Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἐπιστολὴ πρὸς Θεόφιλον βασιλέα περὶ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Ιστορική και θεολογική θεμελίωση της εικονογραφίας

Αναφορά στην παράδοση του Μεγάλου Κωνσταντίνου, την πραγματικότητα της ενσάρκωσης του Λόγου ως βάση για την απεικόνισή Του, και παραδείγματα αρχαίων θαυματουργικών εικόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 8

Οὐδὲν γὰρ ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ σκολιὸν, ἢ στραγγαλιῶδες. «Πάντα γὰρ εὐθεῖα τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Ὅλη γὰρ καλὴ, ὡς εἴρηται, καὶ μῶμος οὐκ ἔστιν ἐν αὐτῇ.» γʹ. Καὶ πρῶτος μὲν ὁ τὴν κρηπῖδα τῆς Χριστιανικωτάτης βασιλείας ταξάμενος, ὁ ἐν βασιλεῦσι τοῦ Χριστοῦ ἀπόστολος Κωνσταντῖνος ὁ μέγας καὶ δίκαιος, καὶ τὰ μυρία ἀξιέπαινα κατορθώματα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ βραβεύσας, τόν τε λαβυρίνθιον ἐκεῖνον καὶ δυσδιεξόδευτον τῆς θεομαχίας Ἀρειανικὸν πύργον εἰς γῆν καταῤῥάξας, ὡς στύλον πυρσοφανῆ τὴν γνῶσιν τῆς ὑπερουσίου καὶ ζωαρχικῆς ὁμοουσίου Τριάδος τοῖς πέρασιν ἐξέλαμψε. Πρώτιστον, καὶ ἐξαίρετον καλλιέρημα τῆς εἰς Χριστὸν τὸν ἀληθινὸν ἡμῶν Θεὸν εὐσεβείας, γνώρισμα ἐγχαράττει τῷ βασιλικῷ τῆς πολιτείας νομίσματι, τό τε οὐρανοφανὲς σημεῖον τοῦ Σωτηρίου σταυροῦ, καὶ τὸν σεβάσμιον καὶ Θεανδρικὸν Χριστοῦ χαρακτῆρα ἐν αὐτῷ μετὰ τοῦ ἰδίου ἀνετυπώσατο, ἐνδεικνύντος τὴν τοῦ ἐπουρανίου βασιλέως αὐθεντείαν πρὸς τὸν ἐπίγειον γεγονυῖαν, εἰρηνικάς τε σπονδὰς, καὶ βαθείας εἰρήνης συναλλάγματα, μιᾶς ποίμνης γινομένης, καὶ μιᾶς ἐξουσίας, ἀγγέλων καὶ ἀνθρώπων.

Ὡσαύτως δὲ ἐνιδρῦσθαι καὶ ἀναστηλοῦσθαι τὸν σεβάσμιον καὶ σεπτὸν χαρακτῆρα τῆς ἐνσάρκου πολιτείας αὐτοῦ, τῆς τε ἀχράντου μορφῆς αὐτοῦ τὰ χαρακτηριστικὰ ἰδιώματα, καθὸ ὡράθη ἐπὶ γῆς τέλειος ἄνθρωπος, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἐκ τῆς ἁγίας ἀχράντου καὶ Θεοτόκου Μαρίας· ἐμφαίνοντος τὰ γνωρίσματα, καθὼς παρέδωκαν τῇ καθολικῇ Ἐκκλησίᾳ οἱ μακάριοι ἀπόστολοι· κατακοσμοῦντος αὐτὴν ζωγραφικαῖς ἱστορίαις καὶ μουσουργικοῖς ψηφίσιν, ἔκ τε τῆς τῶν θεοπαραδότων Εὐαγγελίων συγγραφῆς, τὸν θεανδρικὸν χαρακτῆρα τοῦ Χριστοῦ ἐγκαθιδρύοντος. Καὶ γὰρ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον μετὰ ὀκτὼ χρόνους τῆς τοῦ Χριστοῦ ἀναλήψεως συνεγράφη· τὸ κατὰ Μάρκον μετὰ δέκα, τὸ κατὰ Λουκᾶν μετὰ, ιεʹ τὸ κατὰ Ἰωάννην μετὰ λβʹ, ἐπὶ Δομετιανοῦ. Διὸ καὶ πρότερον ἐν ταῖς ἐκκλησίαις ἀνιστορεῖσθαι ἐνομοθέτησε, καὶ ταῦτα ἐν ζωγραφικοῖς χρώμασι διαχαράττων, τὴν Βηθλεὲμ γέννησιν, τὴν τῶν ποιμένων αὐτοψίαν, τὴν τῶν μάγων δωροφορίαν, τὸν τοῦ ἀστέρος δρόμον, τὴν τοῦ δικαίου Συμεὼν εἰσδοχὴν, τὴν ὑπὸ Ἰωάννου βάπτισιν, τὴν τῶν παραδόξων, καὶ θεϊκῶν θαυμάτων ἀνάδειξιν· τὰ ἑκούσια παθήματα, τὴν ὑπερφυῆ καὶ ζωηφόρον ἀνάστασιν, τὴν εἰς οὐρανὸν θεϊκὴν ἀνάληψιν, καὶ τὰ ἀκόλουθα τῶν ἀποστόλων τερατουργήματα.

Τοῦτο γὰρ ὅρος καὶ λόγος τῇ Ἐκκλησίᾳ παραδέδοται, ὅτιπερ ὁ Μονογενὴς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς ἡμῶν, ὁ ἄναρχος, ὁ ἀΐδιος, ὁ ἄϋλος, ὁ ἄποσος, ὁ ἄποιος, ὁ ἀπειρομεγέθης, ὁ ἀνέπαφος. ὁ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ὁ τὰς ἀγγελικὰς καὶ οὐρανίους ἀσωμάτους Δυνάμεις τῷ λόγῳ συστησάμενος· ὁ τὸν οὐρανὸν σπιθαμῇ μετρήσας, τὴν δὲ γῆν κατέχων δρακὶ, καὶ τῇ χειρὶ τὸ ὕδωρ μετρήσας· ὁ χερσὶν ἀχράντοις τὸν ἄνθρωπον πλάσας, ἄνθρωπος ἐκ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας ἀτρέπτως καὶ ἀναλλοιώτως χρηματίσας, κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καθὸ ἄνθρωπος γέγονε, ζῶον λογικὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τρίπηχυ ἴσως περιγραφῆς, καὶ σαρκὸς παχύτητι περιγραφόμενος τῇ καθ᾽ ἡμᾶς ὁρωμένῃ, τῆς μητρῴας ἐμφερείας τὰ ἰδιώματα χαρακτηρίζων, καὶ τὴν τοῦ Ἀδαμιαίου μόρφωσιν ἐμφαίνων.

Τοῦ χάριν χαρακτηριζόμενος, καθὼς οἱ ἀρχαιοῖ ἱστορικοὶ διαγράφουσιν αὐτοῦ τὴν ἐκτύπωσιν, σύνοφρυν, εὐόφθαλμον, ἐπίῤῥινον, οὐλόθριξιν, ἐπίκυφον, εὔχρονον, γενειάδα μέλανα ἔχοντα, σιτόχρουν τῷ εἴδει κατὰ τὴν μητρῴαν ἐμφάνειαν· μακροδάκτυλον, εὐήφωνον, ἡδύλογον, πραότατον, ἥσυχον, μακρόθυμον, ἀνεξίκακον, καὶ τὰ παραπλήσια τῆς ἀρετῆς πλεονεκτήματα περιφέροντα, ἐν οἷσπερ ἰδιώμασιν ὁ θεανδρικὸς αὐτοῦ χαρακτηρίζεται λόγος, ἵνα μὴ τροπῆς ἀποσκίασμα, ἢ παραλλαγῆς ἀλλοίωσις ἐν τῇ θείᾳ τοῦ Λόγου ἐνανθρωπήσει φωραθείη, κατὰ τοὺς τῶν Μανιχαίων λήρους.

δʹ. Καὶ γὰρ ὁ θεσπέσιος ἀπόστολος καὶ εὐαγγελιστὴς Λουκᾶς, τὸν θεῖον καὶ σεβάσμιον χαρακτῆρα τῆς παναγίου Θεομήτορος Μαρίας, ἔτι ἐν σαρκὶ αὐτῆς ζώσης ἐν Ἱερουσαλὴμ, καὶ τὰς διατριβὰς ποιουμένης ἐν τῇ ἁγίᾳ Σιὼν, ζωγραφικαῖς τε μίξεσι τὴν τῆς πανάγνου στήλην ἐν πίναξι διεχάραξε, [καὶ] ὡς ἐν κατόπτρῳ τῇ μετέπειτα γενεᾷ ἐγκαταλελοιπώς. Καὶ ταύτην αὐτῇ ὑποδείξαντος, «Ἡ χάρις μου μετ᾽ αὐτῆς ἔσται.» Καὶ ἕτερον δὲ παραδοξότερον· οἱ θεόπται κορυφαῖοι ἀπόστολοι Πέτρος καὶ Ἰωάννης ἐν Λυδδῇ τῇ καλουμένῃ Διοσπόλει πρὸ μιλίων δεκαοκτὼ τῆς Ἱερουσαλὴμ, τὰς διατριβὰς ποιούμενοι. εὐκτήριον οἶκον ἐπ᾽ ὀνόματι τῆς μητρὸς τοῦ Κυρίου καὶ Θεομήτορος οἰκοδομήσαντες, καὶ ταύτην παραγενέσθαι εἰς τὴν τοῦ ναοῦ ἐνθρονίασιν ἐκλιπαροῦντες, ἔφησε πρὸς αὐτούς· «Καὶ αὐτόθι μεθ᾽ ὑμῶν εἰμι.» Καὶ δὴ θείᾳ τινὶ καὶ ἀοράτῳ ἐνεργείᾳ ὁ χαρακτὴρ αὐτῆς κίονι ἑνὶ ἐνίδρυστο· ἐν ᾧ καὶ αὐτὴ ἡ Θεομήτωρ παραγενομένη καὶ θεασαμένη τὸ ἴδιον ἐκτύπωμα, χαρᾶς τε καὶ θάμβης ἀναπλησθεῖσα, θαυμάσαι δὲ καὶ ἐκπλαγῆναι ἐπὶ τῇ τοῦ ἐξ αὐτῆς ἐνανθρωπήσαντος μητρικῇ εὐκλείᾳ καὶ εὐκληρίᾳ τὸ σέβας ἀπονείμαντος.

Ὅνπερ χαρακτῆρα μέχρι Ἰουλιανοῦ τοῦ Παραβάτου ἀποσωζόμενον, Ἑβραίους τινὰς ζωγράφους ἀποστείλας, καὶ διὰ τὸ, τὸ ἐκτύπωμα ἐφ᾽ ἑνὶ τῶν κιόνων τοῦ ναοῦ καθιδρυμένον ὁρῶντες, ὅλην ἐκτετυπωμένην τὴν ἡλικίαν· ἥ τε πορφύρα καὶ ὁ στολισμὸς, ὡς ἤδη ὁρῶσαν καὶ φθεγγομένην βλέποντες, μαρμαρικοῖς τεχνάσμασι ταύτην κατορύξαι πειρώμενοι, ἔτι μᾶλλον λαμπροτέραν καὶ ἀπαράλλακτον ἐν τῷ βάθει τοῦ κίονος ἐφεύρισκον. Καὶ ἄλλα δὲ πολλὰ σημεῖα καὶ θαυμαστὰ τέρατα ἐν τῇ τῆς παναγίας Θεομήτορος εἰκόνι, τῇ αὐτῇ θείᾳ ἐνεργείᾳ διαδείκνυνται· δι᾽ ἧς καὶ δαίμονες ἐλαύνονται, νόσοι θεραπεύονται, λεπροὶ καθαρίζονται, δυνάμεις ἐνεργοῦνται, πᾶσα μαλακία καὶ ἀσθένεια ῥώννυται εʹ. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐπὶ γῆς ἔτι πολιτευόμενος, τὸ ἐκμαγεῖον τῆς ἁγίας μορφῆς αὐτοῦ ἐν σουδαρίῳ ἀπομαξάμενος, Αὐγάρῳ τινὶ τοπάρχῃ τῆς Ἐδεσσηνῶν μεγαλοπόλεως διὰ Θαδδαίου τοῦ θεσπεσίου ἀποστόλου ἐκπέμψας, καὶ τὸν θεῖον ἱδρῶτα τοῦ προσώπου ἐναπομάττεται, τὰ χαρακτηριστικὰ ἰδιώματα αὐτοῦ ἀποσώζων ἐν τούτῳ.

Ὅπερ ἐκμαγεῖον μέχρι τῆς σήμερον ἡ λαμπροτάτη καὶ μεγαλώνυμος τῶν Ἐδεσσηνῶν πόλις ὥσπερ σκῆπτρον βασιλικὸν κατέχουσα, αὐχεῖ καὶ κομπάζει· σημεῖα ἐν τῷ λαῷ δεικνύοντος, τοῦ ταύτην αὐτῇ τὴν χάριν παρασχομένου Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· ἐν ᾗ καί ποτε Χοσρόου τοῦ Περσῶν βασιλέως τῷ τείχει αὐτῆς πυρκαϊὰν ἐλαίων ξύλα περιανάψαντος κυκλόθεν κύκλῳ, καὶ ταῦτα εἰς γῆν κατατεφρώσοντος, ὁ κατὰ καιρὸν ἁγιώτατος μητροπολίτης ἰδὼν τὸν λαὸν ἐκ τῆς ἄγαν πυρκαϊᾶς ἤδη μέλλοντα ἐναποθνήσκειν, τοῦτον τὸν σεβάσμιον χαρακτῆρα τοῦ θεοτυπώτου σουδαρίου διάρας, καὶ τὰ τείχη περιπολεύσας, θεία τις δύναμις ἐξελθοῦσα ἐν ἀνέμῳ καὶ πνοῇ βιαίᾳ τὴν πυρκαϊὰν ἐνέστρεψε τοῖς ὑπεναντίοις, καὶ διώδευσε καὶ ἐνεπύρισε τοὺς πέριξ, ὡς τοὺς Χαλδαίους τοὺς Ἀσσυρίους.