Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἐπιστολὴ πρὸς Θεόφιλον βασιλέα περὶ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Η κρίση επί Κωνσταντίνου Ε', η σύνοδος των Βλαχερνών και η αποκατάσταση των εικόνων

Οι διωγμοί υπό του Κωνσταντίνου Ε', η εικονομαχική σύνοδος, η επακόλουθη αποκατάσταση της ορθοδοξίας επί Ειρήνης και του πατριάρχου Ταρασίου, και η περίοδος μέχρι τον αυτοκράτορα Μιχαήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 8

Ὄντως τάφος ἀνεωγμένος ἡ λάρυξ αὐτοῦ, καὶ τοῖχος κεκονιασμένος ἡ τούτου καρδία. Οὐ πολὺ δὲ τὸ διὰ μέσου, καὶ ὁ Λέων ὡς ἄνθρωπος θνήσκει, καὶ ὡς εἷς τῶν ἀρχόντων πέπτωκε. Τούτου δὲ τοῦ ζῇν ἀποῤῥήξαντος, καὶ τοῦ αἰωνίου πυρὸς γεγονότος παρανάλωμα, ἀνέστησεν ἀντ᾽ αὐτοῦ τὸ ἐκείνου μιαρὸν γέννημα, Κωνσταντῖνόν φημι. Οὗτος οὖν τὸ τῆς πονηρᾶς ἐκείνης ῥίζης δένδρον, δηλητήρια παντοῖα ὀλέθρια τῇ ἑαυτοῦ ψυχῇ θησαυρίσας, πορθεῖ, συστρέφει, καταστρέφει, πυρπολεῖ ἅπασαν ἁγίων εἰκόνων θέαν. Γνοὺς δὲ τοῦτο ὁ τῆς εὐσεβείας κήρυξ Γερμανὸς, δηλοῖ πρὸς αὐτόν· Βασιλεῦ, τοῦ Δεσπότου Χριστοῦ καὶ Σωτῆρος ἡμῶν Θεοῦ σαρκωθέντος ἐκ τῶν ἀχράντων αἱμάτων τῆς ἁγίας Θεοτόκου, καὶ τελείου αὐτοῦ καθ᾽ ἡμᾶς ὀφθέντος καὶ περιγραπτοῦ, πᾶσα ἡ εἰδωλικὴ λατρεία ἐκποδῶν γέγονεν· ἀπὸ δὲ τῆς εἰς ἡμᾶς αὐτοῦ συναναστροφῆς, καὶ τῆς τῶν ἀποστόλων κοσμοσώστου διδασκαλίας ἕως τῆς νυνὶ, ἔτη ͵ψλϛʹ, καὶ οἱ ἀναμέσον τούτοις τοῖς χρόνοις περιελθόντες ἅγιοι Πατέρες περὶ τῶν ἁγίων εἰκόνων τοιοῦτόν τι οὐκ ἐνενόησαν· ἀλλὰ καὶ αἱ ἅγιαι καὶ οἰκουμενικαὶ σύνοδοι ταύτας αἱροῦσαι, προσκυνεῖσθαι διετάξαντο, καὶ οὐ καταστρέφεσθαι. Σὺ δὲ, βασιλεῦ, γίνωσκε, ὅτι εἰ τούτου κρατήσειας, ὑπὲρ τῶν σεπτῶν εἰκόνων ἑτοίμως ἀποθανοῦμαι. Ἡ γὰρ τοῦ Χριστοῦ εἰκὼν τὸ αὐτοῦ φέρει ὄνομα, καθὸ ἐν σαρκὶ ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.

ιγʹ. Ταῦτα ἀκούσας ὁ βασιλεὺς, καὶ βρύξας ὡς λέων, ξιφήρεις σατράπας ἀποστείλας ἐν τῷ πατριαρχικῷ οἴκῳ, πυγμαῖς καὶ ὀνειδισμοῖς κατενέγκαι τὸν ἅγιον τῶν ἐκεῖσε προσέταξεν. Οὗτινος κατελθόντος, καὶ τοῦ μονήρους βίου συμμετόχου γεγονότος, τὸν ἀσεβῆ Ἀναστάσιον τῆς ἀρχιερωσύνης προβάλλεται στρατιωτικῶς, καὶ οὐ ψήφῳ Θεοῦ εὐσεβείας· ὅστις τὰ τῆς ἐκκλησίας πάντα τοῖς βασιλείοις παραδέδωκε.

Πάντα χαρακτῆρα τῆς θείας αὐτοῦ σαρκώσεως περιελόμενος, ὡσαύτως καὶ τῆς παναγίας Θεομήτορος, τὴν μητρικὴν αὐτῆς πρεσβείαν καὶ παῤῥησίαν πρὸς τὸν ἐξ αὐτῆς σαρκωθέντα Θεὸν Λόγον ἀπαναινόμενος, ὁ τοῦ ὑπερηφάνου διαβόλου ὑπερασπιστὴς, καὶ τὰς τῶν ἁγίων πρεσβείας ἀποσειόμενος· τάς τε τῶν ἁγίων Πατέρων θεοπνεύστους βίβλους πυρκαϊᾷ βαλών· τό τε φιλόθεον καὶ τῶν μοναζόντων τάγμα μυσαττόμενος ὁ μισόχριστος, τόν τε ἱερῶν παρθένων κατάλογον γαμικοῖς συναλλάγμασι περιζευγνύων, τῆς εὐλαβείας τὰ ἐνδύματα πυρὶ κατακαίων, τὴν τῶν ἱερῶν μοναστῶν σεβασμίαν γενειάδα, καὶ πολιὰς αἰδεσίμους, καὶ τὰς θείας κόρας βρομιαίῳ κατακαίων πυρί· σκοτίας σχῆμα τοῦτο καλέσας, ὁ τῇ ψυχῇ ἐσκοτισμένος, τοὺς ὑπ᾽ αὐτὸ τὸ σχῆμα καταλεγομένους, ἀμνημονεύτους ἐκάλεσε καὶ εἰδωλολάτρας, διὰ τὴν πρὸς τὰς σεπτὰς εἰκόνας προσκύνησιν· ἅπαντα δὲ τὸν ὑπ᾽ αὐτὸν λαὸν ἐκκλησιάσας, ὀμόσαι πάντας πεποίηκε προτιθεμένων τοῦ τε ζωοποιοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ, τῶν τε ἀχράντων ξύλων ἐν οἷς Χριστὸς ὑπὲρ ἡμῶν χεῖρας ἐξέτεινεν, καὶ τῶν ἁγίων Εὐαγγελίων, δι᾽ ὧν Χριστὸς παρακελεύεται ἡμᾶς μὴ ὀμόσαι ὅλως, μὴ προσκυνῆσαι εἰκόνας ἁγίας, ἀλλὰ ταύτην εἴδωλον καλεῖν, μήτε ἐξ ἀββᾶ κοινωνῆσαι, ἢ τὸ, χαῖρε, τὸ σύνολον δοῦναι αὐτοῦ· ὢ τῆς ἐρεσχελίας!

ὁμοιότροπον καὶ ὁμόηχον εὑρὼν ὄργανον, οὐ μὴν ἀλλὰ καὶ ὁμώνυμον, καὶ ὁμόφρονά τινα τοῦ ἱερατικοῦ καταλόγου, τοῦτον ἐπὶ τὴν Ἐκκλησίαν ἐπάρας, οὐχὶ Θεοῦ καὶ ἱερέων ψήφῳ, ἀλλὰ τῇ αὐτοῦ πανουργίᾳ, τῶν ἀμφοτέρων ἐν τῷ ἄμβωνι ἀνελθόντων, ὑπὸ τῶν τοῦ βασιλέως χειρῶν Κωνσταντίνου Κωνσταντῖνος τὴν ἱερὰν ὁ ἀνίερος ἐνδιδύσκεται διπλοΐδα καὶ τὸ ὠμοφόριον. Ὢ τῆς ἀναξίας! ὁ ἀσπιδιφόρος, ἱεροθέτης· καὶ ὁ πολέμοις καὶ φόνοις ἐσχολακὼς, ἱερουργός· καὶ ὁ τρισὶ γυναιξὶ παρανόμως συζευχθεὶς, τῶν ἱερῶν χειροτονητὴς καθίστατο.

ιδʹ. Ἐκ τούτου οὖν συμπλεχθείσης τῆς μιαρᾶς συνωρίδος, ὡς παρανόμου σειρᾶς, προγράμματα κατὰ πᾶσαν ἐπαρχίαν ἐπέμπετο πρὸς τοὺς κατὰ χώραν ἀρχισατράπας σὺν ἐπισκόποις, τὴν βασιλεύουσαν πόλιν καταλαβεῖν, πρὸς τὸ σύνοδον γενέσθαι κατὰ τῶν σεπτῶν εἰκόνων· τοῦ δὲ τυράννου τὸν σεβάσμιον τῆς παναχράντου Θεοτόκου τὸν ἐν Βλασχέρναις χαρακτῆρα κατορύξαντος, σύνοδον ἀθετούντων ψευδοϊερέων ἐν αὐτῷ τῷ πανσέπτῳ ναῷ ὁ ἀλιτήριος προκαθεσθεὶς ἅμα τῷ ὁμωνύμῳ προδότῃ τῆς τοῦ Χριστοῦ ποίμνης, τὴν μυσαρὰν καὶ ἐχθρώδη ἐπιτελοῦσα σύνοδον, ἀγαλματικὰ εἴδωλα τὰς σεπτὰς εἰκόνας καλέσαντες. Εἶτα Γερμανὸν τὸν θεῖον καὶ ὀρθοτόμον τῆς Ἐκκλησίας ἀναθεματίσαντες, ξυλολάτρην ἀπεκάλουν. Ὢ τῆς τοῦ ἐχθροῦ πωρώσεως! ὢ τῆς βλασφημίας! ὢ τῆς παρατροπῆς! πάμπολλα δὲ αὐτῶν βλασφημησάντων, τὸ τελευταῖον καὶ πάντων χεῖρον ἠλάλαξαν τὴν ἐλεεινὴν ἐκείνην οἱ μιαροὶ ἀνίεροι ἐκεῖνοι φωνὴν, καὶ εἶπον· «Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι σὺ, βασιλεῦ, ἐλυτρώσω ἡμᾶς ἐκ τῶν εἰδώλων.» Ὢ φωνῆς ὀδυνηρᾶς! ἥτις ἐκβομβηθεῖσα οὐρανὸν ἐζόφωσε, καὶ γῆν συνέσεισεν, αἰθέρα τε ἐμίανε, καὶ πάντας τοὺς αὐτὴν κεκραγότας, Θεοῦ ἀλλοτρίους ἐποίησεν. Ὄντως «ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει.»

Διὰ γὰρ τὰς τοιαύτας βλασφημίας τοῦ ἀθέου τυράννου καὶ ἀναξίου τῆς Χριστιανικωτάτης ἁλουργίδος, οὐράνιοι κεραυνοὶ κατέσκηψαν ἐπὶ τῆς γῆς, τὰ ἄστρα μὴ φέροντα τὴν Δεσποτικὴν ὕβριν εἰς γῆν κατέπιπτον, στοιχεῖα ἐδονεῖτο, γῆ ἐκλονεῖτο ταραττομένη, σεισμοὶ κατάλληλοι, φόβητρα καὶ σημεῖα ἐξ οὐρανοῦ· αὐτὸς ὁ δείλαιος δεδιὼς τὴν καραδοκουμένην ὀργὴν, φυγὰς καὶ μεταναστὰς, ἐπὶ τὴν Νικομηδέων πόλιν ᾤχετο. Ποῖος γὰρ Διοκλητιανὸς ἢ Μαξιμιανὸς, ἢ Τραϊανὸς, τὰ τοιαῦτα ἔδρασε κατὰ Χριστιανῶν δυσφήματα, ὡς ὁ ἀνάξιος τῆς Χριστιανικῆς προσηγορίας;

Ἡμέρα γοῦν κρίσεως παρέστη, καὶ τοῦτο ἡ θεία δίκη προέφθασε, καὶ μάρτυς ἀξιόπιστος αὐτὸς περὶ ἑαυτοῦ. Ἔτι γὰρ περὶ τὰ ἔσχατα πνέων, ὀλολύζων ἠλάλαξεν ἐν μεγάλῃ βοῇ, τάδε λέγων· «Τὰ προαύλια τῆς γεέννης.» Τί οὖν ἀξιοπιστότερον τῆς οἰκείας φωνῆς, ἀνθ᾽ ὧν οὐκ ἔγνω τὸν καιρὸν τῆς ἐπισκοπῆς αὐτοῦ; ὑπέρογκα γὰρ ματαιότητος ἐβλασφήμησε κατὰ τῆς Ἐκκλησίας Χριστοῦ, εἰδωλολάτρας τοὺς Χριστιανοὺς ἀποκαλῶν.

ιεʹ. Ἀλλὰ τούτου ὁ βλαστὸς ὁ δεύτερος Λέων τὴν ἀρχὴν τῆς βασιλείας διαδεξάμενος, γαληνικωτάτῃ καὶ εἰρηναίᾳ διαγωγῇ τὸν πολυτάραχον κλύδωνα τῆς Ἐκκλησίας μετήνεγκεν, ὡς ἐκ ζάλης καὶ τρικυμίας ταύτην ψυχαγωγήσας. Οὗτινος καὶ ἡ ζωὴ καὶ ἡ ταφὴ ἐν Εἰρήνῃ τῇ φερωνύμῳ συζύγῳ διατετέλεσται.

Αὖθις πάλιν νέα Ἑλένη καὶ νέος Κωνσταντῖνος υἱὸς Εἰρήνης, ὡς ῥόδον καὶ κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν ἐκφύντες, ὡς ἐξ Ἑλληνισμοῦ καὶ Ἰουδαϊσμοῦ τὸ Ῥωμαϊκὸν πολίτευμα ἀνακαλοῦνται· μεθ᾽ ὧν καὶ ὁ νέος Σίλβεστρος, ὁ μέγας καὶ ἀοίδιμος πατριάρχης Ταράσιος, ἁγίαν οἰκουμενικὴν σύνοδον συγκροτήσας, πᾶσαν αἱρετικὴν φρενοβλάβειαν διεσκέδασεν, ὅτι Πνεῦμα Θεοῦ ἅγιον ἦν ἐπ᾽ αὐτῷ. Ὡς φωστῆρες ἐν κόσμῳ φαίνοντες, καθὼς παρέδωκαν τῇ Ἐκκλησίᾳ οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου θεσπέσιοι καὶ μακάριοι ἀπόστολοι, καὶ οἱ θεοφόροι ἅγιοι Πατέρες, καὶ αἱ θεόπνευστοι καὶ οἰκουμενικαὶ ὀρθόδοξοι σύνοδοι, πάντα σωτήρια καὶ ζωοποιὰ τοῦ Χριστοῦ σύμβολα κατέχειν τε καὶ σεβάζεσθαι ἐθέσπισαν· καθώς φησι τὸ θεῖον λόγιον· «Δεῖξόν μοι τὴν ὄψιν καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ ὄψις σου ὡραία, καὶ ἡ φωνή σου ἡδεῖα.» Οὐκ ἔστι παρὰ Χριστιανοῖς Θεὸς πρόσφατος, οὐδὲ προσκεκύνηται παρ᾽ αὐτοῖς Θεὸς ἀλλότριος· ὅτι, τίς Θεὸς πάρεξ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; ἢ τίς Θεὸς πλὴν αὐτοῦ; Ποῦ εἰσιν οἱ Χριστιανοκατήγοροι, οἱ ἱεροκατήγοροι, οἱ ἑαυτοὺς τῆς Χριστωνύμου κλήσεως ἀποξενώσαντες;

οἱ ἑαυτοὺς τῆς μελλούσης ἐλπίδος τῶν Χριστιανῶν ἀπελπίσαντες, οἱ πεπλανημένοι ἀπὸ μήτρας τῆς θείας κολυμβήθρας, ἁμαρτωλοὶ ἄνθρωποι, τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τῆς καθολικῆς Ἐκκλησίας ἀνομίαν, ἐν ὑπερηφανείᾳ καὶ ἐξουδενώσει, οἱ πᾶσαν Γραφὴν θεόπνευστον καὶ ὠφέλιμον στρεβλοῦντες κατὰ τὰς ἰδίας ἐπιθυμίας, οἱ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσαντες, καὶ τὸ αἷμα τῆς διαθήκης καινὸν ἡγησάμενοι, ἐν ᾧ ἡγιάσθησαν, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐν ᾧ ἐχειροτονήθησαν ἐνυβρίσαντες, οἱ ψευδοχριστιανοὶ, οἱ τὴν ἁγίαν καὶ καθαρὰν Χριστοῦ Ἐκκλησίαν, τράπεζαν ἠλισγημένην ἀποκαλέσαντες, οἱ μὴ εἰδότες διαφορὰν ἁγίου καὶ βεβήλου, καθαροῦ καὶ ἀκαθάρτου; Πολλὰ ὤφειλον γράψαι, ἀλλ᾽ οὐκ ἰσχύομεν διὰ μέλανος καὶ χάρτου· ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

ιϛʹ. Αὖθις ὁ φερώνυμος Νικηφόρος ὁ ἐν βασιλεῦσι τοῦ Χριστοῦ εὐσεβέστατος καὶ ὀρθόδοξος θεράπων· ὡσαύτως καὶ οἱ τῆς εὐσεβείας υἱοὶ καὶ τῆς βασιλείας διάδοχοι, βεβαίαν καὶ ἀσάλευτον τὴν πίστιν διατηρήσαντες τῷ Χριστῷ, καὶ τῷ μεγάλῳ ἀρχιερεῖ πατριάρχῃ Νικηφόρῳ παρέθεντο τὴν Ἐκκλησίαν καθαρὰν καὶ ἀμίαντον, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα. Ἀλλ᾽ αὖθις πάλιν ἡμῖν φερώνυμος τῆς δυσσεβείας θὴρ, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος ἐνέσκηψεν· ἡ δὲ λύμη τῆς τοιαύτης ψυχοφθόρου αἱρέσεως τοιᾷδε προφάσει ἐνέσκηψε. Μιχαὴλ καὶ Θεοφυλάκτου τῶν θεοφιλεστάτων καὶ εὐσεβεστάτων ἀνδρῶν τὰ βασίλεια ἰθυνόντων, καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ οὔσης ἐν βαθυτάτῃ γαλήνῃ, καὶ τῶν ἱεραρχῶν πάντων ἥσυχον καὶ ἠρεμαῖον βίον σὺν τοῖς ἱερεῦσι καὶ εὐλαβέσι μοναχοῖς διαγόντων ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, οὐκ οἶδ᾽ ὅπως εἰπεῖν, τέρας ξενοφανὲς εἰσέδυ εἰς τὴν πανευδαίμονα πόλιν· γυναικός τινος τῶν ἐγχωρίων τετοκυίας βρέφος, τὰ μὲν ἄνω μέλη τοῦ σώματος ἕως τοῦ ὀμφαλοῦ εἶχε πάντα παιδὸς, τὰ δὲ ὑποκάτω, θηρῶν ἀγρίων, λεόντων καὶ παρδάλεων καὶ λύκων.