Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἱερὰ Παράλληλα

Ἰωάννης ὁ Δαμασκηνός

Στοιχεία Δ' και Ε': Δικαιοσύνη, ελεημοσύνη και ποιμαντική διακονία

Συλλογή από τα στοιχεία Δέλτα και Έψιλον, εστιάζοντας στη μετάνοια, τη μέριμνα για τους πτωχούς, και το ποιμαντικό έργο των επισκόπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 10

ΣΤΟΙΧΕΙΟΝ Δ. ΤΙΤΛ. ΙΒʹ. —Περὶ διορθώσεως βίου κακοῦ ἐπὶ τὸ ἀγαθόν· ὅτι εὐάρεστον καὶ φίλον Θεῷ. Τοῦτο δὲ τελεῖται ἐκ τοῦ μεμνῆσθαι μὲν τῶν ἐσφαλμένων καὶ ἀπομυσάττεσθαι· προσεγγίζειν δὲ πεποθημένως τοῖς ἀξιεπαίνοις καὶ χρηστοῖς.

Τοῦ ἁγίου Ἰγνατίου τοῦ Θεοφόρου, ἐκ τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς. —Ἔσχατοι καιροὶ, ἀδελφοὶ, λοιπὸν αἰσχυνθῶμεν. Φοβηθῶμεν τὴν μακροθυμίαν τοῦ Θεοῦ, μὴ εἰς κρῖμα ἡμῖν γένηται. Ἢ γὰρ τὴν μέλλουσαν ὀργὴν φοβηθῶμεν, ἢ τὴν ἐνεστῶσαν χάριν ἀγαπήσωμεν ἐν τῷ νῦν βίῳ, μόνον ἐν Χριστῷ Ἰησοῦ εὑρεθῶμεν.

ΤΙΤΛ. ΚΓʹ. —Περὶ δικαίων· ὅτι περιφρονοῦνται ὑπὸ τῶν ἀδίκων καὶ ἀσεβῶν, καὶ διασύρονται. Τοῦ ἁγίου Μεθοδίου, ἐκ τῶν κατὰ τοῦ Πορφυρίου. —Κάλλιστον ταῖς ἀληθείαις, καὶ ἐπαινετὸν κλητέον τοῦτο, κ. τ. ἑ.

ΤΙΤΛ. ΚΖʹ. —Περὶ δικαίου καὶ δικαιοσύνης. Διδύμου, εἰς τὸν Ὠσῆε. —Τῇ δικαιοσύνῃ ἀεὶ τὸ ἰσχύειν ἀκολουθεῖ, ὥσπερ τῇ ἀδικίᾳ τὸ ἀσθενεῖν ἕπεται. ΤΙΤΛ. Λʹ. —Περὶ δημιουργίας. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. —Περὶ τὸν Θεὸν δύναμις ὁμοῦ καὶ σοφία, κ. τ. ἑ.

ΤΙΤΛ. ΛΑʹ. —Περὶ δοξολογίας Θεοῦ. Ἰγνατίου τοῦ Θεοφόρου, πρὸς Ἐφεσίους. — Ὅταν πυκνῶς ἐπὶ τὸ αὐτὸ γίνεσθε, καθαιροῦνται δυνάμεις τοῦ Σατανᾶ, λύεται ὄλεθρος αὐτοῦ ἐν τῇ ὁμονοίᾳ ὑμῶν τῆς πίστεως. Τοῦ ἁγίου Γρηγορίου τοῦ Θαυματουργοῦ, ἐκ τοῦ, Ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ. —Ἡ μὲν εἰς Θεὸν τὸν ὄντως ὄντα τιμὴ, πάντως που καὶ αὐτοῦ τοῦ τιμῶντός ἐστι τιμή· ἡ δὲ εἰς τὸν οὐκ ὄντα Θεὸν τιμὴ, ἐξ ἐναντίας καὶ αὐτοῦ τοῦ τιμῶντος ἐστὶν ἀτιμία.

Θεοτίμου. —Καὶ ὄντως μνήμην ἔχειν Θεοῦ, ζωῆς ἐστι μνήμην ἔχειν, ἐπιλελῆσθαι δὲ, γίνεται τὸ τεθνάναι. ΤΙΤΛ. ΛΘʹ. —Περὶ δούλων χρηστῶν. Τοῦ ἁγίου Ἰγνατίου, ἐκ τῆς πρὸς Πολύκαρπον ἐπιστολῆς. —Οἱ δοῦλοι μὴ ἐράτωσαν ἀπὸ κοινοῦ ἐλευθεροῦσθαι, ἀλλ᾽ εἰς δόξαν τοῦ Θεοῦ τὸ πλεῖον δουλευέτωσαν, ἵνα κρείττονος ἐλευθερίας ὑπὸ Θεοῦ τύχωσιν.

ΣΤΟΙΧΕΙΟΝ Ε. ΤΙΤΛ. ΜΒʹ. —Περὶ ἐλεημοσύνης, καὶ εὐποιίας εἰς πτωχούς. Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ εʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. —Τὸ τῆς ἐλεημοσύνης, κ. τ. ἑ. Τοῦ αὐτοῦ, ἐκ τοῦ ιηʹ βιβλίου. —Οὐδὲν οὕτως κεκαθαρμένους ἡμᾶς ποιεῖ, ὡς αἱ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων λαμπρότητες, καὶ τό γε ἐποικτείρειν τοὺς ἐν ἐνδείᾳ καὶ τῶν ἀναγκαίων σπάνει. Γράφει γάρ που καὶ ὁ Παροιμιαστὴς, ὅτι ἐλεημοσύναις καὶ πίστεσι ἀποκαθαίρονται αἱ ἁμαρτίαι.

Ἐκ τοῦ αὐτοῦ. —Πρῶτον καὶ ἄριστον ἀνδραγάθημα τὸ διανεῖμαι τοῖς δεομένοις τὰ ὄντα, καὶ κατευμεγεθῆσαι τῆς ἐκ τοῦ πλούτου τρυφῆς, καὶ κατασωρεῦσαι μᾶλλον ἐν οὐρανοῖς ἐλπίδα τὴν μέλλουσαν· καὶ τῶν προσκαίρων ἀλλάξασθαι τὰ διηνεκῆ, καὶ ἀνελέσθαι τὰ μένοντα τῶν σεσαλευμένων ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν εὐφρονεῖν εἰωθότων.

ΤΙΤΛ. ΜΖʹ. —Περὶ ἐπισκόπων χρηστῶν, καὶ φυλαττόντων ἐντολὰς τοῦ Θεοῦ. Τῆς αὐτῆς (Γενέσεως). —Ἐκτήσατο Ἰωσὴφ πᾶσαν τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραώ ...... χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον οὐκ ἐκτήσατο Ἰωσήφ. Ἐν δόσει γὰρ ἔδωκε δόματα τοῖς ἱερεῦσι Φαραώ· καὶ ἤσθιον τὴν δόσιν.

Σχόλ. Ὅτι οἱ ἱερεῖς τῷ Θεῷ ἀνάκεινται, καὶ αὐτοὶ, καὶ τὰ προσόντα αὐτοῖς πράγματα, καὶ διὰ τοῦτο τὴν γῆν αὐτῶν Φαραὼ οὐκ ἐκτήσατο. Σχόλ. Σκόπει ὅπως καὶ πρὸ νόμου ἀφορολόγητα ἐτύγχανε τὰ προσόντα τοῖς ἱερεῦσι, καὶ τοῦτο ἐν ἐθνικοῖς.

Ἐκ τῶν Ἀριθμῶν. —Εἶπε Μωϋσῆς πρὸς Κύριον· Ἐπισκεψάσθω Κύριος ὁ Θεὸς τῶν πνευμάτων, κ. τ. ἑ. Σχόλ. Καταργηθείσης διὰ Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τῆς κατὰ σαρκικὴν συγγένειαν ἱερατείας, ἡ κατὰ μίμησιν τοῦ πνευματηφόρου Ἰησοῦ τοῦ Ναυῆ ἀντεισήχθη διὰ χειροθεσίας ἱερωσύνη, μετὰ τῆς εὐσεβοῦς τῶν ἐκκλησιαστικῶν δογμάτων ἐρωτήσεως.

Τοῦ ἁγίου Ἰγνατίου τοῦ Θεοφόρου, ἐκ τῆς πρὸς Σμυρναίους ἐπιστολῆς. —Πάντες τῷ ἐπισκόπῳ ἀκολουθεῖτε, ὡς Ἰησοῦς Χριστὸς τῷ Πατρὶ, καὶ τῷ πρεσβυτερίῳ ὡς τοῖς ἀποστόλοις· τοὺς δὲ διακόνους ἐντρέπεσθε, ὡς Θεοῦ ἐντολήν. Μηδεὶς χωρὶς ἐπισκόπου τι πρασσέτω τῶν ἀνηκόντων ἐν Ἐκκλησίᾳ.

Βεβαία εὐχαριστία ἡγείσθω ἡ ὑπὸ τοῦ ἐπισκόπου οὖσα, ἢ ᾧ ἐὰν αὐτὸς ἐπιτρέψῃ. Ὅπου ἂν φανῇ ὁ ἐπίσκοπος, ἐκεῖ τὸ πλῆθος, ὥσπερ ὅπου ἐὰν ᾖ Ἰησοῦς Χριστὸς, ἐκεῖ ἡ καθολικὴ Ἐκκλησία. Οὐκ ἐξόν ἐστι χωρὶς ἐπισκόπου, οὔτε βαπτίζειν, οὔτε ἀγάπας ποιεῖν, ἀλλ᾽ ᾧ ἐὰν ἐκεῖνος δοκιμάσῃ, τοῦτο καὶ τῷ Ἰησοῦ Χριστῷ εὐάρεστον, ἵνα ἀσφαλὲς ᾖ καὶ βέβαιον πᾶν ὃ πράσσεται. Εὔλογόν ἐστι λοιπὸν ἀνανῆψαι ἡμᾶς, ὡς καιρὸν ἔχομεν εἰς Θεὸν μετανοεῖν· καλῶς ἔχει, Θεὸν καὶ ἐπίσκοπον εἰδέναι· ὁ τιμῶν ἐπίσκοπον, ὑπὸ Θεοῦ τετίμηται· ὁ λάθρα ἐπισκόπου τι πράσσων, τῷ διαβόλῳ λατρεύει.

Ἐκ τῆς πρὸς Πολύκαρπον. —Τῷ ἐπισκόπῳ προσέχετε, ἵνα καὶ ὑμῖν ὁ Θεός. Ἐγὼ ἀντίψυχον τῶν ὑποτασσομένων ἐπισκόπῳ, πρεσβυτερίῳ, διακόνοις· μετ᾽ αὐτῶν μοι τὸ μέρος γένοιτο ἐν Θεῷ. Πρὸς Ἐφεσίους. —Σπουδάσωμεν μὴ ἀντιτάσσεσθαι τῷ ἐπισκόπῳ, ἵνα ὦμεν Θεῷ ὑποτασσόμενοι.

Καὶ ὅσον βλέπει τις σιγῶντα ἐπίσκοπον, πλέον αὐτὸν φοβείσθω. Πάντα γὰρ ὃν πέμπει ὁ οἰκοδεσπότης εἰς ἰδίαν οἰκονομίαν, οὕτως δεῖ ὑμᾶς δέχεσθαι, ὡς αὐτὸν τὸν πέμποντα. Τὸν γοῦν ἐπίσκοπον ὡς αὐτὸν τὸν Κύριον δεῖ προσβλέπειν.

Τοῦ αὐτοῦ πρὸς Μαγνησίους. —Εἰς τιμὴν Θεοῦ τοῦ θελήσαντος ἡμᾶς πρέπον ἐστὶν ὑπακούειν τῷ ἐπισκόπῳ κατὰ μηδεμίαν ὑπόκρισιν. Ἐπεὶ οὐχὶ τὸν ἐπίσκοπον τοῦτον τὸν βλεπόμενον πλανᾷ τις, ἀλλὰ τὸν ἀόρατον παραλογίζεται Θεόν. Τῷ δὲ τοιούτῳ οὐ πρὸς σάρκα ὁ λόγος, ἀλλὰ πρὸς Θεὸν τὸν τὰ κρύφια εἰδότα. Πρέπον οὖν ἐστι, μὴ μόνον καλεῖσθαι Χριστιανοὺς, ἀλλὰ καὶ εἶναι· ὥσπερ καί τινες ἐπίσκοπον μὲν καλοῦσιν, χωρὶς δὲ αὐτοῦ πάντα πράσσουσιν.

Οἱ τοιοῦτοι οὐκ εὐσυνείδητοί μοι φαίνονται, διὰ τὸ μὴ βεβαίως κατ᾽ ἐντολὴν συναθροίζεσθαι. Ἐκ τῆς αὐτῆς. —Μηδὲν ἔστω ἐν ὑμῖν ὃ δυνήσεται ὑμᾶς μερίσαι, ἀλλ᾽ ἑνώθητε τῷ ἐπισκόπῳ, καὶ τοῖς προκαθημένοις, εἰς τόπον καὶ διδαχὴν ἀφθαρσίας. Ὥσπερ οὖν ὁ Κύριος ἡμῶν ἄνευ τοῦ Πατρὸς οὐδὲν ἐποίησεν, οὔτε δι᾽ ἑαυτοῦ, οὔτε διὰ τῶν ἀποστόλων, οὕτως μηδὲ ὑμεῖς ἄνευ τοῦ ἐπισκόπου μηδὲν πράσσετε, μηδὲ πειράσητε εὔλογόν τι φαίνεσθαι ἰδίᾳ ὑμῖν.

Τοῦ αὐτοῦ. —Ὅταν τῷ ἐπισκόπῳ ὑποτάσσησθε, φαίνεσθέ μοι, οὐ κατὰ ἄνθρωπον ζῶντες, ἀλλὰ κατὰ Ἰησοῦν Χριστὸν δι᾽ ἡμᾶς ἀποθανόντα. Τοῦ αὐτοῦ. —Τέκνα φωτὸς ἀληθείας, φεύγετε τὸν μερισμὸν καὶ τὰς κακοδιδασκαλίας. Ὅπου δὲ ὁ ποιμήν ἐστι, ἐκεῖ ὡς πρόβατα ἀκολουθεῖτε.

Τοῦ αὐτοῦ. —Μάρτυς μου ἐν ᾧ δέδεμαι, ὅτι ἀπὸ σαρκὸς ἀνθρωπίνης οὐκ ἔγνων· τὸ δὲ πνεῦμα ἐκήρυσσε τάδε· Χωρὶς ἐπισκόπου μηδὲν Ποιεῖτε. Τὴν σάρκα ὑμῶν ὡς ναὸν Θεοῦ τηρεῖτε, τὴν ἕνωσιν ἀγαπᾶτε, τοὺς μερισμοὺς φεύγετε· μιμηταὶ γίνεσθε Ἰησοῦ Χριστοῦ, ὡς αὐτὸς τοῦ Πατρὸς αὐτοῦ.

Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ ιζʹ βιβλίου τῶν κατὰ Ἰουλιανοῦ. —Χρὴ τῶν προεστηκότα ἀνεπίπληκτον ἐκμελετᾷν καὶ ἀσκεῖσθαι βίον, καὶ μηδὲν ἔχειν ἀνεπιτήδευτον τῶν ἀρεσκόντων Θεῷ. Ἐκ τοῦ αὐτοῦ. —Τοῖς ἡγεῖσθαι λαχοῦσι, καὶ οἷον ἐν μέσῳ κειμένοις, καὶ τῶν ἄλλων ἐπιφανεστέροις, πᾶσά πως ἀνάγκη τῷ τῆς εὐζωΐας καταφαιδρύνεσθαι κάλλει, καὶ ἀπόλεκτον ὡς ἀληθῶς ἐξασκῆσαι βίον, ὥστε καὶ ὑποτύπωσιν αὐτοὺς γενέσθαι τοῖς ὑπὸ χεῖρα κειμένοις, δρῶντας μὲν ἐπιδεικτικῶς ἢ φιλοδόξως οὐδὲν, ὠφελείας δὲ χάριν καὶ ἑτέρος πρόφασιν τὰ καθ᾽ ἑαυτοὺς ποιεῖσθαι σπουδάζοντας.

Ἀεὶ γάρ πως τῶν ἐν μέσῳ καὶ ἐπισήμων ὁ βίος ὑπὸ πάντων κρίνεται, καὶ δοκιμάζεται κἂν ἔχοι τὸ ἀνεπίληπτον, οὐκ ἀνόνητόν ἐστι τὸ χρῆμα τοῖς εἰδόσιν αὐτόν. Εἰ δὲ ἀποφέροιτο τοῦ εἰκότος, καὶ διαπίπτοι πρὸς ἃ μὴ θέμις, οὐ πρὸς καλὸν μὲν ἔσται τισὶ, πρὸς ζημίαν δὲ μᾶλλον καὶ βλάβας. Εἰ γὰρ οὐκ οἶδεν ὀρθοποδεῖν καὶ διαβιοῦν ἀστείως ὁ παιδαγωγὸς, ποία ἔσται παρ᾽ αὐτοῦ τοῖς παιδαγωγουμένοις [ὠφέλεια];

Τοῦ ἁγίου Ἀθανασίου, ἐκ τοῦ περὶ ἀνδρείας. — Δεῖ τὸν λειτουργὸν τῆς ἐκκλησίας πρὸ πάντων ἐκτὸς ὀργῆς εἶναι, καὶ μὴ ἐπιπλήττειν, ἀλλὰ παρακαλεῖν. Τοῦ ἁγίου Διονυσίου Ἀλεξανδρείας. —Πρὸς μὲν τοὺς ἀπειθεῖς καὶ βεβήλους, ἀπὸ τῶν ἔξωθεν καὶ τῶν κοινῶν ἐννοιῶν καὶ λογισμῶν τὰς τῶν λόγων ἐπιχειρήσεις ποιούμεθα· ἡμᾶς δὲ αὐτοὺς καὶ ὁμόφρονας ἐκ τῶν θείων λογίων ἐπιστηρίζειν πειρώμεθα.

Διδύμου, ἐκ τοῦ Περὶ ἀσωμάτου. —Ἀνύουσι παρὰ διδασκάλου παιδεύσεις τε καὶ προτροπαὶ πρὸς ὠφέλειαν τῶν ἀκροωμένων, οὐχ ὅταν λόγῳ μόνῳ διδάσκῃ ὁ παιδευτὴς, ἀλλὰ καὶ πράξει καταλλήλῳ καὶ συναφεῖ τοῖς ἐπαγγελλομένοις. Πάλιν δεῖ τὸν γνήσιον διδάσκαλον βίον κατάλληλον ἔχειν τοῖς ὑπ᾽ αὐτοῦ νομοθετουμένοις, ἵνα ᾖ τὸ ἔργον αὐτοῦ συνηρμοσμένον τῷ λόγῳ.

Ἐκ τοῦ εἰς τὸν Ἡσαΐαν ιβʹ κεφαλαίου. — «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Εὐαγγελίζονται δὲ δυνάμει πολλῇ, οἱ μὴ συλλαβὰς μόνας προσφέροντες, ἀλλὰ καὶ τὴν δύναμιν αὐτῶν ἐπιδεικνυόμενοι πρακτικῷ καὶ θεωρητικῷ βίῳ.

Τοῦ ἁγίου Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος, ἐκ τοῦ πρὸς Ἕλληνας παραινετικοῦ. — Ἀδύνατον τὰ ὄντως μεγάλα καὶ θεῖα τοὺς μὴ πρότερον παρὰ τῶν εἰδότων μεμαθηκότας, ἢ αὐτοὺς εἰδέναι, ἢ ἑτέρους δύνασθαι διδάσκειν ὀρθῶς.