Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἐπιστολὴ πρὸς Θεόφιλον βασιλέα περὶ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Ιστορικά παραδείγματα και παραινέσεις προς τον αυτοκράτορα Θεόφιλο

Αναφορά στην ειρήνευση της αυτοκρατορίας επί Μιχαήλ και εκτενείς συμβουλές προς τον Θεόφιλο για την παύση των διωγμών, μέσα από παραδείγματα ευσεβών και ασεβών ηγεμόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 7 από 8

Ποῦ εἰσιν οἱ ψευδομάντεις καὶ ἀπατεῶνες· Ποῦ εἰσιν οἱ τριάκοντα τροπαιοφόροι χρόνοι τοῦ ἐπιγειόφρονος, καὶ μὴ τὸ πολίτευμα ἔχοντος μετὰ τοῦ ἐπουρανίου βασιλέως; κϛʹ. Τί οὖν «ὁ θανατῶν καὶ ζωογονῶν; ὁ κατάγων εἰς ᾅδου, καὶ ἀνάγων; ὁ ταπεινῶν καὶ ἀνυψῶν;» Ἐξήγειρε τῇ βασιλείᾳ αὐτοῦ τὸν φερώνυμον τῆς δυνάμεως αὐτοῦ ἀρχιστράτηγον, Μιχαὴλ τὸν πραότατον καὶ γαληνότατον βασιλέα, χριστομιμήτως λέγοντα· «Τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν σκότει, Ἀνακαλύφθητε.» —«Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, κατοικοῦντας ἐν τάφοις.» Πάντα σύνδεσμον ἀδικίας διαῤῥήσσων, ἀνήγαγεν ἐκ λάκκου ταλαιπωρίας τοὺς ἐν ἀπορίαις καὶ θλίψεσιν, καὶ πικρᾷ δουλείᾳ κατεχομένους· πάσης χαρᾶς καὶ θυμηδίας τὴν Ῥωμαϊκὴν βασιλείαν ἐνέπλησεν· ἔδωκε γὰρ ὁ Κύριος χρηστότητα, καὶ ἡ γῆ ἡ ἀνθηφόρος βλαστάνει τὰ ἀγαθὰ, καὶ τὸν καρπὸν αὐτῆς· ἡ δεξιὰ Κυρίου ἐποίησε δύναμιν· ἡ δεξιὰ Κυρίου ὕψωσε αὐτὸν, καὶ τῷ πλήθει τῆς δόξης αὐτοῦ συνέτριψε τοὺς ὑπεναντίους. Τί οὖν ὁ εἰρηνικώτατος καὶ πραότατος βασιλεύς; Ἐπὶ τὸ αὐτὸ ἐν εἰρήνῃ κεκοίμηται, καὶ ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ· συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸν ἔλεον ἐν κρίσει· «κατακαυχᾶται καὶ ἔλεος κρίσεως.» κζʹ.

Ἐπεὶ δὲ ὁ ἐγείρων κέρας σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν βραχίονι αὐτοῦ, ἀνέστησεν ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν τοῦ θρόνου αὐτοῦ, σὲ τὸν μέγαν καὶ φερώνυμον τῆς θεοφιλίας ἄνακτα, ἐν τῇ δυναστείᾳ τῆς σωτηρίας τῆς δεξιᾶς αὐτοῦ. Βασιλείαν κραταιὰν, ἰσχυρὰν, καὶ ἔντιμον ἔδωκεν ἐν τῇ χειρί σου ὁ τῶν ὅλων Δεσπότης καὶ Κύριος, θεοστήρικτε δέσποτα. Ἔμβλεψον εἰς ἀρχαίας γενεὰς τῶν εὐσεβεστάτων καὶ πιστῶν βασιλέων, πῶς ἡ δόξα καὶ ἡ εὐπρέπεια αὐτῶν ἀτελεύτητος ὑπάρχει. Ἐτάφησαν ἐν εἰρήνῃ, καὶ οἱ τάφοι αὐτῶν, καὶ τὰ ὀστᾶ αὐτῶν ἀναθάλλει ἐκ τοῦ τόπου αὐτῶν, καὶ βασιλεύει αὐτῶν Κύριος, ὅτι αἱ ψυχαὶ αὐτῶν ἐν χειρὶ αὐτοῦ εἰσι. Μίμησαι τὸν εὐσεβῆ καὶ φιλόθεον βασιλέα Κωνσταντῖνον, υἱὸν τῆς μακαρίας Ἑλένης, ἐν ὅλοις λδʹ χρόνοις διαπρέψαντα ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, πάντα τὰ φῦλα βάρβαρα ὑποπόδιον τῶν ποδῶν αὐτοῦ ὑποτάξας· ὥστε τοσοῦτον ἦν φιλοϊερεὺς καὶ φιλομόναχος ὁ ἀνὴρ οὗτος καὶ θεοφιλὴς, ὅτιπέρ φασιν ἐν μιᾷ κατηγόρων ἐπιδωσάντων πιττάκια κατ᾽ αὐτῶν, ταῦτα μὲν [γὰρ] εὐθὺς καῦσαι, φῆσαι δὲ οὕτως ὁ ἀοίδιμος βασιλεὺς, ὅτιπερ «Ἐὰν εὕρω, φησὶν, ἱερέα ἢ μοναχὸν ἔν τινι παραπτώματι, ἐγὼ αὐτὸς τὴν χλαμύδα μου ἥπλωσα ἂν καὶ ἐσκέπαζον αὐτόν.» Τίς ἄρα θεοσεβέστερος, ἢ φιλάγαθος καὶ συμπαθητικώτερος ἐν βασιλεῦσι τοῦ ἁγίου τούτου;

κηʹ. Ἰχνηλάτησον τὸν μέγαν τῆς εὐσεβείας λαμπτῆρα Θεοδόσιον τὸν εὐσεβῆ βασιλέα, πίστεως ὀρθοδόξου στέμματι κατηγλαϊσμένον· ὥστε τοσοῦτον ἦν καὶ οὗτος φιλόχριστος καὶ φιλομόναχος, ὅτιπερ διὰ τὸν τοῦ τυράννου Μαξιμίνου πόλεμον ἐν τοῖς Ἑσπερίοις μέρεσιν ἐν ἀγωνίᾳ πολλῇ συσχεθεὶς ἐν τῇ τῶν πολεμίων πληθύϊ τριακοσίων χιλιάδων, ἀποστέλλει ἐφ᾽ ἑνὶ τῶν ἐν τῷ ὄρει ὁσιωτάτων μοναχῶν, παρακαλῶν αὐτὸν εἰς εὐχῆς συμμαχίαν ἐπικουρῆσαι αὐτῷ.

Δόνατος δὲ τοὔνομα αὐτῷ. Ὁ δὲ ἁγιώτατος καὶ θεοφόρος μοναχὸς θεόθεν προγνοὺς τὸ μέλλον, ἀποστέλλει αὐτῷ τῷ βασιλεῖ τὸν τρίχινον αὐτοῦ χιτῶνα καὶ τὸ ἐπώμιον, καὶ τὸ κουκούλλιον, καὶ τὴν βακτηρίαν αὐτοῦ. Ὁ δὲ μεγαλόψυχος καὶ εὔελπις βασιλεὺς περιχαρῶς μετὰ πίστεως δεξάμενος ταῦτα, καὶ περιπτυξάμενος, καὶ ταῦτα ἐνδυσάμενος, τὴν δὲ βακτηρίαν ἀντὶ δόρατος κατασχὼν, ἔφιππος γίνεται. Καὶ δή τις θεία ἀγγελικὴ στρατιὰ ἐφ᾽ ἵπποις ἱπτάμενοι ἐφίστανται, καὶ τοὺς πολεμίους ἄρδην ἐν τοῖς βοθύνοις ἐν οἷς ὤρυξαν ἐν παγίδι θηρευτῶν, ἀντιστρεπτικῶς ἐκεῖσε κατέβαλον· τὸν δὲ τύραννον ἐν τῇ μεγάλῃ λαφύρᾳ οἱ σατράπαι ζῶντα χειρωσάμενοι, τοῖς ποσὶ τοῦ βασιλέως προσέφερον. Τί τούτου τοῖς νοῦν ἔχουσιν ὑψηλότερον; ὃς κατηξίωται ἀγγελικὰς στρατιὰς συλλήπτορας αὐτῷ γενέσθαι, οὐχὶ καὶ οὗτος εὐσεβὴς ἦν, προσκυνητὴς τῆς ἁγίας Τριάδος, καὶ τῆς Χριστοῦ εἰκόνος; Ἐρεύνησον, καὶ ἴδε τὰ ἱερὰ αὐτοῦ ἀναθήματα, τὰς ἱερὰς ἐνδυτὰς, τὰ ἱερὰ σκεύη.

Ψηλάφησον, καὶ ἴδε τὸν μέγιστον αὐτοῦ δίσκον, εἰς ὅνπερ ἐγκαυστικοῖς καλιεργήμασιν ὁ μυστικὸς τοῦ Χριστοῦ δεῖπνος μετὰ τῶν δώδεκα ἀποστόλων ἐγκεκόλαπτο· ὅνπερ ἱερὸν δίσκον Θεόδωρος ὁ οἰκονόμος τῶν ἁγίων ἀποστόλων, ψηφισθεὶς ἀρχιεπίσκοπος τῆς Συῤῥακουσῶν πόλεως ὑπὸ τοῦ ἀρχιεπισκόπου τῆς βασιλίδος πόλεως· καὶ δὴ οὗτος ὁ Θεόδωρος ποιήσας τὸ ἄθεον αὐτοῦ ἰδιόχειρον, τέθεικεν αὐτὸ ἐν τῷ δίσκῳ· καί φησιν Ἀντώνιος· Εἰ πληροφορεῖς ἡμᾶς, καὶ ὁμόφρων ἡμῶν εἶναι βούλει, πάτησον αὐτὸν τοῖς ποσί σου. Ὁ δὲ τῷ πόθῳ τῆς φιλαρχίας θελγόμενος, ἑτοιμότατα ἀναιδῶς καὶ ἀνερυθριάστως αὐτὸν κατεπάτησεν. Ὢ τῆς ἀνοχῆς καὶ μακροθυμίας Ἰησοῦ Χριστοῦ. Τί οὖν οὐχὶ ὁ Θεὸς ἐπιζητήσει ταῦτα; ναὶ πάντως· ὅτι ἑπτάκις ἐκδεδίκηται Κάϊν, ἐκ δὲ Λάμεχ, ἑβδομηκοντάκις ἑπτά. Οὕτως ἄρα πρέπει τοῖς ἀρχιερεῦσι τῆς βασιλείας τῶν Χριστιανῶν.

Τί οὖν ὁ δύστυχος Θεόδωρος; Ἠστόχησε τῆς ἀξίας, θανάτῳ ἀώρῳ δύσθνητος γεγονώς. κθʹ. Μίμησαι, θεοσεβέστατε δέσποτα, καὶ τοὺς μετέπειτα βασιλεῖς, Ἀρκάδιον καὶ Ὁνώριον καὶ Θεοδόσιον, Λέοντα καὶ Μαρκιανὸν, καὶ τοὺς κατ᾽ αὐτοὺς θεοσεβεῖς βασιλεῖς· πάντες γὰρ ὁμόφρονες καὶ θεόφρονες. Ἄφες τοὺς νενεκρωμένους ἐν ἀσεβείᾳ βασιλεῖς θάψαι, καὶ κλαῦσαι τὰς ἑαυτῶν νενεκρωμένας ψυχάς· οἱ γὰρ τῶν ἀδικουμένων στεναγμοὶ, τῶν ἀδικούντων κόλασις γίνεται. Ἐννόησον καὶ ἴδε τῶν βεβιωκότων βασιλέων καὶ ἀρχόντων τὴν πάροδον, πῶς ὡς ἐνύπνιον ἐκπετασθὲν παρῆλθον.

Ὅτε ἐδόκουν εἰς τέλος κατεστηρίχθαι, τότε εἰς τέλος ἀπώλοντο. Ἀσεβῶν γὰρ καταπιπτόντων, δίκαιοι ἔκφοβοι γίνονται. Τί οὖν καὶ σὺ ἀγαθὲ δέσποτα, εἰ καὶ ζῇς, καὶ διαμένεις, καὶ βασιλεύεις ἐν ὅλοις ἑκατὸν ἔτεσιν, οὐχὶ μετὰ ταῦτα ἀποθανεῖς ὡς οἱ πατέρες σου; Μικρὸς καὶ μέγας, οὐκ ἔστι θεράπων οὐ δεδοικὼς τὸν Κύριον αὐτοῦ. Μία γὰρ εἴσοδος εἰς τὸν βίον, ἔξοδος ἴση· οὐδεὶς γὰρ τῶν βασιλέων ἔσχεν ἑτέραν γενέσεως ἀρχήν· ἐπίβλεψον ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ μὴ ἐξουδενώσῃς τὴν δέησιν αὐτῶν· οἰκτείρησον τὰς Ἐκκλησίας σου, καὶ πενθοῦντας παραμύθησαι· τοὺς ἐν θλίψει παρακάλεσον.

Παῦσον τὰ σχίσματα τῶν Ἐκκλησιῶν· σβέσον τὰ φρυάγματα τῶν κακοδόξων εἰκονοκλαστῶν· τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ταχέως κατάλυσον ἐν τῇ δυνάμει τῆς δικαίας βασιλείας σου, καὶ τῷ βραχίονι τῆς εὐσεβείας σου. Τοὺς αἰχμαλώτους ἀνακάλεσαι, τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε, καὶ σύναψον τὴν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν, εἰς ἕνα σύνδεσμον ἀγάπης, εἰς βαθεῖαν εἰρήνην τῆς ὀρθοδόξου καὶ ἀκραιφνεστάτου πίστεως.

Ἕως πότε παρὰ πάντων τῶν Χριστιανῶν οἱ Ῥωμαίων παῖδες εἰκονοκλάσται καὶ αἱρετικοὶ ὀνειδίζονται; Ἐξέγειρον τὴν δυναστείαν τῆς εὐσεβείας σου, καὶ οἰκτείρησον τὸν λαόν σου, τὸν διεσκορπισμένον καὶ διεσπαρμένον, ὡς ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Τί τοῦτο τὸ ἐλεεινὸν ὅραμα; ἀκατάπαυστος ὁ θυμὸς τοῦ ἀντιπάλου διαβόλου κατὰ τῆς ἁγίας εἰκόνος τοῦ Σωτῆρος. Ἄσπονδος ὁ πόλεμος τοῦ ἀντικειμένου κατὰ τῆς ἀχράντου μορφῆς τῆς θεομήτορος.

Ἀκατάλλακτος ἔχθρα ἡ πρὸς τοὺς ἁγίους Χριστοῦ. Πόσοι βασιλεῖς ἐπολέμησαν τὴν Ἐκκλησίαν; πόσοι τύραννοι κατεδυναστεύσαντο; ἀλλὰ εἰ καὶ μικρὸν παρεχωρήθησαν, ἀλλὰ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. λʹ. Πολλὰς μὲν γὰρ Γραφικὰς ἀποδείξεις εὐσεβῶν δογμάτων τῶν ἁγίων Πατέρων ἔχοντες γράφειν, οὐ δέον ἐστὶν ἡμᾶς τὴν τῆς βασιλικῆς ἀγχινοίας θεοδίδακτον σοφίαν ἐκβιάζειν· ἀλλὰ, κατὰ τὸν θεῖον λόγον, παρακλητικῶς καὶ εὐμενεστάτως ἐκπληροῦμεν, ἵνα μὴ τῇ ὑποστολῇ τοῦ λόγου, τὸ μὴ εὐδοκιμεῖσθαι κατακριθῶμεν. Οὐδέποτε γὰρ ἡμεῖς καὶ ἐπὶ τῶν προβεβηκότων βασιλέων σεσιωπήκαμεν, νουθετοῦντες, παρακαλοῦντες ὡς κυρίους, ὡς δεσπότας, ὡς πατέρας, ὡς ἀδελφοὺς, ἵνα μὴ Θεὸν ζημιωθῶμεν διὰ τῆς ἡσυχίας.