναι καὶ ἄνθρωπος γενέσθαι καὶ κτίσμα λέγεσθαι καὶ ἔσχατος καλεῖσθαι, οὐχ ὡς τῶν δύο φύσεων μεταβληθεισῶν εἰς μίαν φύσιν σύνθετον (ἀδύνατον γὰρ ἐν μιᾷ φύσει ἅμα τὰ ἐναντία φυσικὰ γενέσθαι), ἀλλ᾽ ὡς τῶν δύο φύσεων καθ᾽ ὑπόστασιν ἑνωθεισῶν καὶ τὴν εἰς ἀλλήλας περιχώρησιν ἀσύγχυτον καὶ ἀμετάβλητον ἐχουσῶν.

Ἡ δὲ περιχώρησις οὐκ ἐκ τῆς σαρκός, ἀλλ᾽ ἐκ τῆς θεότητος γέγονεν· ἀμήχανον γὰρ τὴν σάρκα περιχωρῆσαι διὰ τῆς θεότητος, ἀλλ᾽ ἡ θεία φύσις ἅπαξ περιχωροῦσα διὰ τῆς σαρκὸς ἔδωκε καὶ τῇ σαρκὶ τὴν πρὸς αὐτὴν ἄρρητον περιχώρησιν, ἣν δὴ ἕνωσιν λέγομεν. —Ἰστέον δέ, ὡς ἐπὶ τοῦ πρώτου καὶ δευτέρου τρόπου τῶν ἐν τῇ ἑνώσει τὸ ἀνάπαλιν θεωρεῖται. Ὅτε γὰρ περὶ τῆς σαρκὸς τὸν λόγον ποιούμεθα, θέωσιν καὶ λόγωσιν καὶ ὑπερύψωσιν καὶ χρίσιν φαμέν (ἀπὸ μὲν γὰρ τῆς θεότητος ταῦτα, περὶ δὲ τὴν σάρκα θεωρεῖται)· ὅτε δὲ περὶ τοῦ λόγου, κένωσιν, σάρκωσιν, ἐνανθρώπησιν, ταπείνωσιν καὶ τὰ τοιαῦτα, ἅτινα, ὡς ἔφημεν, ἐκ τῆς σαρκὸς ἐπιλέγεται τῷ λόγῳ τε καὶ θεῷ· αὐτὸς γὰρ ταῦτα ὑπέμεινεν ἑκών.

Γʹ Τῶν δὲ μετὰ τὴν ἕνωσιν τρόποι εἰσὶ τρεῖς. —Πρῶτος ὁ τῆς θείας φύσεως δηλωτικὸς ὡς τὸ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καὶ πάντα, ὅσα πρὸ τῆς ἐνανθρωπήσεως αὐτῷ ἐπιλέγεται, ταῦτα καὶ μετὰ τὴν ἐνανθρώπησιν αὐτῷ ἐπιλεχθήσεται πλὴν τοῦ μὴ εἰληφέναι σάρκα καὶ τὰ ταύτης φυσικά. —Δεύτερος ὁ τῆς ἀνθρωπίνης ὡς τὸ «τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» καὶ τὸ «οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου» καὶ τὰ τοιαῦτα.

Τούτων δὲ τῶν ἀνθρωποπρεπῶς ἐπὶ τοῦ σωτῆρος Χριστοῦ γεγραμμένων εἴτε ἐν ῥήμασιν εἴτε ἐν πράγμασιν τρόποι εἰσὶ ἕξ. —αʹ Τὰ μὲν γὰρ αὐτῶν κατὰ φύσιν οἰκονομικῶς πέπρακταί τε καὶ λέλεκται οἷον ὁ ἐκ παρθένου τόκος, ἡ καθ᾽ ἡλικίαν αὔξησίς τε καὶ προκοπή, ἡ πεῖνα, ἡ δίψα, ὁ κόπος, τὸ δάκρυον, ὁ ὕπνος, ἡ τῶν ἥλων τρῆσις, ὁ θάνατος καὶ τὰ τοιαῦτα, ὅσα φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπάρχουσιν· ἐν τούτοις γὰρ ἅπασι μίξις μέν ἐστι τοῦ θείου πρὸς τὸ ἀνθρώπινον, πλὴν τοῦ σώματος ἀληθῶς εἶναι πιστεύεται, οὐδὲν τούτων τοῦ θείου πάσχοντος, δι᾽ αὐτῶν δὲ τὴν ἡμῶν οἰκονομοῦντος σωτηρίαν. —βʹ Τὰ δὲ κατὰ προσποίησιν τὸ ἐρωτᾶν «ποῦ τεθείκατε Λάζαρον;», ὁ ὑπὸ τὴν συκῆν δρόμος, τὸ ὑποδύεσθαι ἤγουν ὑπαναχωρεῖν, ἡ προσευχή, τὸ «προσεποιήσατο πορρωτέρω πορεύεσθαι».

Τούτων γὰρ καὶ τῶν παραπλησίων οὔτε ὡς θεὸς οὔτε ὡς ἄνθρωπος ἔχρῃζε, πλὴν ἀνθρωποπρεπῶς ἐσχηματίζετο, πρὸς ὅπερ ἡ χρεία καὶ τὸ λυσιτελὲς ἀπῄτει, οἷον τὴν μὲν προσευχὴν διὰ τὸ δεῖξαι, ὡς οὐκ ἔστιν ἀντίθεος καὶ ὡς αἰτίαν αὐτοῦ τιμῶν τὸν πατέρα, τὸ ἐρωτᾶν οὐκ ἀγνοῶν, ἀλλ᾽ ἵνα δείξῃ, ὡς κατὰ ἀλήθειάν ἐστιν ἄνθρωπος μετὰ τοῦ εἶναι θεός· τὸ ὑπαναχωρεῖν, ἵνα διδάξῃ μὴ προπετεύεσθαι μηδ᾽ ἑαυτοὺς προδιδόναι. — γʹ Τὰ δὲ κατ᾽ οἰκείωσιν καὶ ἀναφορὰν ὡς τὸ «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες»; καὶ τὸ «μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε», καὶ τὸ «γενόμενος ὑπὲρ ἡμῶν κατάρα», καὶ τὸ «αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα». Οὔτε γὰρ ὡς θεὸς οὔτε ὡς ἄνθρωπος ἐγκατελείφθη ποτὲ ὑπὸ τοῦ πατρὸς οὔτε ἁμαρτία οὔτε κατάρα γέγονεν οὔτε ὑποταγῆναι χρῄζει τῷ πατρί· καθὸ μὲν γὰρ θεὸς ἴσος ἐστὶ τῷ πατρὶ καὶ οὐδὲ ἐναντίος οὐδὲ ὑποτεταγμένος, καθὸ δὲ ἄνθρωπος οὐδέπω ἀνήκοος γέγονε τοῦ γεννήτορος, ἵνα ὑποταγῆς δεηθῇ. Τὸ ἡμέτερον τοίνυν οἰκειούμενος πρόσωπον καὶ μεθ᾽ ἡμῶν τάσσων ἑαυτὸν ταῦτα ἔλεγεν· ἡμεῖς γὰρ ἦμεν οἱ ἁμαρτίας καὶ κατάρας ἔνοχοι ὡς ἀπειθεῖς καὶ παρήκοοι καὶ διὰ τοῦτο ἐγκαταλελειμμένοι. —δʹ Τὰ δὲ διὰ τὴν κατ᾽ ἐπίνοιαν διαίρεσιν.

Ἐὰν γὰρ τῇ ἐπινοίᾳ διέλῃς τὰ τῇ ἀληθείᾳ ἀχώριστα ἤτοι τὴν σάρκα ἐκ τοῦ λόγου, λέγεται καὶ δοῦλος καὶ ἀγνοῶν· καὶ γὰρ τῆς δούλης καὶ ἀγνοούσης φύσεως ἦν καί, εἰ μὴ ἥνωτο τῷ θεῷ λόγῳ ἡ σάρξ, δούλη ἦν καὶ ἀγνοοῦσα, ἀλλὰ διὰ τὴν πρὸς θεὸν λόγον καθ᾽ ὑπόστασιν ἕνωσιν οὔτε δούλη ἦν οὔτε ἠγνόει.

Οὕτω καὶ θεὸν ἑαυτοῦ τὸν πατέρα ἐκάλεσεν. —εʹ Τὰ δὲ διὰ τὴν πρὸς ἡμᾶς φανέρωσίν τε καὶ πίστωσιν ὡς τὸ «πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί» (αὐτὸς μὲν γὰρ δεδοξασμένος ἦν τε καὶ ἔστιν, ἀλλ᾽ ἡμῖν οὐκ ἦν φανερωθεῖσα καὶ πιστωθεῖσα ἡ δόξα αὐτοῦ), καὶ τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον «τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν» (διὰ γὰρ τῶν θαυμάτων καὶ τῆς ἀναστάσεως καὶ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος ἐφανερώθη καὶ ἐπιστώθη τῷ κόσμῳ, ὅτι υἱός ἐστι τοῦ θεοῦ), καὶ τὸ «προέκοπτε σοφίᾳ καὶ χάριτι». — ϛʹ Τὰ δὲ κατὰ τὴν τοῦ Ἰουδαίων προσώπου οἰκείωσιν μετὰ τῶν Ἰουδαίων ἀριθμῶν ἑαυτόν, ὡς πρὸς τὴν Σαμαρεῖτίν φησιν· «Ὑμεῖς προσκυνεῖτε, ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν, ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν». — Τρίτος τρόπος ὁ τῆς μιᾶς ὑποστάσεως δηλωτικὸς καὶ τοῦ συναμφοτέρου παραστατικός, οἷον τὸ «ἐγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι᾽ ἐμέ», καὶ τὸ «ὑπάγω πρὸς τὸν πατέρα, καὶ οὐκέτι θεωρεῖτέ με», καὶ τὸ «οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν», καὶ τὸ «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ» καὶ τὰ τοιαῦτα.

Δʹ Καὶ τῶν μετὰ τὴν ἀνάστασιν τὰ μέν εἰσι θεοπρεπῆ ὡς τὸ «βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ (ὡς θεοῦ δηλονότι) καὶ τοῦ ἁγίου πνεύματος», καὶ τὸ «ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος» καὶ τὰ τοιαῦτα (ὡς γὰρ θεός ἐστι μεθ᾽ ἡμῶν), τὰ δὲ ἀνθρωποπρεπῆ ὡς τὸ «ἐκράτησαν αὐτοῦ τοὺς πόδας», καὶ τὸ «κἀκεῖ με ὄψονται» καὶ τὰ τοιαῦτα.

Εʹ Τῶν δὲ μετὰ τὴν ἀνάστασιν ἀνθρωποπρεπῶν τρόποι εἰσὶ διάφοροι. Τὰ μὲν γὰρ ἀληθῶς, ἀλλ᾽ οὐ κατὰ φύσιν, ἀλλὰ κατ᾽ οἰκονομίαν πρὸς τὸ πιστώσασθαι, ὅτι αὐτὸ τὸ παθὸν σῶμα ἀνέστη, ὡς οἱ μώλωπες, ἡ βρῶσις καὶ ἡ πόσις ἡ μετὰ τὴν ἀνάστασιν, τὰ δὲ ἀληθῶς κατὰ φύσιν ὡς τὸ μεταβαίνειν τόπους ἐκ τόπων ἀμόχθως καὶ τὸ διὰ τῶν θυρῶν κεκλεισμένων εἰσελθεῖν, τὰ δὲ κατὰ προσποίησιν ὡς τὸ «προσεποιήσατο πορρωτέρω πορεύεσθαι», τὰ δὲ τοῦ συναμφοτέρου ὡς τὸ «ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν», καὶ τὸ «εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης», καὶ τὸ «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς», τὰ δὲ ὡς μεθ᾽ ἡμῶν ἑαυτὸν τάττοντος τῷ τρόπῳ τῆς κατὰ ψιλὴν ἐπίνοιαν διαιρέσεως ὡς τὸ «θεόν μου καὶ θεὸν ὑμῶν».

Δεῖ οὖν τὰ μὲν ὑψηλὰ προσνέμειν τῇ θείᾳ καὶ κρείττονι φύσει παθῶν καὶ σώματος, τὰ δὲ ταπεινὰ τῇ ἀνθρωπίνῃ, τὰ δὲ κοινὰ τῷ συνθέτῳ ἤγουν τῷ ἑνὶ Χριστῷ, ὅς ἐστι θεὸς καὶ ἄνθρωπος, καὶ εἰδέναι ἀμφότερα ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες ὀρθῶς πιστεύομεν καὶ οὐ πλανηθησόμεθα. Ἐξ ὧν ἁπάντων τῶν μὲν ἑνωθεισῶν φύσεων ἡ διαφορὰ γινώσκεται καὶ «ὅτι μὴ ταὐτόν», ὥς φησιν ὁ θειότατος Κύριλλος, «ἐν ποιότητι φυσικῇ θεότης τε καὶ ἀνθρωπότης». Εἷς γε μὴν υἱὸς καὶ Χριστὸς καὶ κύριος, καὶ ὡς ἑνὸς ὄντος ἓν αὐτοῦ καὶ τὸ πρόσωπον κατ᾽ οὐδένα τρόπον διὰ τὴν ἐπίγνωσιν τῆς φυσικῆς διαφορᾶς μεριζομένης τῆς καθ᾽ ὑπόστασιν ἑνώσεως.

Ὅτι οὐκ ἔστι τῶν κακῶν αἴτιος ὁ θεός Χρὴ εἰδέναι, ὅτι ἔθος τῇ θείᾳ γραφῇ τὴν παραχώρησιν τοῦ θεοῦ ἐνέργειαν αὐτοῦ καλεῖν, ὡς ὅταν λέγῃ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ· «Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» Ὅτι μὲν γὰρ αὐτὸς ποιεῖ καὶ ταῦτα κἀκεῖνα· μόνος γὰρ αὐτός ἐστι τῶν ἁπάντων δημιουργός, ἀλλ᾽ οὐκ αὐτὸς τίμια κατασκευάζει ἢ ἄτιμα, ἀλλ᾽ ἡ οἰκεία ἑκάστου προαίρεσις. Καὶ τοῦτο δῆλον, ἐξ ὧν ὁ αὐτὸς ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ ἐπιστολῇ φησιν· «Ἐν μεγάλῃ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον». Δῆλον δέ, ὡς ἑκουσίως ἡ κάθαρσις γίνεται· «Ἐὰν γάρ τις», φησίν, «ἐκκαθάρῃ ἑαυτόν», ἡ δὲ ἀκόλουθος ἀντιστροφὴ ἀντιφωνεῖ· Ἐὰν δὲ μὴ ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς ἀτιμίαν, ἄχρηστον τῷ δεσπότῃ, συντριβῆς ἄξιον.

Τὸ οὖν προκείμενον ῥητὸν καὶ τὸ «συνέκλεισεν ὁ θεὸς πάντας εἰς ἀπείθειαν», καὶ τὸ «ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν», ταῦτα πάντα οὐχ ὡς τοῦ θεοῦ ἐνεργήσαντος ἐκληπτέον, ἀλλ᾽ ὡς τοῦ θεοῦ παραχωρήσαντος διὰ τὸ αὐτεξούσιον καὶ τὸ ἀβίαστον εἶναι τὸ καλόν.

Τὴν οὖν παραχώρησιν αὐτοῦ ὡς ἐνέργειαν καὶ ποίησιν αὐτοῦ λέγειν σύνηθες τῇ θείᾳ γραφῇ. Ἀλλὰ μὴν καὶ ὅτε φησὶ τὸν θεὸν κτίζειν κακὰ καὶ μὴ εἶναι «ἐν πόλει κακίαν, ἣν ὁ κύριος οὐκ ἐποίησεν», οὐ κακῶν αἴτιον τὸν θεὸν δείκνυσιν, ἀλλ᾽, ἐπειδὴ δισέμφατον τὸ τῆς κακίας ὄνομα, δύο σημαῖνον· ποτὲ μὲν γὰρ τὸ τῇ φύσει κακὸν δηλοῖ, ὅπερ ἐναντίον ἐστὶ τῇ ἀρετῇ καὶ τῇ τοῦ θεοῦ θελήσει, ποτὲ δὲ τὸ πρὸς τὴν ἡμετέραν αἴσθησιν κακὸν καὶ ἐπίπονον ἤγουν τὰς θλίψεις καὶ ἐπαγωγάς. Αὗται δὲ τῷ μὲν δοκεῖν κακαί εἰσιν ἀλγειναὶ τυγχάνουσαι, τῇ δὲ ἀληθείᾳ ἀγαθαί· ἐπιστροφῆς γὰρ καὶ σωτηρίας γίνονται τοῖς συνιοῦσι πρόξενοι· ταύτας διὰ θεοῦ γίνεσθαί φησιν ἡ γραφή.

Ἰστέον δέ, ὡς καὶ τούτων ἡμεῖς ἐσμεν αἴτιοι. Τῶν γὰρ ἑκουσίων κακῶν τὰ ἀκούσιά εἰσιν ἔκγονα. —Καὶ τοῦτο δὲ ἰστέον, ὅτι ἔθος τῇ γραφῇ τινα ἐκβατικῶς ὀφείλοντα λέγεσθαι αἰτιολογικῶς λέγειν ὡς τὸ «σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε». Οὐ γὰρ ὁ ἁμαρτήσας, ἵνα νικήσῃ ὁ θεός, ἥμαρτεν, οὔτε δὲ ὁ θεὸς ἐδεῖτο τῆς ἡμῶν ἁμαρτίας, ἵνα ἐκ ταύτης νικητὴς ἀναφανῇ (φέρει γὰρ ἀσυγκρίτως κατὰ πάντων καὶ μὴ ἁμαρτανόντων τὰ νικητήρια δημιουργὸς ὢν καὶ ἀκατάληπτος καὶ ἄκτιστος καὶ φυσικὴν ἔχων τὴν δόξαν καὶ οὐκ ἐπίκτητον), ἀλλ᾽ ὅτι ἡμῶν ἁμαρτανόντων οὐκ ἄδικός ἐστιν ἐπιφέρων τὴν ὀργὴν καὶ μετανοοῦσι συγχωρῶν νικητὴς τῆς ἡμετέρας κακίας ἀναδείκνυται. Οὐκ ἐπὶ τούτῳ δὲ ἡμεῖς ἁμαρτάνομεν, ἀλλ᾽ ὅτι οὕτως ἀποβαίνει τὸ πρᾶγμα, ὥσπερ, ἐὰν κάθηταί τις ἐργαζόμενος, φίλος δέ τις ἐπιστῇ, φησίν, ὅτι, ἵνα μηδὲ σήμερον ἐργάσωμαι, παρεγένετο ὁ φίλος. Ὁ μὲν οὖν φίλος οὐχ, ἵνα μὴ ἐργάσηται, παρεγένετο, οὕτω δὲ ἀπέβη· ἀσχολούμενος γὰρ περὶ τὴν τοῦ φίλου ὑποδοχὴν οὐκ ἐργάζεται. Λέγεται δὲ ταῦτα ἐκβατικά, ὅτι οὕτως ἀποβαίνουσι τὰ πράγματα. Οὐ θέλει δὲ ὁ θεὸς μόνος εἶναι δίκαιος, ἀλλὰ πάντας ὁμοιοῦσθαι αὐτῷ κατὰ δύναμιν.

Ὅτι οὐ δύο ἀρχαί Ὅτι οὐ δύο ἀρχαί, μία ἀγαθὴ καὶ μία πονηρά, ἐντεῦθεν εἰσόμεθα· ἐναντία γὰρ ἀλλήλοις τὸ ἀγαθὸν καὶ τὸ πονηρὸν καὶ ἀλλήλων φθαρτικὰ καὶ ἐν ἀλλήλοις ἢ σὺν ἀλλήλοις οὐχ ὑφιστάμενα. Ἐν μέρει τοίνυν τούτων ἕκαστον ἔσται τοῦ παντός. Καὶ πρῶτον μὲν περιγραφήσονται οὐχ ὑπὸ τοῦ παντὸς μόνον, ἀλλὰ καὶ ὑπὸ μέρους τοῦ παντὸς τούτων ἕκαστον.

Ἔπειτα τίς ὁ τὴν χώραν ἑκάστῳ ἀποτεμόμενος; Οὐ γὰρ ἀλλήλοις συνενεχθῆναι καὶ συμβιβασθῆναι φήσουσιν, ἐπεὶ οὐ κακὸν τὸ κακὸν εἰρήνην ἄγον πρὸς τὸ ἀγαθόν τε συμβιβαζόμενον, οὐδ᾽ ἀγαθὸν τὸ ἀγαθὸν πρὸς τὸ κακὸν φιλικῶς διακείμενον. Εἰ δὲ ἕτερος τούτων ἑκάστῳ τὴν οἰκείαν ἀφώρισε διατριβήν, ἐκεῖνος μᾶλλον ἔσται θεός.

Ἀνάγκη δὲ καὶ δυοῖν θάτερον ἢ ἅπτεσθαι καὶ φθείρειν ἀλλήλους ἢ εἶναί τι μέσον, ἐν ᾧ οὐδὲ τὸ ἀγαθὸν οὐδὲ τὸ κακὸν ἔσται, ὥσπερ τι διάφραγμα διεῖργον ἐξ ἀλλήλων ἀμφότερα. Καὶ οὐκέτι δύο, ἀλλὰ τρεῖς ἀρχαὶ ἔσονται.

Ἀνάγκη δὲ καὶ τούτων τὸ ἕτερον ἢ εἰρηνεύειν, ὅπερ τὸ κακὸν οὐ δύναται (τὸ γὰρ εἰρηνεῦον οὐ κακόν), ἢ μάχεσθαι, ὅπερ τὸ ἀγαθὸν οὐ δύναται (τὸ γὰρ μαχόμενον οὐ τελέως ἀγαθόν), ἢ τὸ μὲν κακὸν μάχεσθαι, τὸ δὲ ἀγαθὸν μὴ ἀντιμάχεσθαι, ἀλλ᾽ ὑπὸ τοῦ κακοῦ φθείρεσθαι, ἢ λυπεῖσθαι καὶ κακοῦσθαι, ὅπερ οὐ τοῦ ἀγαθοῦ γνώρισμα. Μία τοίνυν ἀρχὴ ἀγαθὴ πάσης κακίας ἀπηλλαγμένη.

Ἀλλ᾽ εἰ τοῦτο, φασί, πόθεν τὸ κακόν; Ἀμήχανον γὰρ ἐκ τοῦ ἀγαθοῦ τὸ κακὸν ἔχειν τὴν γένεσιν. Φαμὲν οὖν, ὅτι τὸ κακὸν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τοῦ ἀγαθοῦ στέρησις καὶ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν παρατροπή· οὐδὲν γὰρ κακὸν κατὰ φύσιν. Πάντα γάρ, ὅσα ἐποίησεν ὁ θεός, καλὰ λίαν, καθὸ γέγονεν. Οὕτω τοίνυν μένοντα, καθὼς ἔκτισται, καλὰ λίαν εἰσίν, ἑκουσίως δὲ ἀποφοιτῶντα ἐκ τοῦ κατὰ φύσιν καὶ εἰς τὸ παρὰ φύσιν ἐρχόμενα, ἐν τῷ κακῷ γίνονται.

Κατὰ φύσιν μὲν οὖν πάντα δοῦλα καὶ ὑπήκοα τοῦ δημιουργοῦ. Ὅταν οὖν ἑκουσίως τι τῶν κτισμάτων ἀφηνιάσῃ καὶ παρήκοον τοῦ ποιήσαντος αὐτὸ γένηται, ἐν ἑαυτῷ συνεστήσατο τὴν κακίαν· κακία γὰρ οὐκ οὐσία τίς ἐστιν οὐδὲ οὐσίας ἰδίωμα, ἀλλὰ συμβεβηκὸς ἤτοι ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἑκούσιος παρατροπή, ὅπερ ἐστὶν ἡ ἁμαρτία.

Πόθεν οὖν ἡ ἁμαρτία; —Τῆς αὐτεξουσίου γνώμης τοῦ διαβόλου εὕρημα. —Κακὸς οὖν ὁ διάβολος; —Καθὸ μὲν γέγονεν, οὐ κακός, ἀλλ᾽ ἀγαθός· ἄγγελος γὰρ λαμπρὸς καὶ φωτεινὸς ὑπὸ τοῦ δημιουργοῦ ἔκτισται, αὐτεξούσιος ὡς λογικός, ἑκουσίως τε τῆς κατὰ φύσιν ἀρετῆς ἀπεφοίτησε καὶ ἐν τῷ ζόφῳ τῆς κακίας γέγονε, θεοῦ μακρυνθεὶς τοῦ μόνου ἀγαθοῦ καὶ φωτοποιοῦ· ἐξ αὐτοῦ γὰρ πᾶν ἀγαθὸν ἀγαθύνεται, καὶ καθόσον ἐξ αὐτοῦ μακρύνεται γνώμῃ (οὐ γὰρ τόπῳ), ἐν τῷ κακῷ γέγονεν.

Τίνος ἕνεκεν προγινώσκων ὁ θεὸς τοὺς ἁμαρτάνειν καὶ μὴ μετανοεῖν μέλλοντας ἔκτισεν Ὁ θεὸς δι᾽ ἀγαθότητα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει τὰ γινόμενα καὶ τῶν ἐσομένων προγνώστης ἐστίν. Εἰ μὲν οὖν μὴ ἔμελλον ἔσεσθαι, οὐδ᾽ ἂν κακοὶ ἔμελλον ἔσεσθαι οὐδ᾽ ἂν προεγινώσκοντο. Τῶν γὰρ ὄντων αἱ γνώσεις, καὶ τῶν πάντως ἐσομένων αἱ προγνώσεις· πρῶτον γὰρ τὸ εἶναι, καὶ τότε τὸ καλὸν ἢ κακὸν εἶναι. Εἰ δὲ μέλλοντας ἔσεσθαι διὰ τὴν τοῦ θεοῦ ἀγαθότητα τὸ κακοὺς ἐξ οἰκείας προαιρέσεως μέλλειν ἔσεσθαι ἐκώλυσεν αὐτοὺς γενέσθαι, τὸ κακὸν ἐνίκα ἂν τὴν τοῦ θεοῦ ἀγαθότητα.

Ποιεῖ τοιγαροῦν ὁ θεὸς ἀγαθὰ ἅπαντα, ἃ ποιεῖ· ἕκαστος δὲ ἐξ οἰκείας προαιρέσεως καλός τε καὶ κακὸς γίνεται. Εἰ καὶ τοίνυν ἔφη ὁ κύριος· «Συνέφερε τῷ ἀνθρώπῳ ἐκείνῳ, εἰ οὐκ ἐγεννήθη», οὐ τὴν οἰκείαν κτίσιν κακίζων ἔλεγεν, ἀλλὰ τὴν ἐξ οἰκείας προαιρέσεως καὶ ῥαθυμίας ἐπιγενομένην τῷ κτίσματι αὐτοῦ κακίαν. Ἡ γὰρ τῆς οἰκείας γνώμης ῥαθυμία ἄχρηστον αὐτῷ τὴν τοῦ δημιουργοῦ εὐεργεσίαν ἐποίησεν, ὥσπερ ἄν, εἴ τις πλοῦτον καὶ ἀρχὴν παρὰ βασιλέως ἐγχειρισθεὶς τυραννήσει τὸν εὐεργέτην, ὃν ἀξίως χειρωσάμενος τιμωρήσεται, εἰ μέχρι τέλους τῇ τυραννίδι κατίδοι τοῦτον ἐναπομένοντα.

Περὶ νόμου θεοῦ καὶ νόμου ἁμαρτίας Ἀγαθὸν τὸ θεῖον καὶ ὑπεράγαθον, καὶ τὸ τούτου θέλημα· τοῦτο γὰρ ἀγαθόν, ὅπερ ὁ θεὸς βούλεται. Νόμος δέ ἐστιν ἡ τοῦτο διδάσκουσα ἐντολή, ἵν᾽ ἐν αὐτῷ μένοντες ἐν φωτὶ ὦμεν. Ἧς ἐντολῆς ἡ παράβασις ἁμαρτία ἐστίν. Αὕτη δὲ διὰ τῆς τοῦ διαβόλου προσβολῆς καὶ τῆς ἡμετέρας ἀβιάστου καὶ ἑκουσίου παραδοχῆς συνίσταται· λέγεται δὲ καὶ αὕτη νόμος.

Ἐπιβαίνων οὖν ὁ τοῦ θεοῦ νόμος τῷ νῷ ἡμῶν ἐφέλκεται πρὸς ἑαυτὸν καὶ νύττει τὴν ἡμετέραν συνείδησιν. Λέγεται δὲ καὶ ἡ ἡμετέρα συνείδησις νόμος τοῦ νοὸς ἡμῶν. Καὶ ἡ προσβολὴ δὲ τοῦ πονηροῦ, τουτέστιν ὁ νόμος τῆς ἁμαρτίας, ἐπιβαίνων τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν δι᾽ αὐτῆς ἡμῖν προσβάλλει. Ἅπαξ γὰρ παραβάντες ἑκουσίως τὸν νόμον τοῦ θεοῦ καὶ τὴν προσβολὴν τοῦ πονηροῦ παραδεξάμενοι ἐδώκαμεν αὐτῇ εἴσοδον, πραθέντες ὑφ᾽ ἑαυτῶν τῇ ἁμαρτίᾳ. Ὅθεν ἑτοίμως ἄγεται τὸ σῶμα ἡμῶν πρὸς αὐτήν. Λέγεται οὖν καὶ ἡ ἐναποκειμένη τῷ σώματι ἡμῶν ὀσμὴ καὶ αἴσθησις τῆς ἁμαρτίας ἤτοι ἐπιθυμία καὶ ἡδονὴ τοῦ σώματος νόμος ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν.

Ὁ μὲν οὖν νόμος τοῦ νοός μου ἤτοι ἡ συνείδησις συνήδεται τῷ νόμῳ τοῦ θεοῦ ἤτοι τῇ ἐντολῇ καὶ ταύτην θέλει. Ὁ δὲ νόμος τῆς ἁμαρτίας ἤτοι ἡ προσβολὴ διὰ τοῦ νόμου τοῦ ἐν τοῖς μέλεσιν ἤτοι τῆς τοῦ σώματος ἐπιθυμίας καὶ ῥοπῆς καὶ κινήσεως καὶ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς ἀντιστρατεύεται τῷ νόμῳ τοῦ νοός μου, τουτέστι τῇ συνειδήσει, καὶ αἰχμαλωτίζει με καὶ θέλοντα τὸν τοῦ θεοῦ νόμον καὶ ἀγαπῶντα καὶ μὴ θέλοντα τὴν ἁμαρτίαν κατὰ ἀνάκρασιν διὰ τοῦ λείου τῆς ἡδονῆς καὶ τῆς τοῦ σώματος ἐπιθυμίας καὶ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, ὡς ἔφην, πλανᾷ καὶ πείθει δουλεῦσαι τῇ ἁμαρτίᾳ· ἀλλ᾽ «ὁ θεὸς τὸ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει ὁ νόμος διὰ τῆς σαρκός, πέμψας τὸν υἱὸν αὐτοῦ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» (σάρκα μὲν γὰρ ἀνέλαβεν, ἁμαρτίαν δὲ οὐδαμῶς) «κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα». «Τὸ γὰρ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν» καὶ παρέχει δύναμιν τῷ νόμῳ τοῦ νοὸς ἡμῶν κατὰ τοῦ νόμου τοῦ ἐν τοῖς μέλεσιν ἡμῶν. Τὸ γὰρ «τί προσευξώμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν, ἀλλ᾽ αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις», τουτέστι διδάσκει ἡμᾶς, τί προσευξόμεθα.

Ὥστε ἀδύνατον, εἰ μὴ δι᾽ ὑπομονῆς καὶ προσευχῆς τὰς ἐντολὰς τοῦ θεοῦ κατεργάσασθαι.

Κατὰ Ἰουδαίων περὶ τοῦ σαββάτου Σάββατον ἡ ἑβδόμη ἡμέρα κέκληται, δηλοῖ δὲ τὴν κατάπαυσιν· ἐν αὐτῇ γὰρ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥς φησιν ἡ γραφή. Διὸ καὶ μέχρις ἑπτὰ ὁ τῶν ἡμερῶν ἀριθμὸς προβαίνων πάλιν ἀνακυκλοῦται καὶ ἀπὸ τῆς πρώτης ἄρχεται. Οὗτος ὁ ἀριθμὸς τίμιος παρὰ Ἰουδαίοις τοῦ θεοῦ προστάξαντος τιμᾶσθαι αὐτὸν οὐχ ὡς ἔτυχεν, ἀλλὰ καὶ μετὰ βαρυτάτων τῶν ἐπὶ τῇ παραβάσει ἐπιτιμίων. Οὐχ ἁπλῶς δὲ τοῦτο προσέταξεν, ἀλλὰ διά τινας μυστικῶς τοῖς πνευματικοῖς τε καὶ διορατικοῖς κατανοουμένας αἰτίας.

Ὡς ἐμὲ γοῦν γνῶναι τὸν ἀμαθῆ, ἵν᾽ ἐκ τῶν κατωτέρων καὶ παχυτέρων ἄρξωμαι· Εἰδὼς ὁ θεὸς τὸ παχύ τε καὶ φιλόσαρκον καὶ πρὸς τὴν ὕλην ὅλως ἐπιρρεπὲς τοῦ Ἰσραηλίτου λαοῦ, ἅμα δὲ καὶ τὸ ἀδιάκριτον· πρῶτον μέν, ἵνα ὁ δοῦλος καὶ τὸ ὑποζύγιον ἀναπαύσηται, ὡς γέγραπται· ἐπειδὴ ἀνὴρ «δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ», ἅμα δὲ ἵνα καὶ σχολὴν ἄγοντες ἐκ τοῦ περὶ τὴν ὕλην περισπασμοῦ πρὸς θεὸν συνάγωνται «ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς» καὶ μελέτῃ τῶν θείων γραφῶν ἅπασαν τὴν ἑβδόμην ἀναλίσκοντες καὶ ἐν τῷ θεῷ καταπαύοντες. Ὅτε μὲν γὰρ οὐκ ἦν νόμος, οὐ γραφὴ θεόπνευστος, οὐδὲ τὸ σάββατον θεῷ ἀφιέρωτο. Ὅτε δὲ ἡ θεόπνευστος γραφὴ διὰ Μωσέως ἐδόθη, ἀφιερώθη τῷ θεῷ τὸ σάββατον, ὡς ἂν περὶ τὴν ταύτης μελέτην ἐν αὐτῷ ἀδολεσχήσωσιν οἱ μὴ πάντα τὸν βίον τῷ θεῷ ἀφιεροῦντες, οἱ μὴ πόθῳ τῷ δεσπότῃ ὡς πατρὶ δουλεύοντες, ἀλλ᾽ ὡς δοῦλοι ἀγνώμονες κἂν μικρὸν καὶ ἐλάχιστον μέρος τῆς ἑαυτῶν ζωῆς τῷ θεῷ ἀποτέμωνται, καὶ τοῦτο φόβῳ τῶν ἐπὶ τῇ παραβάσει εὐθυνῶν καὶ ἐπιτιμήσεων· «δικαίῳ γὰρ νόμος οὐ κεῖται», ἀλλ᾽ ἀδίκοις. Ἐπεὶ πρῶτος Μωσῆς τεσσαράκοντα ἡμερῶν καὶ αὖθις ἑτέρων τεσσαράκοντα νηστείᾳ προσεδρεύσας τῷ θεῷ, πάντως καὶ τοῖς σάββασι διὰ τῆς νηστείας ἐκάκου ἑαυτὸν τοῦ νόμου μὴ κακοῦν ἑαυτοὺς ἐν τῇ τοῦ σαββάτου ἡμέρᾳ προστάσσοντος.

Εἰ δὲ φαῖεν, ὅτι πρὸ τοῦ νόμου τοῦτο, τί φήσουσι περὶ τοῦ Θεσβίτου Ἡλιοῦ τεσσαράκοντα ἡμερῶν ὁδὸν ἀνύσαντος ἐν βρώσει μιᾷ; Οὗτος γὰρ οὐ μόνον διὰ τῆς νηστείας, ἀλλὰ καὶ διὰ τῆς ὁδοιπορίας ἐν τοῖς σάββασι τῶν τεσσαράκοντα ἡμερῶν ἑαυτὸν κακώσας ἔλυσε τὸ σάββατον, καὶ οὐκ ὠργίσθη τούτῳ ὁ τὸν νόμον δεδωκώς, ἀλλὰ καὶ ὡς ἀρετῆς ἔπαθλον ἐν Χωρὴβ ἑαυτὸν ἐνεφάνισε. Τί δὲ περὶ Δανιὴλ φήσουσιν; Οὐχὶ τρεῖς ἑβδομάδας διετέλεσεν ἄσιτος; Τί δὲ πᾶς Ἰσραήλ; Οὐ περιτέμνει τὸ παιδίον ἐν σαββάτῳ, εἰ τύχοι, ὀκταήμερον; Οὐχὶ δὲ καὶ τὴν μεγάλην νηστείαν, ἣν νενομοθέτηνται, εἰ ἐν σαββάτῳ καταντήσοι, νηστεύουσι; Οὐχὶ δὲ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν τοῖς τῆς σκηνῆς ἔργοις βεβηλοῦσι τὸ σάββατον καὶ ἀναίτιοί εἰσιν; Ἀλλὰ καὶ κτῆνος, ἂν εἰς βόθρον ἐμπέσοι ἐν σαββάτῳ, ὁ μὲν ἀνασπάσας ἀναίτιος, ὁ δὲ παριδὼν κατάκριτος. Τί δὲ πᾶς Ἰσραήλ; οὐχὶ ἑπτὰ ἡμέρας τὴν τοῦ θεοῦ κιβωτὸν περιφέροντες τὰ Ἱεριχούντια τείχη περιῄεσαν, ἐν αἷς πάντως ἦν καὶ τὸ σάββατον;

Ὡς οὖν ἔφην, σχολῆς ἕνεκα τῆς πρὸς θεόν, ἵνα κἂν σμικροτάτην ἀπόμοιραν αὐτῷ ἀπονέμωσι καὶ ἀναπαύσωνται ὅ τε δοῦλος καὶ τὸ ὑποζύγιον, ἡ τοῦ σαββάτου τήρησις ἐπινενόητο τοῖς νηπίοις ἔτι καὶ ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου δεδουλωμένοις, τοῖς σαρκικοῖς καὶ μηδὲν ὑπὲρ τὸ σῶμα καὶ τὸ γράμμα ἐννοῆσαι δυναμένοις. «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, γενόμενον ἐκ γυναικὸς ἄνθρωπον, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν». Ὅσοι γὰρ ἐλάβομεν αὐτόν, ἔδωκεν ἡμῖν ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς αὐτόν. Ὥστε οὐκέτι ἐσμὲν δοῦλοι ἀλλ᾽ υἱοί, οὐκέτι ὑπὸ νόμον ἀλλ᾽ ὑπὸ χάριν· οὐκέτι μερικῶς τῷ κυρίῳ δουλεύοντες ἐκ φόβου, ἀλλὰ πάντα τὸν τῆς ζωῆς χρόνον αὐτῷ ἀνατιθέναι ὀφείλοντες καὶ ἀεὶ τὸν δοῦλον, τὸν θυμὸν λέγω καὶ τὴν ἐπιθυμίαν, ἀπὸ τῆς ἁμαρτίας καταπαύοντες καὶ τῷ θεῷ σχολάζειν ἐπιτρέποντες· τὴν μὲν ἐπιθυμίαν ἅπασαν ἀεὶ πρὸς θεὸν ἀνατείνοντες, τὸν δὲ θυμὸν κατὰ τῶν τοῦ θεοῦ δυσμενῶν καθοπλίζοντες· καὶ τὸ ὑποζύγιον ἤτοι τὸ σῶμα ὁμοίως τῆς μὲν δουλείας τῆς ἁμαρτίας ἀναπαύοντες, ταῖς δὲ θείαις ἐντολαῖς ἐξυπηρετεῖσθαι προτρέποντες.

Ταῦτα ὁ πνευματικὸς ἡμῖν ἐντέλλεται τοῦ κυρίου νόμος, καὶ οἱ τοῦτον φυλάσσοντες ὑπέρτεροι τοῦ Μωσαϊκοῦ νόμου γεγόνασιν· ἐλθόντος γὰρ τοῦ τελείου τὸ ἐκ μέρους κατήργηται, καὶ τοῦ καλύμματος τοῦ νόμου ἤτοι τοῦ καταπετάσματος διὰ τῆς τοῦ σωτῆρος διαρραγέντος σταυρώσεως καὶ τοῦ πνεύματος πυρίναις γλώσσαις ἐκλάμψαντος τὸ γράμμα κατήργηται, τὰ σωματικὰ πέπαυται καὶ ὁ τῆς δουλείας νόμος πεπλήρωται καὶ νόμος ἐλευθερίας ἡμῖν δεδώρηται. Καὶ ἑορτάζομεν τὴν τελείαν τῆς ἀνθρωπίνης φύσεως κατάπαυσιν, φημὶ δὴ τὴν τῆς ἀναστάσεως ἡμέραν, ἐν ᾗ ἡμᾶς ὁ κύριος Ἰησοῦς, ὁ τῆς ζωῆς ἀρχηγὸς καὶ σωτήρ, εἰς τὴν ἐπηγγελμένην τοῖς πνευματικῶς τῷ θεῷ λατρεύουσι κληρουχίαν εἰσήγαγεν, εἰς ἣν αὐτὸς πρόδρομος ἡμῶν εἰσῆλθεν, ἀναστὰς ἐκ νεκρῶν καὶ ἀνοιγέντων αὐτῷ τῶν οὐρανίων πυλῶν ἐν δεξιᾷ τοῦ πατρὸς κεκάθικε σωματικῶς, ἔνθα καὶ οἱ τὸν πνευματικὸν τηροῦντες νόμον εἰσελεύσονται.

Ἡμῖν τοίνυν τοῖς τῷ πνεύματι στοιχοῦσι καὶ οὐ τῷ γράμματι πᾶσα ἡ τῶν σαρκικῶν ἐστιν ἀπόθεσις καὶ ἡ πνευματικὴ λατρεία καὶ πρὸς θεὸν συνάφεια. Περιτομὴ μὲν γάρ ἐστιν ἡ τῆς σωματικῆς ἡδονῆς καὶ τῶν περιττῶν καὶ οὐκ ἀναγκαίων ἀπόθεσις· ἀκροβυστία γὰρ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ δέρμα, ἡδονικοῦ μορίου περίττωμα. Πᾶσα δὲ ἡδονὴ μὴ ἐκ θεοῦ καὶ ἐν θεῷ γινομένη περίττωμα ἡδονῆς ἐστιν· ἧς τύπος ἡ ἀκροβυστία.

Σάββατον δὲ ἡ ἐκ τῆς ἁμαρτίας κατάπαυσις. Ὥστε ἀμφότερα ἓν τυγχάνουσι καὶ οὕτως ἀμφότερα ἅμα ὑπὸ τῶν πνευματικῶν τελούμενα, οὐδὲ τὴν τυχοῦσαν παρανομίαν ἐργάζονται. Ἔτι δὲ ἰστέον, ὅτι ὁ ἑπτὰ ἀριθμὸς πάντα τὸν παρόντα χρόνον δηλοῖ, ὥς φησιν ὁ σοφώτατος Σολομῶν· «Δοῦναι μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ». Καὶ ὁ θεηγόρος Δαυὶδ περὶ τῆς ὀγδόης ψάλλων περὶ τῆς μελλούσης μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καταστάσεως ἔψαλλε. Τὴν ἑβδόμην οὖν ἡμέραν ἀργίαν ἄγειν ἐκ τῶν σωματικῶν, τοῖς δὲ πνευματικοῖς ἐνασχολεῖσθαι προστάσσων ὁ νόμος μυστικῶς πάντα τὸν χρόνον τῷ ἀληθινῷ Ἰσραὴλ καὶ νοῦν ὁρῶντα θεὸν ἔχοντι ὑπέφηνε τῷ θεῷ ἑαυτὸν προσάγειν καὶ ὑπεράνω τῶν σωματικῶν γίνεσθαι.