Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Φιλοσοφικά ἀποσπάσματα

Ἰωάννης ὁ Δαμασκηνός

Οι κατηγορίες της ποσότητας, του προς τι και της ποιότητας

Εξέταση των αριστοτελικών κατηγοριών της ποσότητας, των σχετικών (προς τι) και της ποιότητας, με τις ειδικότερες διακρίσεις τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 9

Περὶ ποσότητος Ποσότης ἐστὶ σωρεία μονάδων καὶ οὐ διαίρεσις ἀλλὰ μᾶλλον συνάφεια. Τοῦ δὲ ποσοῦ τὸ μὲν συνεχές, τὸ δὲ διωρισμένον. Διωρισμένον οὖν ἐστιν, οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον οὐ συνάπτουσιν ὡς δύο φοίνικες· συνεχὲς δέ ἐστιν, οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτουσιν οἷον ξύλον ἓν τρίπηχυ. Ὑπὸ μὲν οὖν τὸ διωρισμένον ποσὸν ἀνάγεται ἀριθμὸς καὶ λόγος· ἀριθμὸς μὲν οἷον δύο, τρία καὶ τὰ τοιαῦτα· τὰ γὰρ μέρη τῶν δύο, ἅτινά εἰσιν ἓν καὶ ἕν, οὐκ ἔχουσι κοινὸν ὅρον τὸν συνάπτοντα αὐτά. Καὶ λόγος δὲ μετρούμενος συλλαβαῖς ὑπὸ τὸ διωρισμένον ποσὸν ἀνάγεται· οὐ γὰρ ἔχουσιν αἱ συλλαβαὶ κοινὸν ὅρον τὸν συνάπτοντα αὐτάς.

Ὑπὸ δὲ τὸ συνεχὲς ἀνάγονται γραμμὴ καὶ ἐπιφάνεια καὶ σῶμα καὶ τόπος καὶ χρόνος. Γραμμὴ δὲ καὶ ἐπιφάνεια καὶ σῶμα καὶ τόπος καὶ χρόνος ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται· ἑκάστου γὰρ αὐτῶν τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτουσιν, γραμμῆς μὲν πρὸς στιγμήν, ἐπιφανείας δὲ πρὸς γραμμήν, σώματος δὲ πρὸς ἐπιφάνειαν. Στιγμὴ μὲν γάρ ἐστιν ἄποσον. Ἡ δὲ γραμμὴ ἔχει μίαν διάστασιν· ἔστι γὰρ μῆκος ἀπλατές. Ἡ δὲ ἐπιφάνεια ἔχει δύο διαστάσεις, μῆκός τε καὶ πλάτος.

Τὸ δὲ σῶμα τρεῖς ἔχει διαστάσεις, μῆκός τε 〈καὶ〉 πλάτος καὶ βάθος. Ὁ δὲ τόπος πέρας ἐστὶ τοῦ περιέχοντος, καθὸ πέρας περιέχεται τὸ περιεχόμενον, οἷον ὁ ἀὴρ περιέχει τὸ σῶμα. Τὸ οὖν τέλος τοῦ ἀέρος τὸ περιέχον τὸ σῶμα λέγεται τόπος τοῦ σώματος, καὶ οὐχ ὅλος ὁ ἀήρ, ὥστε ὁ τόπος ἐπιφάνειά ἐστι τοῦ ἀέρος τοῦ περιέχοντος τὸ σῶμα καὶ οὕτως ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγεται ὡς ἐπιφάνεια. Τὰ δὲ μόρια τοῦ τόπου συνάπτουσι πρὸς γραμμὴν ὡς ἐπιφανείας. Τὰ δὲ μόρια τοῦ χρόνου πρὸς τὸ νῦν συνάπτουσι· τὸ γὰρ νῦν ἄποσον ὂν πέρας μέν ἐστι τοῦ παρῳχημένου, ἀρχὴ δὲ τοῦ μέλλοντος. Ἰστέον δέ, ὅτι ἐπιφάνειά ἐστι τὸ ἔξω μέρος τοῦ σώματος, παρὰ τὸ φαίνεσθαι. Αὕτη οὖν ἢ ἴση ἐστὶ καὶ ὁμαλὴ καὶ λεία καὶ λέγεται ἐπίπεδος, ἢ καμπύλη καὶ ἄνισος καὶ ἀνώμαλος καὶ λέγεται ἁπλῶς ἐπιφάνεια.

Ἰστέον δέ, ὅτι τὸ μὲν σῶμα καὶ ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ ὑφ᾽ ἕν εἰσι καὶ ἅμα, ὁ δὲ χρόνος καὶ ὁ τόπος περὶ αὐτά. Μάλιστα ὁ τόπος ἐστὶ τοῦ ποσοῦ· τὸ μέν ἐστι θετόν, τὸ δὲ ἄθετον. Τὸ μὲν οὖν θετὸν δηλοῖ τὸ κεῖσθαί που καὶ τὸ ὑπομένειν ἄλληλα τὰ μόρια· ἔχει δὲ καί τινα συνέχειαν καὶ ἀλληλουχίαν πρὸς ἄλληλα. Ἄθετα δέ εἰσι τὰ μὴ τοιαῦτα ἀλλ᾽ ἐναντίως ἔχοντα. Ἀνάγονται οὖν ὑπὸ μὲν τὸ θετὸν γραμμή, ἐπιφάνεια, σῶμα, τόπος· ἑκάστου γὰρ αὐτῶν τὰ μόρια μένουσι καὶ κεῖνταί που καὶ συνέχειαν ἔχουσι πρὸς ἄλληλα, τὰ μὲν μόρια τῆς γραμμῆς ἐν τῇ ἐπιφανείᾳ, τῆς δὲ ἐπιφανείας ἐν τῷ σώματι, τοῦ δὲ σώματος ἐν τῷ τόπῳ, τοῦ δὲ τόπου ἐν τῷ σώματι ὡς ἐπιφανείας. Ἄθετα δέ εἰσιν ἀριθμός, λόγος, χρόνος· ὁ μὲν ἀριθμὸς καὶ ὁ λόγος, διότι τὰ μόρια αὐτῶν οὐδὲ συνέχειαν ἔχουσιν οὐδὲ κεῖνταί που οὐδὲ ὑπομένουσι τὰ μόρια αὐτῶν. Τὰ δὲ τοῦ χρόνου μόρια, εἰ καὶ συνέχειαν ἔχουσιν, ἀλλ᾽ οὐδὲ ὑπομένουσιν οὐδὲ κεῖνταί που. Ὁ δὲ ἀριθμὸς διττός ἐστιν, ὁ μὲν ἐν τῇ τῶν ἀριθμῶν, ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς ὡς ξέστης· ὁ μὲν ὁ μετρῶν ὁ χαλκοῦς, ὁ δὲ ὁ μετρούμενος οἷον ἢ οἶνος ἢ ἕτερόν τι τοιοῦτον. Ὁ μὲν οὖν ἀριθμῶν οὐκ ἔστι θετός, ὁ δὲ ἀριθμούμενος θετός ἐστι. Καὶ πᾶν δὲ ποσὸν καὶ μέτρον ἐστὶ καὶ μετρητόν.

Ἰστέον, ὡς ποσότης μέν ἐστιν αὐτὸ τὸ μέτρον καὶ ὁ ἀριθμὸς ὁ μετρῶν καὶ ὁ ἀριθμῶν. Ὁ δὲ λόγος καὶ χρόνος καὶ τόπος σῶμά τε καὶ ἐπιφάνεια καὶ γραμμὴ οὔκ εἰσι ποσότης ἀλλὰ ποσὰ ὡς ὑποκείμενα τῇ ποσότητι καὶ μετρούμενα καὶ ἀριθμούμενα, ὁμοίως καὶ ὁ ἀριθμὸς ὁ ἀριθμούμενος ἤγουν ὁ οἶνος καὶ τὰ τοιοῦτα. Καὶ τὰ μὲν ὑπόκεινται τῇ συνεχεῖ ποσότητι ὡς συνεχῶς ἀριθμούμενα, τὰ δὲ τῇ διωρισμένῃ ὡς διωρισμένως μετρούμενά τε καὶ ἀριθμούμενα· διὸ καὶ ποσὰ λέγονται καὶ οὐ ποσότης.

Καὶ κυρίως μὲν ποσὰ ταῦτα τὰ ἑπτὰ λέγονται, κατὰ συμβεβηκὸς δὲ ποσὰ λέγομεν τὰ ἐν αὐτοῖς θεωρούμενα οἷον πρᾶξιν, κίνησιν, τὸ λευκὸν καὶ τὰ τοιαῦτα· οἷον, εἰ ἐν πολλῷ χρόνῳ γένηται ἡ πρᾶξις καὶ ἡ κίνησις, φαμὲν πολλὴν πρᾶξιν καὶ πολλὴν κίνησιν, εἰ δὲ ἐν ὀλίγῳ, ὀλίγην· ὁμοίως καί, εἰ ἐν πολλῷ σώματι λευκότης εἴη, φαμὲν πολὺ λευκόν, εἰ δὲ ἐν ὀλίγῳ, ὀλίγον. Ὁ δὲ Ἀριστοτέλης καὶ τὴν κίνησιν καθ᾽ ἑαυτὴν ὑπὸ τὸ ποσὸν ἀνάγει. Ἀνάγεται δὲ ὑπὸ τὸ ποσὸν καὶ ἡ ῥοπὴ διὰ τὸ θεωρεῖσθαι ἐν αὐτῇ τὸ μάλιστα. Ἴδιον τοῦ ποσοῦ τὸ ἴσον καὶ ἄνισον· ἡ δὲ κουφότης καὶ ἡ βαρύτης ὑπὸ τὸ ποιόν.

Περὶ τῶν πρός τι Πρός τι τὰ τοιαῦτα λέγεται, ὅσα αὐτά, ἅπερ ἐστίν, ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον ἤγουν ὅσα ἑτέρων εἶναι λέγεται ἢ πρὸς ἕτερον εἴτε πρὸς γενικὴν εἴτε πρὸς ἑτέραν πτῶσιν· τοῦτο γὰρ σημαίνει τὸ ὁπωσοῦν ἄλλως ἤγουν καθ᾽ ὁποίαν πτῶσιν· τὰ γὰρ πρός τι οὐ μόνον πρὸς γενικήν, ἀλλ᾽ ἔστιν ὅτε καὶ πρὸς τὴν αὐτὴν πτῶσιν, εἴτε γενικὴν εἴτε δοτικήν, λέγεται καὶ ἡ ἀπόδοσις καὶ ἡ ἀνταπόδοσις, οἷον τὸ διπλάσιον ἡμίσεος διπλάσιον καὶ τὸ ἥμισυ διπλασίου ἥμισυ πρὸς γενικήν, πρὸς δὲ δοτικὴν τὸ ὅμοιον ὁμοίῳ ὅμοιον, ἢ ἡ ἀπόδοσις μὲν πρὸς γενικὴν καὶ ἡ ἀνταπόδοσις πρὸς δοτικὴν, ἡ μὲν ἀπόδοσις οἷον ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη, καὶ ἀνταπόδοσις· τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν· —ἢ πρὸς εὐθεῖαν οἷον τὸ ὄρος μέγα πρὸς μικρὸν καὶ πολὺ πρὸς ὀλίγον· οὐδεὶς γὰρ λέγει ‘μικροῦ μέγα’ ἢ ‘πολλοῦ ὀλίγον’.

Τῶν δὲ πρός τι τὰ μὲν τῷ αὐτῷ ὀνόματι ὀνομάζονται, ὡς ὁ φίλος φίλου φίλος καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον καὶ τὰ τοιαῦτα, τὰ δὲ ἑτέρως. Καὶ τούτων τὰ μὲν καθ᾽ ὑπεροχὴν καὶ ἔλλειψιν, ὑφ᾽ ἃ ἀναφέρονται τὰ τοῦ πολυπλασίου εἴδη ὡς τὸ μεῖζον ἐλάττονος μεῖζον, —τὰ δὲ κατὰ τὸ κρῖνον καὶ κρινόμενον ὡς ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη, ἕξις ἑκτοῦ ἕξις, αἴσθησις αἰσθητοῦ αἴσθησις, ὁμοίως καὶ διάθεσις καὶ θέσις καὶ ἀνάκλισις καὶ καθέδρα καὶ στάσις· τούτων γὰρ γένος ἡ θέσις. Ὑφ᾽ ἣν δὲ κατηγορίαν τὸ γένος ἐστίν, ὑπὸ ταύτην καὶ τὰ τοῦ γένους εἴδη ἀνάγονται. Τὸ δὲ καθῆσθαι καὶ κεῖσθαι καὶ ἑστάναι ὡς παρώνυμα καὶ ἀπαρέμφατα οὐκ ἀνάγονται ὑπὸ τὰ πρός τι· οὐ γάρ εἰσι θέσις—τὰ δὲ κατὰ δύναμιν καὶ ἀδυναμίαν, δύναμιν μὲν ὡς τὸ θερμαῖνον καὶ θερμαινόμενον, ἀδυναμίαν δὲ τὸ κατὰ στέρησιν τῆς δυνάμεως, ἡνίκα λέγομεν ἀδυναμίαν ἔχειν τὴν ὄψιν ὁρᾶν τὴν ἄναστρον σφαῖραν—τὰ δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν ὡς πατὴρ υἱοῦ πατήρ—τὰ δὲ κατὰ τὴν πρὸς τὸ γένος ἀναφοράν, ὥς φαμεν τὴν γραμματικὴν ὑπὸ τὰ πρός τι οὐ καθὸ γραμματικὴ ἀλλὰ καθὸ ἐπιστήμη· ἡ γὰρ ἐπιστήμη γένος τῆς γραμματικῆς, ἡ δὲ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη. Ὁμοίως καὶ ἡ ἀνάκλισις καὶ ἡ καθέδρα καὶ ἡ στάσις, τούτων γὰρ γένος ἡ θέσις, καὶ ἡ ἀρετὴ διὰ τὴν ἕξιν· ἡ γὰρ ἀρετὴ ἕξις ἐστίν.

Περὶ ποιοῦ καὶ ποιότητος Ποιότης ἐστί, καθ᾽ ἣν ποιοί τινες ὀνομάζονται, ἢ ποιότης ἐστί, καθ᾽ ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγεται· ἐκ γὰρ τῆς φρονήσεως φρόνιμος λέγεται ὁ ἔχων τὴν φρόνησιν καὶ θερμὸς λέγεται ὁ μετέχων θερμότητος.

Ἰστέον δέ, ὡς τὸ ποιὸν καθολικώτερόν ἐστι τῆς ποιότητος· τὸ μὲν γὰρ ποιὸν σημαίνει τήν τε ποιότητα καὶ τὸ μετέχον αὐτῆς, ἡ δὲ ποιότης οὐ σημαίνει τὸ μετέχον αὐτῆς. Ὁμοίως καὶ ἐπὶ τοῦ ποσοῦ καὶ τῆς ποσότητος. Ἡ δὲ ποιότης τῶν πολλαχῶς λεγομένων ἐστὶν οὐχ ὡς ὁμώνυμος ἀλλ᾽ ὡς συνώνυμος. Τὸ μὲν γὰρ κύων ὄνομα ὁμωνύμως λεγόμενον οὐκ ἔστι κοινὸν γένος τοῦ χερσαίου καὶ θαλασσίου καὶ ἀστρῴου, ἡ δὲ ποιότης γένος οὖσα συνωνύμως κατηγορεῖται τῶν ὑπ᾽ αὐτὴν εἰδῶν· τὰ γὰρ εἴδη αὐτῆς καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτῆς δέχεται.

Τῶν δὲ ποιοτήτων αἱ μὲν τοῖς ἐμψύχοις ὑπάρχουσι σώμασιν ὡς ἐπιστῆμαι καὶ ἀρεταί, νόσοι καὶ ὑγίειαι, καὶ λέγονται ἕξεις καὶ διαθέσεις, αἱ δὲ τοῖς ἐμψύχοις καὶ ἀψύχοις ὡς θερμότης, ψύξις, μορφή, σχῆμα, δύναμις καὶ ἀδυναμία. Τούτων δὲ αἱ μέν εἰσι δυνάμει, αἱ δὲ ἐνεργείᾳ· καὶ εἰ μὲν δυνάμει, ποιοῦσι δύναμιν καὶ ἀδυναμίαν· εἰ δὲ ἐνεργείᾳ, ἢ διὰ βάθους κεχωρήκασιν ὥσπερ ἡ θερμότης δι᾽ ὅλου τοῦ πυρὸς καὶ ἡ λευκότης δι᾽ ὅλου τοῦ γάλακτος καὶ τῆς χιόνος καὶ ποιεῖ τὸ τρίτον εἶδος, πάθος καὶ παθητικὴν ποιότητα, ἢ ἐπιπολῆς καὶ ποιοῦσι τὸ τέταρτον εἶδος, σχῆμα καὶ μορφήν.