Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Ἰακωβιτῶν

Ἰωάννης ὁ Δαμασκηνός

Η ορολογία περί φύσεως και υποστάσεως και η εκ δύο φύσεων συγκρότηση του Χριστού

Δογματικός καθορισμός των εννοιών της ουσίας, της υποστάσεως και του ενυποστάτου. Ανάλυση της πατερικής διάκρισης μεταξύ τους και συλλογιστική απόδειξη ότι η θεότητα και η ανθρωπότητα του Χριστού αποτελούν δύο διακριτές φύσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 7

Πρῶτον οὖν, εἰ δοκεῖ, περὶ φύσεώς τε καὶ ὑποστάσεως διερευνήσαντες καὶ ἑκάστου μαθόντες τὸ σημαινόμενον οὕτως, εἰ δύο φύσεις ἐπὶ Χριστοῦ χρὴ λέγειν ἢ μίαν, ἀριδήλως εἰσόμεθα. Ἔστω δὲ προδιωρισμένος καὶ ὁ σκοπός, μὴ ἔριδι τὴν ἀλήθειαν ἐξοστρακίζειν, πόθῳ δὲ ταύτην ἰχνηλατεῖν· οὕτω γὰρ οἶδε τοῖς ζητοῦσιν εὑρίσκεσθαι. «Ἐγγίσατε γάρ μοι», φησί, «καὶ ἐγγιῶ ὑμῖν», καὶ «ὅπου συναχθῶσι δύο ἢ τρεῖς ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν», ἀλλὰ καὶ «αἰτεῖτε καὶ οὐ δοθήσεται ὑμῖν, διότι κακῶς αἰτεῖτε», καὶ «ὅπου ἔρις καὶ ζῆλοι καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;», καὶ «οὐ δύνασθε πιστεύειν εἰς ἐμὲ δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες.» Ἀλλ᾽ ἐντεῦθεν τοῦ λόγου ἀρξόμεθα. Φησὶν ὁ θεοφόρος Βασίλειος πρὸς Ἀμφιλόχιον γράφων· «Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφοράν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθ᾽ ἕκαστον», καὶ μεθ᾽ ἕτερα· «Τὸ μὲν τῆς οὐσίας ὄνομα ἀόριστον ἡμῖν τινα παρίστησιν ἔννοιαν μηδεμίαν ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσαν, τὸ δὲ τῆς ὑποστάσεως τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινι πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παρίστησί τε καὶ περιγράφει.» Τίς οὐκ ἐπιγνώσεται τῆς ἀληθείας ἐχόμενος, ὅση διαφορὰ φύσεως πρὸς ὑπόστασιν;

Εἰ γὰρ ταὐτὸν ἡ οὐσία καὶ ἡ ὑπόστασις, μιᾶς δὲ οὐσίας ὁ υἱὸς τῷ πατρί, μιᾶς ἔσται καὶ ὑποστάσεως, ἢ ἑτέρας τελῶν ὑποστάσεως, ἑτέρας ἔσται καὶ φύσεως· καὶ ὥσπερ ἐστὶν ὁμοούσιος, ἔσται καὶ ὁμοϋπόστατος, ἢ ὡς ἔστιν ἑτεροϋπόστατος, ἔσται κατὰ τὴν εὔλογον ἀντιστροφὴν καὶ ἑτεροούσιος. Ὁμοίως καὶ ἐπὶ τῆς ἀνθρωπότητος· εἰ τὸ ὑφεστὸς ὑπόστασίς ἐστιν, ὑφέστηκε δὲ ἡ ἀνθρωπίνη φύσις ὑπόστασις, καὶ ὥσπερ πᾶσα ἡ ἀνθρωπότης μία φύσις ἐστὶν ἀδιαίρετος, οὕτως ἔσται καὶ μία ὑπόστασις ἀδιαίρετος.

Εἰ δέ φατε, ὡς ἕτερος λόγος ἐπὶ τῆς ἁγίας θεότητος καὶ ἄλλος ἐπὶ τῆς δι᾽ ἡμᾶς τοῦ κυρίου οἰκονομίας, εἴπατε ἡμῖν διερωτῶσιν· Εἰ ταὐτὸν φύσις καὶ ὑπόστασις, ἐκ δύο φύσεων τὸν Χριστὸν ὁμολογοῦντες, οὐχὶ καὶ ἐκ δύο λέγειν ἀναγκασθήσεσθε ὑποστάσεων καὶ ἢ οὐδέποτε δύο λέγειν φύσεις ἐπὶ Χριστοῦ θρασυνθήσεσθε ἢ καὶ δύο λέγειν ἐπ᾽ αὐτοῦ τὰς ὑποστάσεις ὑπὸ τῶν ἡμετέρων ἐκβιασθήσεσθε θέσεων; Εἰ ταὐτὸν φύσις ἐστὶ καὶ ὑπόστασις, ἄλλην δὲ φύσιν τῆς θεότητος καὶ ἑτέραν τῆς σαρκὸς αὐτοῦ λέγετε, εἴπατε ἄλλην ὑπόστασιν τῆς αὐτοῦ θεότητος καὶ ἑτέραν τῆς αὐτοῦ ἀνθρωπότητος.

Εἰ ταὐτὸν φύσις ἐστὶ καὶ ὑπόστασις, ὁμοούσιος δὲ ὁ Χριστὸς τῷ θεῷ καὶ πατρὶ καὶ ὁμοούσιος ἡμῖν, ἔσται καὶ τῷ πατρὶ καὶ ἡμῖν ὁμοϋπόστατος, καὶ ἔσονται αἵ τε τῆς θεότητος αἵ τε τῆς ἀνθρωπότητος ὑποστάσεις μιᾶς ὑποστάσεως. Εἰ ταὐτόν ἐστι φύσις καὶ ὑπόστασις, τί μὴ διαφορὰν ὑποστάσεων ὡς καὶ τῶν φύσεων ἐπὶ Χριστοῦ καταφάσκετε; —Ὅτι μὲν οὐ ταὐτὸν φύσις ἐστὶ καὶ ὑπόστασις, ἱκανῶς ἀποδέδεικται τοῖς μὴ τυφλώττουσι τὴν διάνοιαν.

Ὑπόστασιν δέ φημι τὴν καθ᾽ αὑτό· ὁμώνυμον γὰρ τὸ τῆς ὑποστάσεως ὄνομα. Ποτὲ μὲν γὰρ τὸ αὐθυπόστατον σημαίνει καὶ αὐθύπαρκτον καὶ τὸ μὴ ἐν ἑτέρῳ ἔχειν τὴν ὕπαρξιν μηδὲ συμβεβηκὸς εἶναι, ὡς καὶ σπανίως οἱ ἅγιοι πατέρες ἐπὶ τῆς οὐσίας ἐχρήσαντο, ποτὲ δὲ τὸ καθ᾽ αὑτὸ ὑφεστὸς ἤτοι τὸ ἄτομον, καὶ ποτὲ μὲν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι μηδὲ ἀνύπαρκτον, ποτὲ δὲ τὸ πρὸς κατηγορίαν ὑποκείμενον.

Ἀφέντες τοίνυν τὸ περισκελὲς τὸν λόγον τῆς ἀληθείας ὀρθοτομήσατε· οὐ γάρ, ὡς οἱ ἅγιοι πατέρες εἰρήκασι, ταὐτὸν λέγετε φύσιν καὶ ὑπόστασιν, μερικὴν δὲ μᾶλλον τὴν φύσιν ὡς καὶ τὴν καθ᾽ αὑτὸ ὁμολογεῖτε ὑπόστασιν. Ὅτι δὲ οὐ μερικὰς φύσεις λέγειν ἐχρῆν, ἐντεῦθεν εἰσόμεθα.

Εἰ μερικὰς φύσεις ἐπὶ τῆς ἁγίας τριάδος ὁμολογεῖτε, ἑτεροούσιον ταύτην δοξάζετε, καὶ πάλιν ἐγήγερται Ἄρειος. Εἰ δὲ ἑκάστῃ τῶν τῆς ἁγίας τριάδος θεαρχικῶν ὑποστάσεων ἰδιάζουσαν δῶτε οὐσίαν—ὁμοουσίους δὲ ταύτας κατὰ τὴν κοινὴν οὐσίαν ὁμολογήσετε, ταὐτὸν δὲ οὐσία τε καὶ ὑπόστασις—, ἔσται καθ᾽ ὑμᾶς τετρὰς ὑποστάσεων, τριῶν μὲν μερικῶν, μιᾶς δὲ κοινῆς, καὶ οὐσιῶν ὁμοίως τετράς. Καὶ ἑκάστη τῶν ὑποστάσεων δύο φύσεών τε καὶ ὑποστάσεων, μιᾶς μὲν κοινῆς, μιᾶς δὲ μερικῆς, καὶ ἔσονται ὁμοούσιοι καὶ ἑτεροούσιοι, ὁμοϋπόστατοί τε καὶ ἑτεροϋπόστατοι. Καὶ τίς οὐ γελάσεται, μᾶλλον δὲ ἀποδύρεται τῆς μανίας τὴν ὑπερβολήν; Οὐκ ἔστι τοῦτο φλήναφος καὶ διανοίας ἀνάπλασμα κακοδαίμονος, δαιμόνων εὕρημα σκοτεινὸν καὶ τῆς Ἑλληνικῆς τερθρείας τεράτευμα; Τίς τοῦτο τῶν θεοφόρων εἴρηκε πώποτε, εἰ μή που τὸν παρ᾽ ὑμῖν ἅγιον Ἀριστοτέλην ἡμῖν ὡς τρισκαιδέκατον ἀπόστολον εἰσαγάγοιτε καὶ τῶν θεοπνεύστων τὸν εἰδωλολάτρην προκρίνοιτε; Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν.

Εἰ γὰρ μή ἐστι φύσις ἀνυπόστατος, οὔτε μὴν οὐσία ἀπρόσωπος οὐδ᾽ αὖ πάλιν ἀνούσιος ὑπόστασίς τε καὶ πρόσωπον—οὐ γάρ ἐστιν—, ἀλλ᾽ οὐ ταὐτὸν οὐσία τε καὶ ὑπόστασις οὐδὲ φύσις καὶ πρόσωπον. Οὐ γὰρ ταὐτὸν οὐσία τε καὶ ἐνούσιον οὐδ᾽ ἐνυπόστατον καὶ ὑπόστασις. Ἕτερον γάρ ἐστι τὸ ἔν τινι καὶ ἕτερον τὸ ἐν ᾧ· ἐνούσιον μὲν γάρ ἐστι τὸ ἐν τῇ οὐσίᾳ θεωρούμενον, τουτέστι τὸ τῶν συμβεβηκότων ἄθροισμα, ὃ δηλοῖ τὴν ὑπόστασιν, οὐκ αὐτὴν τὴν οὐσίαν. Ἐνυπόστατον δὲ οὐχ ἡ ὑπόστασις, τὸ ἐν ὑποστάσει δὲ καθορώμενον. Οὐσία δέ, τουτέστιν ὁπωσοῦν ὑπάρχει, εἴτε καθ᾽ ἑαυτὴν εἴτε σὺν ἑτέρῳ εἴτε ἐν ἑτέρῳ· καθ᾽ αὑτὴν μὲν ὡς πυρὸς οὐσία, σὺν ἑτέροις δὲ ὡς ψυχὴ καὶ σῶμα (σὺν ἀλλήλοις γὰρ ταῦτα τὴν ὑπόστασιν ἔχει), ἐν ἑτέρῳ δὲ ὡς πῦρ ἐν θρυαλλίδι καὶ ὡς ἡ σὰρξ τοῦ κυρίου ἐν τῇ ἀνάρχῳ αὐτοῦ ὑποστάσει. Ἡ μὲν γὰρ ὑπόστασις τὸν τινὰ ἢ τόδε δηλοῖ τὸ ἅμα τῇ τοῦ δακτύλου ἀνατάσει δεικνύμενον, τὸ δὲ ἐνυπόστατον τὴν οὐσίαν. Καὶ ἡ μὲν ὑπόστασις πρόσωπον ὁρίζει τοῖς χαρακτηριστικοῖς ἰδιώμασιν, τὸ δέ γε ἐνυπόστατον τὸ μὴ εἶναι αὐτὸ συμβεβηκός, ὃ ἐν ἑτέρῳ ἔχει τὴν ὕπαρξιν.

Εἰ γὰρ ταὐτὸ τὸ ἔν τινι καὶ τὸ ἐν ᾧ, ὥρα σοι λέγειν ταὐτὸν ἀρετὴν καὶ ἐνάρετον καὶ κατὰ τὴν εὔλογον ἀντιστροφὴν κακίαν καὶ τὸ ἐν ᾧ ἡ κακία, καὶ ἔσται κατὰ σὲ αὐτὸς ὁ διάβολος κακία καὶ ὁ τούτου δημιουργὸς κακίας δημιουργός, καί, ἐπειδὴ ἐν τῇ οὐσίᾳ τὸ συμβεβηκός, ἔσται τὸ συμβεβηκὸς οὐσία καὶ συμβεβηκὸς ἡ οὐσία, ἢ ἐπειδὴ ἔμψυχον τὸ σῶμα, φημὶ τὸ ἀνθρώπινον, ἔσται κατὰ σὲ τὸ σῶμα ψυχή. Καὶ τίς ταύτης τῆς συγχύσεως τὴν μανίαν ὑποίσει;

Ὅτι μὲν οὖν οὐκ ἔστιν οὐσία ἀνυπόστατος, ἴσμεν σαφῶς, ἀλλ᾽ οὐ ταὐτόν φαμεν ἐνυπόστατον καὶ ὑπόστασιν, οὔτε μὴν οὐσίαν τε καὶ ἐνούσιον· ἀλλ᾽ ἐνούσιον μὲν τὴν ὑπόστασιν, ἐνυπόστατον δὲ τὴν οὐσίαν. Τήν τε γὰρ οὐσίαν τῆς ἁγίας θεότητος ἐνυπόστατον ἴσμεν (ἐν ταῖς τρισὶ γάρ ἐστιν ὑποστάσεσι) καὶ ἑκάστην τῶν ὑποστάσεων ὡσαύτως ἐνούσιον (ἐν τῇ οὐσίᾳ γὰρ αὗται τελοῦσι τῆς ἁγίας θεότητος). Καὶ ἐπὶ τῆς ἀρρήτου καὶ πάντα νοῦν ὑπερκειμένης τοῦ κυρίου οἰκονομίας ἐνούσιον μέν φαμεν τὴν ὑπόστασιν ὡς ἐν ταῖς οὐσίαις τελοῦσαν, ἐξ ὧν καὶ συντέθειται, ἐνυπόστατον δὲ ἑκάστην τῶν οὐσιῶν αὐτοῦ· ἔχουσι γὰρ κοινὴν τὴν μίαν αὐτοῦ ὑπόστασιν ἡ μὲν θεότης αὐτοῦ ἀϊδίως, καθὰ καὶ τὴν τοῦ πατρὸς καὶ τοῦ πνεύματος, ἡ δὲ ἔμψυχος καὶ λογικὴ αὐτοῦ σάρξ, ταὐτὸν δ᾽ εἰπεῖν ἡ ἀνθρωπότης αὐτοῦ, προσφάτως ἐν αὐτῇ ὑποστᾶσα καὶ αὐτὴν κληρωσαμένη ὑπόστασιν. Οὕτως οὔτε ἀνυπόστατος οὐθ᾽ ἑτέρα τῶν τοῦ Χριστοῦ φύσεών ἐστιν οὔτε ἑκάστη καθ᾽ αὑτὴν ὑπόστασίς ἐστιν ἢ ἰδίᾳ καὶ ἀνὰ μέρος ὑπόστασιν κέκτηται, ἀλλὰ τὴν αὐτὴν καὶ μίαν ἀμφότερα.

Τούτων οὕτω προδιωρισμένων ἐπὶ τὸ ζητούμενον ἔλθωμεν. Τοῦτο δέ ἐστιν, εἰ δύο φύσεις ἐστὶν ὁ Χριστὸς καὶ ἐν δυσὶ φύσεσιν ἢ μία, καθὰ τερατεύεσθε. Χρὴ τοιγαροῦν τὸν περί τινος συλλογιζόμενον ἐκ κοινῶν καὶ ἀληθῶν ἐννοιῶν—κοινῶν δέ φημι τῶν παρ᾽ ἀμφοτέροις ὁμολογουμένων—τὰς ἀρχὰς ἤτοι τὰς προτάσεις ποιεῖσθαι· οὕτω γὰρ συλλογισμὸς καὶ οὐ παραλογισμὸς τὸ πλεκόμενον εἴη, τό τε συμπέρασμα ἀληθὲς καὶ οὐκ ἄτοπον.

Ὡμολόγηται τοίνυν παρ᾽ ἅπασι τοῖς ἁγίοις πατράσιν ἐκ θεότητος καὶ ἀνθρωπότητος γεγενῆσθαι τὴν ἕνωσιν καὶ τὸν Χριστὸν ἐν θεότητι τέλειον καὶ τέλειον καὶ ἀνελλιπῆ τὸν αὐτὸν ἐν ἀνθρωπότητι. Εἴπατε τοίνυν ἡμῖν· Καὶ ὑμῖν ταῦτα δοκεῖ; Συνομολογήσετε, ὥς γέ μοι δοκεῖ. Τί δὲ θεότης καὶ τί ἀνθρωπότης ἐστίν, οὐσία ἢ συμβεβηκός, φύσις ἢ ὑπόστασις;

Οἶμαι οὐσίαν καὶ φύσιν ὑμᾶς ἐρεῖν. Ὅτι μὲν γὰρ οὐ συμβεβηκός, παντί που δῆλον· ὅτι δὲ οὐδ᾽ ὑπόστασις ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἀποδέδεικται. Εἰ γὰρ ὑπόστασιν τὸ τῆς θεότητος καὶ τὸ τῆς ἀνθρωπότητος σημαίνουσιν ὄνομα, ὥρα σοι λέγειν καὶ τρεῖς θεότητας διὰ τὸ τριαδικὸν τῶν ὑποστάσεων καὶ ἀπείρους τὰς ἀνθρωπότητας διὰ τὸ τῶν ὑποστάσεων ἄπειρον ἢ ὑπόστασιν ἐν ὑποστάσεσιν, ὅ τις οὐχὶ σοφός, ἀλλὰ καὶ λίαν σκαιὸς τὴν διάνοιαν ἐρεῖν τετόλμηκε πώποτε. Ἔστι τοίνυν φύσεως σημαντικὸν ἕκαστον, τό τε τῆς θεότητος δηλαδὴ καὶ τὸ τῆς ἀνθρωπότητος, ὄνομα. Θεότης τοίνυν καὶ ἀνθρωπότης μία φύσις ἐστίν, οὐκ ἐπὶ τοῦ κυρίου φημί, ἀλλ᾽ ἀπολύτως; Οὔκ, ἐρεῖ τις μὴ μαινόμενος· οὐ γὰρ τὸ κτιστὸν τῷ ἀκτίστῳ καὶ κτίστῃ κατ᾽ οὐσίαν ταὐτὸν οὐδὲ τὸ σῶμα τῷ ἀσωμάτῳ οὐδὲ τὸ ἠργμένον τῷ ἀνάρχῳ. Ἄλλη φύσις οὖν ἐστι τῆς θεότητος καὶ ἑτέρα τῆς ἀνθρωπότητος, καὶ δύο φύσεις εἰσίν. Ἐκ θεότητος τοίνυν καὶ ἀνθρωπότητος ὢν ὁ Χριστὸς ἐκ δύο φύσεών ἐστιν. Εἰ οὖν ἐκ θεότητος καὶ ἀνθρωπότητος καὶ ἐκ δύο φύσεων τὸν Χριστὸν λέγετε, εἴπατε ἡμῖν· Τὰ δύο ταῦτα, ἤτοι θεότης καὶ ἀνθρωπότης, ἐν τῷ Χριστῷ εἰσιν ἢ οὔ; Καταφήσοιτε, εἴπερ μὴ τέλεον ἀσεβεῖν αἱρήσοισθε.

Πῶς οὖν οὐ δύο φύσεις ἐν τῷ Χριστῷ λέγετε· Εἰ γὰρ ἐκ θεότητος καὶ ἀνθρωπότητος τὸν Χριστὸν λέγοντες ἐκ δύο φύσεων αὐτὸν ὁμολογεῖτε καὶ ἴσον παρ᾽ ὑμῖν δύναται τὸ ἐκ θεότητος καὶ ἀνθρωπότητος τῷ ἐκ δύο φύσεων, πῶς θεότητα καὶ ἀνθρωπότητα τὸν Χριστὸν λέγοντες καὶ μετὰ τὴν ἕνωσιν καὶ ἐν θεότητι καὶ ἀνθρωπότητι οὐ δύο φύσεις αὐτὸν καὶ ἐν δυσὶν ὁμολογήσετε φύσεσιν;

Εἰ οὐ ταὐτὸν θεότης καὶ ἀνθρωπότης ὡς ἐν ποιότητι φυσικῇ, ἄλλο δὲ καὶ ἄλλο, ἕτερόν τε καὶ ἕτερον, σκοπείτω πᾶς τις εὖ φρονῶν, εἰ τὸ ἄλλο κατὰ φύσιν καὶ ἄλλο ἓν κατ᾽ οὐσίαν καὶ οὐ δύο εἰσίν, εἰ δὲ δύο καὶ οὐχ ἕν, φύσεις δηλαδή· τὸ γὰρ ἄλλο φύσιν δηλοῖ, ὡς οἱ περὶ ταῦτα σοφοὶ διειλήφασιν. Φύσις δὲ καὶ φύσις μία ἐστὶν ἢ δύο; Δύο δῆλον· μία γὰρ καὶ μία καὶ τοῖς νηπίοις δῆλον, ὡς δύο εἰσίν.

Εἰ δέ φατε τὰ ἑνούμενα ἓν εἶναι· ἀλλ᾽ ἀκούσατε, ὅτι τὰ ἑνούμενα οὐ κατὰ πάντα ἕν εἰσιν, ἀλλὰ καθὸ ἥνωται. Εἰ γὰρ τὰ ἑνούμενα κατὰ πάντα ἕν εἰσιν, ἐπειδὴ ἐξ ἀνομοίων φύσεων ὁ ἄνθρωπος σύγκειται, ἀνάγκη λέγειν, ὡς ψυχὴ καὶ σῶμα κατὰ πάντα ἕν εἰσι, καὶ ἔσται τὸ ἀσώματον σῶμα, καὶ τὸ σῶμα ἀσώματον· καὶ ἐπειδὴ θεότης καὶ ἀνθρωπότης ἥνωνται, ἔσονται ἓν κατὰ τὴν οὐσιώδη διαφοράν, καὶ ἢ τὸ θεῖον κτιστὸν ἢ τὸ ἀνθρώπινον ἄκτιστον.

Εἰ τὰ ἑνούμενα ἕν εἰσι κατὰ πάντα, τὸ δὲ σῶμα ἐξ ἐναντίων ποιοτήτων σύγκειται, ἐροῦμεν, ὡς θερμότης καὶ ψύξις ταὐτὸν καὶ ξηρότης καὶ ὑγρότης ὁμοίως ταὐτόν, καὶ Πέτρος καὶ Ἰωάννης, ἐπειδὴ τῇ φύσει ἥνωνται, ἄρα καὶ τῇ ὑποστάσει εἷς οἱ δύο τυγχάνουσιν. Ἀλλ᾽ οὐχ οὕτω τοῖς εὖ φρονοῦσι καὶ τῇ ἀληθείᾳ δοκεῖ, μᾶλλον δὲ τὰ ἑνούμενα, καθὸ ἥνωται, ἓν εἶναι· Πέτρον μὲν καὶ Ἰωάννην, ἐπειδὴ κατὰ φύσιν ἥνωνται, ὁμοούσιοι τυγχάνοντες ἓν εἶναι κατὰ τὴν φύσιν, ψυχὴν δὲ καὶ σῶμα, ἐπειδὴ καθ᾽ ὑπόστασιν ἥνωνται, ἓν εἶναι κατὰ τὴν ὑπόστασιν· Οὐ γὰρ κατὰ φύσιν ἓν εἶναι ψυχὴν καὶ σῶμα εἴποι τις ἂν νήφων τὸν λογισμόν.

Εἰ ἐκ δύο φύσεων ἡ ἕνωσις γέγονεν, ἢ πρὸ τῆς ἑνώσεως ἦσαν δύο ἢ ἐν τῇ ἑνώσει ἢ μετὰ τὴν ἕνωσιν. Καὶ εἰ μὲν πρὸ τῆς ἑνώσεως ὑπέστησαν, τί Νεστορίῳ μεμφόμεθα; Εἰ δὲ καὶ μετὰ τὴν ἕνωσιν ἡ σὰρξ ὑφέστηκε, τί ἡμῖν μέμφεσθε; Εἰ δὲ ἐν τῇ ἑνώσει φατέ, μένει δὲ ἡ ἕνωσις, καὶ νῦν καὶ εἰς τὸν αἰῶνα ἀδιάσπαστος καὶ νῦν εἰς τὸν αἰῶνα δύο εἰσί τε καὶ ἔσονται. Εἰ δὲ τῷ καιρῷ τῆς τοῦ λόγου σαρκώσεως τὸ ἓν τῇ ἑνώσει φατέ, πρὶν ἑνωθῶσιν, ἦσαν δύο ἢ ἑνωθέντα; Εἰ μὲν γὰρ πρὸ τῆς ἑνώσεως ὑπῆρξαν ἀμφότερα, ἐξ ὑποστάσεων ἀνάγκη λέγειν δύο τὴν ἕνωσιν· εἰ δὲ ἐν τῇ ἑνώσει δύο φατέ, ὁ δὲ ἀριθμὸς καθ᾽ ὑμᾶς πάντως εἰσάγει διαίρεσιν, διαιρέσεως αἰτία ἡ ἕνωσις, καὶ ἐν τῇ ἑνώσει διαιρεῖτε τὴν ἕνωσιν.

Εἰ φυλάττει ἕκαστον τὰ ἐξ ὧν ὁ Χριστὸς τὸν ἴδιον τῆς οὐσίας ὅρον τε καὶ λόγον κἂν τῇ ἑνώσει καὶ ἕτερος μὲν ὁ τῆς Χριστοῦ θεότητος ὅρος καὶ ὁ τῆς αὐτοῦ ἀνθρωπότητος ἕτερος, τί τὰ μὴ ὑπὸ ἕνα καὶ τὸν αὐτὸν ὅρον ταττόμενα μίαν καὶ οὐ δύο φύσεις λέγετε;