Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Ἰακωβιτῶν

Ἰωάννης ὁ Δαμασκηνός

Δογματική απόρριψη της θεοπασχητικής προσθήκης στον Τρισάγιο Ύμνο

Ιστορική και θεολογική αναίρεση της καινοτομίας του Κναφέως στον Τρισάγιο Ύμνο, με έμφαση στην τριαδική του διάσταση, και συνοπτική ομολογία της ορθόδοξης πίστης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 7

Θεὸν δέ φαμεν ἐξ αὐτῆς γεγεννῆσθαι οὐχ ὡς ἐξ αὐτῆς ἐσχηκότα τὴν ἀΐδιον τῆς θεότητος ὕπαρξιν, ἀλλ᾽ ὡς ἐξ αὐτῆς ἀτρέπτως σαρκωθέντα καὶ γενόμενον ἄνθρωπον καὶ γεννηθέντα», ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον, μίαν ὑπόστασιν, τὸν αὐτὸν θεόν τε καὶ ἄνθρωπον, οὐχ ἕτερον ἐν τῇ τριάδι παρεισάγοντα πρόσωπον. «Ἐντεῦθεν καὶ τὴν ἐν τῷ τρισαγίῳ προσθήκην βλάσφημον ὁριζόμεθα ὡς τέταρτον ἐν τῇ τριάδι παρεντιθεῖσαν πρόσωπον καὶ ἀνὰ μέρος τιθεῖσαν τοῦ θεοῦ τὴν ἐνυπόστατον δύναμιν καὶ ἀνὰ μέρος τὸν ἐσταυρωμένον ὡς ἄλλον ὄντα παρὰ τὸν ἰσχυρὸν ἢ παθητὴν τὴν ἁγίαν τριάδα δοξάζουσαν καὶ συσταυροῦσαν τῷ υἱῷ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον» ἢ τὸ πνεῦμα τὸ ἅγιον καὶ ἀθάνατον παθητὸν ἀποδεικνύουσαν.

Ὁ γὰρ τρισάγιος οὗτος ὕμνος πάλαι μὲν ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου διὰ τῶν λειτουργικῶν αὐτοῦ πνευμάτων τῶν σεραφὶμ τῷ θεόπτῃ Ἡσαΐᾳ μεμυσταγώγητο τὰς τρεῖς ὑποστάσεις τῆς θεότητος μυστικῶς ἐμφαίνοντος καὶ τὴν μίαν κυριότητα καὶ φύσιν. Αὐτὸς μὲν γὰρ ὁ Ἡσαΐας τὸν θεὸν καὶ πατέρα ἔφη ἑωρακέναι, ὁ θεολόγος δὲ Ἰωάννης τὸν υἱὸν αὐτῷ ἔφη ἀποκεκαλύφθαι, Παῦλος δὲ ὁ θεῖος ἀπόστολος τὸ πνεῦμα τὸ ἅγιον.

Ἐντεῦθεν ἅπας ὁ τῶν ἁγίων πατέρων ἑσμὸς εἰς τὴν ἁγίαν τριάδα τοῦτον τὸν τρισάγιον ἐξειλήφασιν ὕμνον. «Φησὶ γοῦν ὁ θεολόγος Γρηγόριος· ‘Οὕτω μὲν οὖν τὰ ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς σεραφὶμ συγκαλύπτεται καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυριότητά τε καὶ θεότητα· ὃ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα.’» Ἔκ τινος δὲ θείας ἀποκαλύψεως, αἱ ἱστορικαὶ διαγορεύουσι βίβλοι ἐπὶ Πρόκλου, προέδρου Κωνσταντινουπόλεως, λιτανεύοντος τοῦ αὐτόθι λαοῦ διά τινα θεήλατον ἀπειλὴν ἀφαρπαγῆναι τοῦ λαοῦ παιδίον καὶ τὸν ὕμνον οὕτω διδαχθῆναι ὑπ᾽ ἀγγελικῆς τινος μυσταγωγίας· «Ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς», καὶ κελευσθῆναι ᾄδειν. Ἐκύρωσε δὲ τὴν ἀποκάλυψιν ἡ σύντομος ἔκβασις· ἅμα γὰρ ᾖσαν, καὶ ἐκόπασεν ἡ ὀργή. Φαμὲν δὲ ταύτην εἶναι τοῦ ὕμνου τὴν δύναμιν· «Ἅγιος ὁ θεὸς» ὁ πατήρ, ἐξ οὗ θεὸς ὁ υἱὸς καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον· «ἅγιος ἰσχυρὸς» ὁ υἱός, ἡ τοῦ πατρὸς σοφία καὶ δύναμις· «ἅγιος ἀθάνατος» τὸ πνεῦμα τὸ ἅγιον· «τὸ πνεῦμα γάρ ἐστι τὸ ζωοποιοῦν,» καὶ «ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς,» καὶ ὁ θεοπάτωρ Δαυίδ· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα.»

Ταῦτα δὲ λέγομεν οὐ μόνῳ τῷ πατρὶ περιορίζοντες τὴν θεότητα οὐδὲ μόνῳ τῷ υἱῷ τὴν δύναμιν ἢ τὴν ἀθανασίαν μόνῳ τῷ πνεύματι, «ἀλλ᾽ ἐφ᾽ ἑκάστης τῶν ὑποστάσεων πάσας τὰς θεωνυμίας ἁπλῶς καὶ ἑνιαίως λαμβάνοντες καὶ τὸν θεῖον ἀπόστολον ἐκμιμούμενοι φάσκοντα· ‘Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ.’ Οὐ μὴν ἀλλὰ καὶ τὸν θεολόγον Γρηγόριον ὧδέ πη λέγοντα· ‘Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα, τοῦ “ἐξ οὗ” καὶ “δι᾽ οὗ” καὶ “ἐν ᾧ” μὴ φύσεις τεμνόντων, ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας.’» Γέλως οὖν ὄντως καὶ παίγνιον τὴν δι᾽ ἀγγέλων μυηθεῖσαν πρότερόν τε καὶ ὕστερον καὶ τῇ τῆς ἐπαγωγῆς λήξει πιστωθεῖσαν καὶ τῇ τῶν ἁγίων πατέρων μαρτυρίᾳ βεβαιωθεῖσαν τρισάγιον ᾠδὴν ὡς τῆς μιᾶς τρισυποστάτου θεότητος ἐμφαντικὴν τῇ τοῦ κναφέως οἷον καταπατηθῆναι ἀλόγῳ οἰήσει· ὡς γὰρ ἱμάτιον τὸν ἱερὸν τοῦτον ὕμνον καθαίρειν οἰόμενος καὶ πλέον λαμπρύνειν, ἢ καλῶς ἔχει, προσθήκην τῷ τρισαγίῳ ὡς δῆθεν τῶν σεραφὶμ ὑπέρτερος παρενέθετο ὥσπερ ἀντινομοθετῶν τῷ ἁγίῳ πνεύματι. Ἀλλ᾽ ὢ τῆς αὐθαδείας, ἵνα μὴ λέγω τῆς ἀνοίας.

Ἡμεῖς δὲ οὕτω φαμέν, κἂν δαίμονες διαρρήγνυνται· «Ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.» Πρὸς δὲ τῶν εἰρημένων πίστωσιν καὶ χρήσεις τῶν ἁγίων πατέρων, ὧν τὸ στόμα θεοῦ κεχρημάτικε στόμα, ὑπετάξαμεν, ὧν δυσωπηθέντες τὸ αἰδέσιμον μεθ᾽ ἡμῶν καὶ τῆς ἀληθείας ἕνα θεὸν καὶ μίαν φύσιν ἐν τρισὶν ὑποστάσεσι καὶ τὸν ἕνα τῆς ἁγίας τριάδος τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ καὶ μετὰ σάρκωσιν ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον καὶ μίαν ὑπόστασιν ἐν δυσὶ φύσεσιν ἀσυγχύτως καὶ ἀδιαιρέτως ὀρθοδόξως κηρύξατε.