Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἱερὰ Παράλληλα

Ἰωάννης ὁ Δαμασκηνός

Στοιχεία Τ' έως Ω': Τέχνες, αρετές, ψυχή, ώρα θανάτου και Άδης

Τα τελευταία στοιχεία του έργου, που περιλαμβάνουν παραινέσεις για την υπομονή και τη φιλεργία, καθώς και πατερικές διδασκαλίες περί θανάτου, Άδη και της τελικής κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 10 από 10

ΣΤΟΙΧΕΙΟΝ Τ. ΤΙΤΛ. ϛʹ. —Περὶ τεχνιτῶν, καὶ τίνες τέχνας ἐφεῦρον. Διδύμου. —Τέλειον ἰατρὸν λέγομεν, οὐ τὸν θεραπεύοντα πάντως, ἀλλὰ τὸν μηδὲν τῶν εἰς ὠφέλειαν ἀνηκόντων, καὶ θεραπείαν παραλείποντα· καὶ στρατηγὸν ἄριστον οὐ τὸν νικῶντα πάντως, ἀλλὰ τὸν μηδὲν τῶν εἰς νίκην συντεινόντων παραλείψαντα· οὕτω καὶ κυβερνήτην ἄριστον, οὐ τὸν τυγχάνοντα πάντως τοῦ εὖ ἄγειν τὸν νοῦν, ἀλλὰ τὸν μηδὲν τῶν ὅσα δείκνυσι τὸν ἄριστον κυβερνήτην παραλείψαντα, κἂν καὶ βία κραταιοτέρα τῆς θαλάσσης κινουμένης τὸ σκάφος ἐπικαλύψῃ τοῖς κύμασιν· καὶ φιλόσοφον ἄριστον, οὐ πάντως τὸν εἰς συναγωγὴν ἐπιτυγχάνοντα, ἀλλὰ τὸν μηδενὸς τεχνικοῦ συλλογισμοῦ παραμελήσαντα, κἂν μὴ συναγάγῃ.

ΣΤΟΙΧΕΙΟΝ Υ. ΤΙΤΛ. Θʹ. —Περὶ ὑπούλως πρός τινα διακειμένων. Διονυσίου Ἀλεξανδρείας. —Τὴν προφανῆ κακίαν φυλάξασθαι ῥᾴδιον, τὴν δὲ ἐγκεκρυμμένην ἐκτρέπεσθαι δύσκολον. ΤΙΤΛ. ΙΑʹ. —Περὶ ὕπνου καὶ ἀϋπνίας.

Τοῦ ἁγίου Εὐσταθίου. —Κοινὸν σώματος καὶ ψυχῆς πάσης ὕπνος. ΤΙΤΛ. ΙΖʹ. —Περὶ ὑπομονῆς καὶ μακροθυμίας. Τοῦ ἁγίου Ἰγνατίου, ἐκ τῆς πρὸς Πολύκαρπον ἐπιστολῆς. —Στῆκε ὡς ἄκμων τυπτόμενος. Μεγάλου ἀθλητοῦ ἐστι δέρεσθαι καὶ νικᾷν· μάλιστα δὲ ἕνεκεν Θεοῦ πάντα ἡμᾶς ὑπομένειν δεῖ, ἵνα καὶ αὐτὸς ἡμᾶς ὑπομείνῃ.

Ἐκ τῆς αὐτῆς. —Μακροθυμεῖτε μετ᾽ ἀλλήλων ἐν πραΰτητι, ὡς ὁ Θεὸς μεθ᾽ ὑμῶν διὰ παντός. ΣΤΟΙΧΕΙΟΝ Φ. ΤΙΤΛ. Δʹ. —Περὶ φιλέργων καὶ σπουδαίων· καὶ ὅτι χρὴ ποιεῖν. Ὠφέλειαν γὰρ ἔχει. Τοῦ ἁγίου Διονυσίου Ἀλεξανδρείας. —Ὁ δέ γε ἐῤῥωμένος καὶ ἀκριβὴς λόγος, καὶ τὰ πικρὰ εἶναί φησι τῶν γλυκέων ἐφόδια, καὶ γίνεσθαι καρποὺς τῶν πόνων τὰς ἡδονάς. Ἀκμητὶ γὰρ οὐδὲν δύναται παραγενέσθαι.

Τοῦ ἁγίου Εἰρην. —Οὐχ ὁμοίως ἀγαπᾶται, κ. τ. ἑ. ΤΙΤΛ. ΙΕʹ. —Περὶ φίλων χρηστῶν. Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Γενέσει Ζητημάτων. —Φίλους ἡγητέον τοὺς βοηθεῖν καὶ ἀντωφελεῖν ἐθέλοντας, κἂν μὴ δύνωνται. Φιλία γὰρ ἐν τῷ χρειώδει μᾶλλον, ἢ κράσει καὶ συμφωνίᾳ βεβαιοῦται ἐθῶν, ὡς ἕκαστος τῶν συνελθόντων εἰς φιλικὴν κοινωνίαν, τὸ Πυθαγόρειον ῥῆμα ἐπιφθέγξασθαι, ὅτι Ἆρά ἐστι φίλος ἕτερος ὡς ἐγώ;

ΣΤΟΙΧΕΙΟΝ Χ. ΤΙΤΛ. Δʹ. —Περὶ χαρισμάτων καὶ δωρημάτων Θεοῦ· καὶ ὅτι Βίῳ σεμνῷ ἀντιδίδοται παρὰ τοῦ ἁγίου Πνεύματος. Τοῦ ἁγίου Τίτου, ἐκ τοῦ περὶ Προνοίας. —Πρὸς δὲ τοῖς ἅπασι, τῶν συνήθως ὑπὸ Θεοῦ δεδομένων κοινῇ πᾶσιν ἀνθρώποις, εἰ μηδεμία τις ἔστιν ὅτε συνέβαινε κώλυσις, φορᾷ φύσεως ἄν τινος ἀμεταβλήτου τὴν χορηγίαν αὐτῶν ἠθέλησαν ἄνθρωποι, καὶ οὐκ ἂν δὲ δεχόμενοι ταῦτα, χάριν ὡμολόγησαν τῷ Θεῷ, οὐκ ἂν δὲ ᾔτησαν ἔχοντες. Στεροῦνται τοιγαροῦν ἐνιότε πρὸς ὀλίγον, ἵνα αἰτήσωσι, καὶ δέχονται αὖθις, ἵνα χάριν ὁμολογήσωσι τῷ χορηγοῦντι, γινώσκοντες ὡς αὐτός γέ ἐστιν ὁ παρέχων, καὶ οὐ φύσις ἄλλη τίς ἐστι παρὰ τὸν Θεὸν ἄκριτός τε, καὶ ἀμεταμέλητος ἡ χορηγοῦσα. Βούλεται δὲ ὁ Θεὸς εἰδέναι χάριν αὐτῷ, ἵνα ἀξιώτεροι τοῦ λαμβάνειν παρ᾽ αὐτοῦ γένωνται, οὐχ ἵνα τι καρπώσηται εἰς ἑαυτόν.

Βούλεται γὰρ τὰ ἀγαθὰ τούτους αἰτεῖν, ἵνα δεχόμενοι, αἴσθησιν τοῦ χορηγοῦντος ἔχωσιν. Χαίρει μὲν γὰρ τὰ παρ᾽ ἑαυτοῦ διδοὺς, χαίρει δὲ μᾶλλον ἀξίοις διδοὺς, ὡς τῆς φιλανθρωπίας τρόπον τινὰ ἀτιμαζομένης, εἰ μὴ πρὸς εὐαισθήτους γένοιτο.

Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Ἐξόδῳ. —Ὅταν οἱ τῶν σπαρτῶν καρποὶ τελειωθῶσιν, οἱ τῶν δένδρων γενέσεως ἀρχὴν λαμβάνουσιν, ἵνα δολιχεύωσιν αἱ τοῦ Θεοῦ χάριτες τὸν αἰῶνα, ἵνα ἄλλαι ἄλλην διαδεχόμεναι, καὶ συνάπτουσαι τέλη μὲν ἀρχαῖς, ἀρχὰς δὲ τέλεσιν, ἀτελεύτητοι ὦσιν.

Ἐκ τοῦ βʹ τῶν αὐτῶν. —Αἱ τοῦ Θεοῦ χάριτες οὐ μόνον ἀναγκαῖα παρέχονται, ἀλλὰ καὶ ὅσα πρὸς περιττὴν καὶ δαψιλεστέραν ἀπόλαυσιν. ΤΙΤΛ. Ιϛʹ. —Περὶ Χριστιανισμοῦ, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Τοῦ ἁγίου Ἰγνατίου, ἐκ τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆς. —Πρέπον ἐστὶ μὴ μόνον ἀκούειν Χριστιανοὺς, ἀλλὰ καὶ εἶναι.

ΣΤΟΙΧΕΙΟΝ Ψ. ΤΙΤΛ. Αʹ. —Περὶ ψυχῆς καὶ νοῦ. Τοῦ ἁγίου Εἰρηναίου. —Αἱ ψυχαὶ ἀπέρχονται εἰς τὸν τόπον τὸν ἀφωρισμένον, κ. τ. ἑ. ΤΙΤΛ. Δʹ. —Περὶ ψεύδους καὶ συκοφαντίας. Σευηριανοῦ ἐπισκόπου Γαβάλων. —Τὸ ψεῦδος ὅταν θέλῃ πιστευθῆναι, ἐὰν μὴ πήξῃ θεμέλιον δοκούσης ἀληθείας, οὐ πιστεύεται.

ΣΤΟΙΧΕΙΟΝ Ω. ΤΙΤΛ. Περὶ ὥρας θανάτου. Διδύμου, ἐκ τοῦ λόγου τοῦ εἰς τὸν Ἰώβ. —Ἡ τῶν ἁμαρτημάτων μετάνοια, καθαρὸν ποιεῖ τοῦ μετανοοῦντος τὸν νοῦν. Τοῦ αὐτοῦ, εἰς τὸν Λὼτ καὶ τὸν Δαβίδ. —Τὴν παροῦσαν ἀρετὴν ὁ Θεὸς ἀποδεχόμενος, τῶν παλαιῶν ἁμαρτημάτων ἀμνημονεύει.

Ἰωσήππου, ἐκ τοῦ λόγου τοῦ ἀναγεγραμμένου κατὰ Πλάτωνος. —Καὶ οὗτος μὲν ὁ περὶ δαιμόνων λόγος. Περὶ δὲ ᾅδου ἐν ᾧ συνέχονται αἱ ψυχαὶ δικαίων τε καὶ ἀδίκων, ἀναγκαῖον εἰπεῖν. Ὁ ᾅδης τόπος ἐστὶν ἐν τῇ κτίσει ἀκατασκεύαστος, χωρίον ὑπόγειον, ἐν ᾧ φῶς κόσμου οὐκ ἐπιλάμπει. Φωτὸς τοίνυν ἐν τούτῳ τῷ χωρίῳ μὴ καταλάμποντος, ἀνάγκη σκότος διηνεκῶς τυγχάνειν. Τοῦτο τὸ χωρίον ὡς φρούριον ἀπενεμήθη ψυχαῖς, ἐφ᾽ ᾧ κατεστάθησαν ἄγγελοι φρουροὶ, πρὸς τὰς ἑκάστου πράξεις διανέμοντες τὰς τῶν τόπων προσκαίρους κολάσεις. Ἐν τούτῳ δὲ τῷ χωρίῳ τόπος ἀφώρισταί τις λίμνης πυρὸς ἀσβέστου, ἐν ᾧ μὲν οὐδέπω τινὰ καταρερίφθαι ὑπειλήφαμεν, ἐσκευάσθαι δὲ εἰς τὴν προωρισμένην ἡμέραν παρὰ Θεοῦ, ἐν ᾗ δικαίας κρίσεως ἀπόφασις μία πᾶσιν ἀξίως προσενεχθῇ· καὶ οἱ μὲν ἄδικοι καὶ Θεῷ ἀπειθήσαντες, τά τε μάταια ἔργα χειρῶν ἀνθρώπων κατεσκευασμένα εἴδωλα, ὡς Θεὸν τιμήσαντες, ταύτης τῆς ἀϊδίου κολάσεως ὡς αἴτιοι μιασμάτων γενόμενοι προκριθῶσι· οἱ δὲ δίκαιοι τῆς ἀφθάρτου καὶ ἀνεκλείπτου βασιλείας τύχωσιν. Οἱ ἐν τῷ ᾅδῃ νῦν μὲν συνέχονται, ἀλλ᾽ οὐ τῷ αὐτῷ τόπῳ, ὡς οἱ δίκαιοι.

Μία γὰρ εἰς τοῦτο τὸ χωρίον κάθοδος, οὗ τῇ πύλῃ ἐφεστῶτα ἀρχάγγελον ἅμα στρατιᾷ πεπιστεύκαμεν, ἣν πύλην διελθόντες οἱ καταγόμενοι ὑπὸ τῶν ἐπὶ τὰς ψυχὰς τεταγμένων, οὐ μιᾷ ὁδῷ πορεύονται· ἀλλ᾽ οἱ μὲν δίκαιοι εἰς δεξιὰ φωταγωγούμενοι, καὶ ὑπὸ τῶν ἐφεστώτων κατὰ τόπον ἀγγέλων ὑμνούμενοι, ἄγονται εἰς χωρίον φωτεινὸν, ἐν ᾧ οἱ ἀπ᾽ ἀρχῆς δίκαιοι πολιτεύονται, οὐχ ὑπ᾽ ἀνάγκης κρατούμενοι, ἀλλὰ τῆς τῶν ὁρωμένων ἀγαθῶν θεωρίας ἀεὶ ἀπολαύοντες, καὶ τῇ τῶν ἑκάστοτε καινῶν ὁρωμένων προσδοκίᾳ ἡδόμενοι, κἀκεῖνα τούτων βελτίονα ἡγούμενοι, οὗ ὁ τόπος οὐ καματηφόρος γίνεται. Οὐ καύσων, οὐ κρύος, οὐ τρίβολος ἐν αὐτῷ, ἀλλ᾽ ἡ τῶν Πατέρων δικαίων ὁρωμένη ὄψις πάντοτε μειδιᾷ, ἀναμενόντων τὴν μετὰ τοῦτο τὸ χωρίον ἀνάπαυσιν, καὶ αἰωνίαν ἀναβίωσιν ἐν οὐρανῷ. Τούτῳ δὲ ὄνομα κικλήσκομεν, κόλπον Ἀβραάμ. Οἱ δὲ ἄδικοι εἰς ἀριστερὰ ἕλκονται ὑπὸ ἀγγέλων κολαστῶν, οὐκέτι ἑκουσίως πορευόμενοι, ἀλλὰ μετὰ βίας ὡς δέσμιοι ἑλκόμενοι· οἷς οἱ ἐφεστῶτες ἄγγελοι, ἐπιγελῶντες διαπέμπονται, ἐπονειδίζοντες, καὶ φοβερῷ ὄμματι ἐπαπειλοῦντες, εἰς τὰ κατώτερα μέρη ὠθοῦντες, οὓς ἀγομένους ἕλκουσιν οἱ ἐφεστῶτες ἕως πλησίον τῆς γεέννης.

Οἱ ἐγγίονες ὄντες, τοῦ μὲν βρασμοῦ ἀδιαλέπτως ἐπακούουσι, καὶ τοῦ τῆς θερμῆς ἀτμοῦ οὐκ ἀμοιροῦσιν· αὐτῆς δὲ τῆς ἐγγίονος ὄψεως τὴν φοβερὰν καὶ ὑπερβαλλόντως ξανθὴν θέαν τοῦ πυρὸς ὁρῶντες καταπεπλήγασι, τῇ προσδοκίᾳ τῆς μελλούσης κρίσεως ἤδη κολαζόμενοι.

Ἀλλὰ καὶ οὗτοι τὸν τῶν δικαίων χῶρον, καὶ τοὺς δικαίους ὁρῶσι, καὶ ἐπ᾽ αὐτῷ τούτῳ κολαζόμενοι. Χάος γὰρ βαθὺ καὶ μέγα ἀνάμεσον ἐστήρικται, ὡς μήτε δίκαιον συμπαθήσαντα προσδέξασθαι, μήτε ἄδικον τολμήσαντα διελθεῖν. Οὗτος ὁ περὶ ᾅδου λόγος, ἐν ᾧ αἱ ψυχαὶ πάντων κατέχονται μέχρι καιροῦ, ὃν ὁ Θεὸς ὥρισεν, ἀνάστασιν τότε πάντων ποιησόμενος, οὐ ψυχὰς μετενσωματῶν, ἀλλ᾽ αὐτὰ τὰ σώματα ἀνιστῶν, ἃ λελυμένα ὁρῶντες, εἰ ἀπιστεῖτε, Ἕλληνες, μάθετε μὴ ἀπιστεῖν. Τὴν γὰρ ψυχὴν γενητὴν καὶ ἀθάνατον ὑπὸ Θεοῦ γεγονέναι πιστεύσαντες, κατὰ τὸν Πλάτωνος λόγον, χρόνῳ, μὴ ἀπιστήσητε, ὡς καὶ τὸ σῶμα ἐκ τῶν αὐτῶν στοιχείων γενόμενον, δύνατος ὁ Θεὸς ἀναβιώσας ἀθάνατον ποιεῖν.