Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Μανιχαίων
Διαλεκτική ανασκευή των μανιχαϊκών μύθων περί ύλης
Λεπτομερής έλεγχος των δοξασιών περί άναρχης ύλης, της υποτιθέμενης αρπαγής μέρους του Θεού και των εγγενών αντιφάσεων της κοσμολογίας τους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Διαλεκτική ανασκευή των μανιχαϊκών μύθων περί ύλης
Λεπτομερής έλεγχος των δοξασιών περί άναρχης ύλης, της υποτιθέμενης αρπαγής μέρους του Θεού και των εγγενών αντιφάσεων της κοσμολογίας τους.
Ἦν, φησίν, ἡ ὕλη ἄναρχος, ἀγένητος, ἐν ἰδίοις ὅροις, ἀεὶ ἀτάκτως κινουμένη, ἀεὶ ἑαυτῇ μαχομένη καὶ ἑαυτὴν ἀναλίσκουσα. Ἦν δέ, φησί, καὶ ὁ θεὸς ἐν ἰδίοις ὅροις, ἄναρχος, ἀγένητος, ἀίδιος, ἀσώματος, ὅλος φῶς, ἀλλ᾽ ἡ ὕλη, φησίν, ἀτάκτως καὶ ἀλόγως κινουμένη ἐπὶ τὰ τοῦ θεοῦ ὅρια ἦλθε. Καὶ θαυμάσασα τὸ τοῦ θεοῦ φῶς τῆς μὲν πρὸς ἑαυτὴν μάχης ἐπαύσατο, τῷ δὲ φωτὶ ἐπέθετο μαχομένη ὡς καὶ μέρος αὐτοῦ ἁρπάσαι εἰς ἑαυτήν· καὶ γὰρ ἄρχοντας ὡς ἐπὶ κεκρυμμένου βασιλείου τὴν ὕλην ἔχειν διαβεβαιοῦνται, οὓς καὶ «κοσμοκράτορας τοῦ σκότους» καὶ «πνευματικὰ τῆς πονηρίας» εἶναι φάσκουσι. Συνεχώρησε δέ, φησίν, ὁ ἀγαθὸς θεὸς μέρος ἑαυτοῦ ὑπ᾽ αὐτῆς ἁρπασθὲν αἰχμάλωτον γενέσθαι, ὅπως αὐτὴν περιγράψῃ καὶ περιορίσῃ τοῦ μὴ περαιτέρω προβαίνειν εἰς τὰ ἑαυτοῦ ὅρια.
Εἰ ἄναρχος, ἀγένητος, ἀσώματος, ἄποιος, ἀόρατος ἡ ὕλη, ὁμοίως καὶ ὁ ἀγαθὸς θεός, ἐκ δὲ τῆς οὐσίας αὐτῶν τὰ πάντα, πῶς ὁρῶνται τὰ ἐξ αὐτῶν γενόμενα; Τὸ γὰρ ἐξ ἀσωμάτου καὶ ἀοράτου οὐσίας προερχόμενον ἀσώματον πάντως ἔσται καὶ ἀόρατον. Καὶ πρὸ τούτου, εἰ καὶ αἱ δύο οὐσίαι ἄναρχοι καὶ ἀγένητοι καὶ ἀίδιοι, ἐξ αὐτῶν δέ ἐσμεν ἡμεῖς οὐκ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ὑπ᾽ αὐτῶν παραχθέντες, ἀλλ᾽ ἐκ τῆς οὐσίας αὐτῶν, ἄναρχοι καὶ ἀίδιοί ἐσμεν ἡμεῖς· ἑκάστης γὰρ οὐσίας γέννημα ὁμοούσιον τῇ γεννησάσῃ οὐσίᾳ· ἀιδίου ἀίδιον, ἀγεννήτου ἀγέννητον, ἀνάρχου ἄναρχον.
Καὶ πάλιν· Εἰ ἐκ τῆς οὐσίας τοῦ ἀγαθοῦ καὶ τοῦ πονηροῦ ἡ σύστασις ἡμῶν, οὐ κτίσματα, ἀλλὰ τέκνα ἐσμέν, καὶ οὐκ ἔστι κτίσις ἐν κόσμῳ. Καὶ πάλιν· Εἰ ἀδύνατον τραπῆναι τὴν οὐσίαν τοῦ ἀγαθοῦ εἰς πονηρὸν καὶ ὅλως λογίσασθαι ἢ πρᾶξαι πονηρὸν καὶ ἀδύνατον τὸν πονηρὸν τραπῆναι καὶ λογίσασθαι ἢ πρᾶξαί τι ἀγαθόν· —ἡ δὲ ψυχὴ ἡμῶν τοῦ ἀγαθοῦ—, ἀδύνατόν ἐστι τὴν ψυχὴν ἡμῶν λογίσασθαι φαῦλόν τι καὶ τὸ σῶμα ἡμῶν πρᾶξαι ἀγαθόν. Ἀλλ᾽ ὁρῶμεν πολλὰς ψυχὰς λογιζομένας πονηρὰ ὡς τὰς τῶν Μανιχαίων καὶ πολλὰ σώματα ποιοῦντα ἀγαθὰ ὡς τὰ τῶν ἁγίων.
Καὶ πάλιν· Εἰ καὶ ὁ πονηρὸς σύνθετός ἐστιν ἐξ ἀσωμάτου καὶ σώματος καὶ ὁ ἀγαθὸς ὁμοίως καὶ ἡ μὲν ψυχὴ ἡμῶν τῆς οὐσίας τοῦ ἀγαθοῦ ἐστι, τὸ δὲ σῶμα τοῦ πονηροῦ, καὶ ἡ ψυχὴ ἡμῶν σύνθετος ἔσται ἐξ ἀσωμάτου καὶ σώματος καὶ τὸ σῶμα ἡμῶν.
Καὶ πάλιν· Εἰ ἄναρχος ἡ ὕλη, εἰ μὲν ἀσώματος, πῶς ἐξ ἀσωμάτου οὐσίας προῆλθε; Τὸ γὰρ ἄναρχον, πάντως ἄτρεπτον· τὰ φύσει ἁπλᾶ οὐ πέφυκεν ἑνοῦσθαι. Πῶς οὖν ἐγένετο σύγκρασις; Καὶ πάλιν· Εἰ σύνθετος ἡ ὕλη ἐξ ἀσωμάτου καὶ σώματος, τὸ δὲ σῶμα ἐναντίον τῷ ἀσωμάτῳ, τίς ὁ ἑνώσας τὰ ἐναντία; Οὐκ ἂν γὰρ τὰ ἐναντία τοῖς ἐναντίοις ὡμίλει φιλικῶς συναπτόμενα εἰς ἓν ὕφος καὶ μίαν ὑπόστασιν, εἰ μὴ ἡ τοῦ δημιουργοῦ δύναμις εἰς ἓν αὐτὰ συνεβίβασεν. Ἡ ὕλη ἄρα σύνθετος οὖσα ὑπὸ θείου λόγου τὸ εἶναι εἴληφε.
Καὶ πάλιν· Ἡ ὕλη φθορά ἐστιν ἢ φθαρτή; Ἡ μὲν γὰρ φθορὰ φθείρει καὶ οὐ φθείρεται, τὸ δὲ φθαρτὸν φθείρεται ὑπὸ τῆς φθορᾶς· καὶ τὸ μὲν φθαρτόν, τουτέστιν τὸ φθειρόμενον, ἡ ὕλη. Τί ἐστι φθεῖρον ἢ φθορὰ ἢ φθαρτή; Φθορὰ μὲν γάρ ἐστιν ἡ τῶν συντεθέντων διάλυσις. Φθείρει δὲ ὁ τὴν φθορὰν ἐπάγων, φθείρεται δὲ τὸ διαλυόμενον σύνθετον. Καὶ τὸ μὲν φθεῖρον καὶ φθειρόμενον οὐσίαι εἰσίν, ἡ δὲ φθορὰ συμβεβηκὸς ἐν τῷ λύεσθαι τὰ συντεθέντα θεωρουμένη καὶ οὔτε προϋπάρχουσα οὔτε μετὰ τὸ λυθῆναι διαμένουσα.
Τί οὖν ἐστιν ἡ ὕλη, φθείρουσα ἢ φθορὰ ἢ φθαρτή; Καὶ εἰ μὲν εἴπητε, ὅτι φθείρουσα, εἴπατε, τί φθείρει εἰ μὴ τὸν ἀγαθόν; Οὐδὲν γὰρ λέγετε ἕτερον εἰ μὴ τὴν ὕλην καὶ τὸν ἀγαθόν. Εἰ οὖν δύο ἦσαν, φθείρει ἡ ὕλη, γενεσιουργεῖ δὲ ὁ ἀγαθός, ἢ ἡ μὲν ὕλη συνίσταται, φθείρεται δὲ καὶ ἀπόλλυται ὁ ἀγαθός. Εἰ δὲ ἑαυτὴν φθείρει, γνῶτε, ὡς οὐδὲν ἑαυτοῦ ἐστιν φθαρτικόν· εἰ δὲ καὶ ἑαυτὸ ἔφθειρεν, ἀνάλωσεν ἂν ἑαυτὸ καὶ εἰς ἀνυπαρξίαν ἤλασε. Πῶς δὲ καὶ τὸ φθειρόμενον ἄναρχον; Εἰ δὲ φθαρτή, ὑπὸ τίνος φθείρεται εἰ μὴ ὑπὸ τοῦ ἀγαθοῦ, καὶ ἔσται ὁ ἀγαθὸς φθορεύς. Εἰ δὲ φθορά ἐστιν, ὑπὸ τίνος ἐνεργεῖται καὶ ἔστιν; Ἡ γὰρ φθορὰ διάλυσίς ἐστιν, ὡς εἴπομεν. Τίς οὖν ὁ διαλύων καὶ τί τὸ διαλυόμενον; Ὅτι δὲ οὐ δύναται ἡ ὕλη φθορὰ εἶναι καὶ φθαρτὴ οὐσία, ἐντεῦθεν γνωστόν· ἡ μὲν γὰρ φθαρτὴ οὐσία προηγεῖται καὶ προϋφίσταται ὡς συντεθεῖσα ὑπόστασις. Ἡ δὲ φθορὰ ἐπιγίνεται μετὰ τὴν σύνθεσιν λύουσα τὰ συντεθειμένα.
Πῶς δὲ καὶ ἦν ἡ οὐσία τῆς ὕλης σύνδρομον καὶ συνουσιωμένην ἔχουσα τὴν φθοράν; Ἀλλ᾽ ἴσως ἐρεῖτε, ὅτι ἦν ποτε οὐκ ἐνεργείᾳ φθορά, ἀλλὰ δυνάμει, ὁμοίως καὶ φθαρτόν. Ἀλλὰ γνῶτε, ὅτι τὸ μὲν εἶναι φθαρτικὸν ἢ δημιουργικόν, μήπω δὲ ἐνεργεῖν τὴν φθορὰν ἢ τὴν δημιουργίαν διὰ τὸ μὴ δύνασθαι τὰ φθειρόμενα ἢ δημιουργούμενα συναΐδια εἶναι τῷ φθείροντι ἢ δημιουργοῦντι ἀληθές. Ἀλλ᾽ ὑμεῖς οὐδὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραχθῆναι λέγετε, ἀλλ᾽ αὐτὴν ἑαυτῆς εἶναι τὴν κακίαν φθαρτικὴν καὶ ἀναλωτικήν, ὥστε αὕτη δυνάμει ἔχουσα τό τε φθείρειν καὶ φθείρεσθαι, καὶ οὐκ ἐνεργείᾳ ἀτελὴς ἦν. Τὸ δὲ ἐξ ἀτελοῦς προκόπτον εἰς τελειότητα οὐκ ἄναρχον· εἰ γὰρ τὸ ἄτρεπτον ἄναρχον, τὸ τρεπόμενον οὐκ ἄναρχον.
Καὶ πάλιν· Τί πρῶτον τῆς ὕλης, ἡ οὐσία αὐτῆς ἢ ἡ φθορά; Καὶ εἰ μὲν ἡ φθορά, ἀδύνατον αὐτὴν ὑπάρξαι πρὸ τοῦ εἶναι ἀναλισκομένην. Εἰ δὲ ἡ οὐσία αὐτῆς προϋπῆρξε τῆς φθορᾶς, οὐσία μᾶλλον καὶ ὕπαρξίς ἐστι καὶ οὐ φθορὰ καὶ ἦν ἀφθαρσία ποτὲ μὴ ἔχουσα ἐναντίαν τὴν φθορὰν καὶ οὐκ ἄναρχος ἡ φθορά. Εἰ δὲ ἀεὶ ἦν ἡ οὐσία αὐτῆς ἀναλίσκουσα ἑαυτήν, πῶς προήγαγε τοὺς καρπούς; Εἰ μερικῶς ἀνήλισκεν, οὐ παντελῶς φθαρτικὴ οὐδὲ παντελῶς φθαρτὴ καὶ οὐ τελέως κακή. Εἰ δὲ φθαρτικὴ οὖσα ἐπαύσατο τοῦ ἑαυτὴν φθείρειν, ἢ κακὸν τὸ φθείρειν καὶ ἐκ κακοῦ εἰς ἀγαθὸν ἐτράπη ἢ ἀγαθὸν τὸ φθείρειν καὶ ἐξ ἀγαθοῦ γέγονε κακή. Εἰ ἡ ὕλη κακία, ἑαυτὴν δὲ ἔφθειρεν, ἀγαθή· τὸ γὰρ φθεῖρον τὸ κακὸν ἀγαθόν.
Καὶ πάλιν εἴπατε· Ἡ ὕλη φῶς ἦν ἢ σκότος; Καὶ εἰ μὲν φῶς, τῆς οὐσίας τοῦ ἀγαθοῦ· καὶ ἰδοὺ μία ἀρχὴ καὶ οὐ δύο. Εἰ δὲ σκότος, πῶς τὸ σκότος θεωρεῖ; Εἰ γὰρ θεωρεῖ, φῶς ἔχει. Εἰ δὲ οὐκ ἔχει φῶς, τυφλόν ἐστι, καὶ πῶς εἶδε τὸ φῶς; Πῶς δὲ καὶ σκότος ἔσται ἐν τῷ φωτεινῷ καὶ οὐ λυθήσεται;
Ἢ «ποία κοινωνία φωτὶ πρὸς σκότος;» Καὶ πάλιν· Ἡ ὕλη ἔζη ἢ οὔ; Καὶ εἰ μὲν οὐκ ἔζη, πῶς ἐκινήθη; Πᾶν γὰρ τὸ μὴ ἔχον ζωὴν ἀκίνητον. Εἰ δὲ ἔζη, ἢ ἐξ αὐτῆς ἔχει τὴν ζωὴν ἢ ἀλλαχόθεν. Καὶ εἰ μὲν ἐξ ἑαυτῆς, ζωὴ ἦν καὶ οὐ θάνατος. Εἰ δὲ ἀλλαχόθεν ἔσχε τὴν ζωήν, ἢ ἐκ τοῦ ἀγαθοῦ, καὶ πῶς ἀγαθὸς ὁ ζωώσας τὴν κακίαν;
Εἰ δὲ ἐξ ἄλλου, οὐκ ἔσονται δύο, ἀλλὰ τρεῖς. Καὶ πάλιν· Ἡ ὕλη ἀφ᾽ ἑαυτῆς ἦν ἄναρχος ἢ ἐξ ἄλλου ἐγένετο. Καὶ εἰ μὲν ἐξ ἄλλου ἐγένετο, οὐκ ἄναρχος. Εἰ δὲ ἄναρχος ἦν, πάντοτε εἶχε τὸ εἶναι καὶ οὐδέποτε ἔσχε τὸ μὴ εἶναι. Πῶς δὲ λέγετε αὐτὴν φθορὰν καὶ θάνατον; Ἡ γὰρ φθορὰ τὸ μὴ εἶναι παρέχει, ἡ δὲ ὕλη οὐκ ἔσχε ποτὲ τὸ μὴ εἶναι· ἀεὶ γὰρ ἦν, ὡς λέγετε. Πῶς οὖν, ὃ οὐκ ἔχει, δύναται δοῦναι;
Καὶ πάλιν· Ἡ γένεσις καὶ ἡ φθορὰ ἐναντία. Ἡ μὲν γὰρ γένεσις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή, ἡ δὲ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ εἶναι διάλυσις. Εἰ οὖν ἡ ὕλη καθ᾽ ὑμᾶς φθορά, πῶς ποιεῖ καρποὺς καὶ γεννᾷ;
Καὶ πάλιν· Ἡ φθορὰ ἡ παντελὴς καὶ ἑαυτὴν φθείρει· εἰ γὰρ ἑαυτὴν συνιστᾷ, οὐ παντελὴς φθορά. Εἰ δὲ καὶ ἑαυτὴν φθείρει, οὐκ ἔσται. Ἀγαθὸν λέγεται παρὰ τὸ ἄγαν θεῖν πάντα πρὸς αὐτό, ὃ καὶ φύσει ἐστὶν ἐραστὸν καὶ ἐφετόν, οὗ φυσικῶς πάντα ἐφίεται. Κακὸν δέ ἐστιν ἡ παρὰ φύσιν ἔφεσις, τουτέστιν ὅταν ἑτέρου τινὸς παρὰ τὸ φύσει ἐφετὸν ἐφιέμεθα. «Πάντων οὖν καὶ τῶν καλῶν καὶ τῶν κακῶν ἀρχὴ καὶ τέλος ἐστὶ τὸ ἀγαθόν· τοῦ γὰρ ἀγαθοῦ ἕνεκα πάντα, καὶ ὅσα ἀγαθὰ καὶ ὅσα ἐναντία· καὶ γὰρ καὶ ταῦτα πράττομεν τὸ ἀγαθὸν ποθοῦντες. Οὐδεὶς γὰρ εἰς τὸ κακὸν ἀποβλέπων ποιεῖ, ἅπερ ποιεῖ. Διὸ οὐδὲ ὑπόστασιν ἔχει τὸ κακόν, ἀλλὰ παρυπόστασιν, τοῦ ἀγαθοῦ ἕνεκα καὶ οὐχ ἑαυτοῦ γινόμενον·» πᾶν γὰρ γινόμενον ἢ δι᾽ ἀγαθὸν γίνεται ἢ διὰ νομιζόμενον ἀγαθόν.
Πλανᾶται ὑπὸ θεοῦ προφήτης ἢ τοῦ θεοῦ παραχωροῦντος αὐτὸν πλανηθῆναι κατὰ τὴν ἀξίαν τῆς ἐπιθυμίας αὐτοῦ ἢ προλέγων καὶ τοῦ θεοῦ ἄλλα ποιοῦντος, παρ᾽ ἃ προεῖπε, πεπλανῆσθαι λέγεται ὑπὸ θεοῦ, τουτέστι πλάνος ἀποδεδεῖχθαι.
Εἴπατε οὖν ἡμῖν, ὦ Μανιχαῖοι· Ἡ ὕλη, ἣν λέγετε κακίαν καὶ σκότος καὶ φθορὰν καὶ θάνατον, ἄναρχον καὶ ἀίδιον, οὐσία ἦν ἢ συμβεβηκός; Καὶ εἰ μὲν οὐσία, ἢ σῶμα ἦν, οἷον γῆ, ὕδωρ, ἀήρ, πῦρ, ἢ ἀσώματον, οἷον θεός, ἄγγελος, ψυχή, ἢ ἐκ σώματος καὶ ἀσωμάτου σύνθετος. Καὶ εἰ μὲν σῶμα, ἀκίνητος ἦν· πᾶν γὰρ σῶμα ἄψυχον καὶ ἀκίνητον. Καὶ πῶς μὴ κινουμένη ἦλθεν εἰς τὰ ὅρια τοῦ φωτός; Ἢ πῶς ἔσχε κίνησιν;
Ἢ ἀγαθὸς καὶ οὐκ ἀγαθὸς ὁ δεδωκὼς τῇ κακίᾳ κίνησιν ἢ ἄλλος ἔδωκεν αὐτῇ τὴν κίνησιν παρὰ τὸν ἀγαθόν, καὶ ἔσονται τρεῖς ἀρχαὶ καὶ οὐ δύο. Εἰ δὲ λέγετε, ὅτι ἀσώματος ἦν ἡ ὕλη, πόθεν τὸ σῶμα; Ἡ γὰρ ἀσώματος καὶ ἄναρχος οὐσία οὐ δύναται εἰς σῶμα τραπῆναι. Πόθεν οὖν ἡ ἀναρίθμητος τῶν σωμάτων πληθύς; Εἰ δὲ σύνθετον εἴπητε τὴν ὕλην ἐξ ἀσωμάτου καὶ σώματος, γνῶτε, ὅτι ἀδύνατον σύνθετον γενέσθαι εἰ μὴ ἐξ ἁπλῶν, ὥσπερ ἀδύνατον γενέσθαι δύο εἰ μὴ ἐκ μιᾶς καὶ μιᾶς καὶ ἀδύνατον γενέσθαι ἄνθρωπον εἰ μὴ ἐκ ψυχῆς καὶ σώματος καὶ ἀδύνατον γενέσθαι σῶμα εἰ μὴ ἐκ τῶν ἁπλῶν στοιχείων, τῆς γῆς καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος καὶ τοῦ πυρός. Χρὴ οὖν πρῶτον εἶναι τὰ ἁπλᾶ καὶ τότε γενέσθαι ἐκ τῶν ἁπλῶν σύνθετον. Ἔσονται οὖν οὐ δύο ἀρχαί, ἀλλὰ τρεῖς.
Οὕτως ἀδύνατον ἄναρχον εἶναι τὴν ὕλην. Καὶ εἰ σύνθετος ἐξ ἀσωμάτου καὶ σώματος, διὰ τί οὐκ ἐποίησε τὸν ἄνθρωπον ἐκ τῆς ἀσωμάτου αὐτοῦ φύσεως καὶ τοῦ σώματος; «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ.» «Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.» Λαλήσω γὰρ ῥήματα οὐκ ἐμῆς καρδίας, ἀλλὰ τῶν ἐσκοτισμένων καὶ μεμιαμμένων Μανιχαίων.
Ἀκούσατε, λαοί, φυλαί, γλῶσσαι, ἀκούσατε. Ἓν θέατρον γενέσθω σήμερον ὁ οὐρανὸς καὶ ἡ γῆ. Ἀκούσατε, τί λέγουσιν οἱ ἐπικατάρατοι Μανιχαῖοι, οἱ ἐσκοτισμένοι περὶ τὸ φῶς, τὸ στόμα τοῦ διαβόλου. Λέγουσιν, ὅτι ἡ ὕλη ἐπολέμησε μετὰ τοῦ θεοῦ καὶ ἀπέσπασε μέρος ἀπ᾽ αὐτοῦ. Περιγραπτὸν λέγουσι τὸν θεόν, πολεμοῦντα καὶ πολεμούμενον καὶ λυπούμενον καὶ ἀποτεμνόμενον. Πολεμεῖται ὁ θεός; Ἀποκόπτεται ὁ θεός; Οἴμοι, οἴμοι, οὐκ ἀποκτενοῦμεν αὐτούς; Οὐ πυρὶ καταναλώσομεν;
Τούτοις ὁμιλήσομεν; Τούτους εἰς κοινωνίαν δεξόμεθα; Ὁ κοινωνῶν αὐτοῖς ὅμοιος αὐτοῖς ἐστι καὶ τῆς μερίδος αὐτῶν ἔσται καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Ἀδελφοί, κοινωνία λέγεται· ἀποθάνωμεν καὶ μὴ δεξώμεθα εἰς κοινωνίαν τοὺς Μανιχαίους. Ἀποθάνωμεν, ἵνα ζήσωμεν· ὁ δεχόμενος αὐτοὺς εἰς κοινωνίαν Μανιχαῖός ἐστιν, ὅμοιος αὐτοῖς. Κρεῖττόν ἐστιν ἰουδαΐσαι καὶ Ἰουδαῖον ἀποθανεῖν ἤπερ κοινωνῆσαι τοῖς Μανιχαίοις.
Ὦ ἀπὸ τῶν Μανιχαίων. Ἀκούσατε δὴ πρὸς θεοῦ, ὦ ἄνδρες, ἀκούσατε, τί φησιν ὁ θεώλεστος Μάνης. Οὐκ ἔστι, φησίν, ὁ κόσμος τοῦ θεοῦ, ἀλλὰ τοῦ διαβόλου. Ἀπαλλοτριῶσαι ἡμᾶς βούλονται τοῦ θεοῦ ἡμῶν. Καὶ ἐλυπήθη, φησίν, ὁ θεός, ὅτι ἀπεκόπη μέρος ἀπ᾽ αὐτοῦ, καὶ ἐπόνησεν.
Ἐὰν ἀπεκόπη μέρος ἐξ αὐτοῦ, φθαρτός ἐστι· πᾶν γὰρ τὸ τεμνόμενον φθαρτόν ἐστιν. Ἐσύλησε καὶ ἥρπαξε, φησίν, ἡ κακία μέρος ἀπὸ τοῦ θεοῦ καὶ διὰ τοῦτο πέμπει ὁ θεὸς καὶ συλᾷ καὶ ἁρπάζει τὸ μέρος τὸ συληθὲν ἀπ᾽ αὐτοῦ. Λῃστὰς θεοῦ εἰσάγεις, ὦ θεώλεστε; Ἀλλὰ καὶ μηχανάς, φησίν, ἐποίησεν ὁ θεός, δώδεκα κάδους καὶ τὸν ἥλιον καὶ τὴν σελήνην, ἵνα λάβῃ τὸ ἴδιον. Εἶτα τί, ἵνα τι τελευταῖον γένηται, ἵνα πέμψῃ πῦρ ὁ ἀγαθὸς καὶ καύσῃ τὸν κόσμον καὶ ἀναλώσῃ πάντα καὶ ἀποκαταστήσῃ τὴν ὕλην κάτω εἰς τὸν τόπον αὐτῆς καὶ τὰς ψυχὰς τὰς μὴ δεξαμένας τὸν Μάνεντα; Ἀκούσατε, οἷα λέγει ὁ ἀντίδικος τοῦ θεοῦ, πόσην δύναμιν δίδωσι τῇ ὕλῃ· Καταβάλλει τοῦ θεοῦ τοῦ ὑψίστου τὴν δύναμιν. Πρῶτον μέν φησιν, ὅτι ἐσυλήθη καὶ ἐκλάπη. Ὢ ἀδυναμίας. Τὸν θεόν μου λέγεις ἀδύνατον; Ἀλλ᾽ ἑκὼν παρεχώρησε. Πῶς οὖν ἐλυπήθη, εἰ μὴ ἐβιάσθη;
Οὐδεὶς προδίδωσι τὰ ἑαυτοῦ ἑκουσίως καὶ λυπεῖται. Εἰ δέ, ἵνα μὴ κατακυριευθῇ ὁ τόπος αὐτοῦ, μὴ δυνηθεὶς ἄλλως περιγενέσθαι τῆς ὕλης, ἐλυπήθη, πῶς οὐκ ἀδύναμος; Εἶτα λυπεῖται, καὶ κολάζεται τὸ μέρος τὸ ἀπ᾽ αὐτοῦ, καὶ τεχνάζεται καὶ μηχανὰς ποιεῖ, ἵνα λάβῃ τὸ ἴδιον, καὶ οὐδὲ ὅλον ἀπολαμβάνει τὸ ἴδιον· αἱ γὰρ ψυχαὶ αἱ μὴ ἀκολουθήσασαι τῷ Μάνεντι εἰς αἰῶνα κολάζονται· καὶ τελευταῖον ἡ ὕλη πάλιν ἐν τοῖς ἰδίοις τόποις στασιάσασα τὸν ἀγαθὸν καὶ θλίψασα, αὐτὴ δὲ μὴ θλιβεῖσα, ἀλλὰ τὸ ἔσχατον πρὸς τὸ ἴδιον παλινδρομήσασα μετὰ καὶ τῶν ψυχῶν τῶν μὴ πιστευσασῶν τῷ Μάνεντι. Ἀλλὰ τυχὸν καὶ πάλιν ἀναστήσεται.
Εἴπατε ἡμῖν, ὦ Μανιχαῖοι· Ἡ ὕλη ἡσυχάζουσα τὸ πρότερον καλὴ ἦν ἢ κακή; Εἰ μὲν κακή, ὕστερον στασιάσασα καλὴ ἐγένετο. Εἰ δὲ πρῶτον καλή, ὕστερον κακή. Εἶτα στασιάσασα πρὸς ἑαυτὴν καὶ ἀτάκτως κινηθεῖσα καὶ ἐλθοῦσα εἰς τὰ τοῦ φωτὸς ὅρια, εἰ μὲν ἐθεάσατο τὸ ἄυλον φῶς, πῶς τυφλή; Πῶς δὲ καὶ ὕλη ἄυλον φῶς θεάσεται; Εἰ δὲ ἐνόησε, πῶς ἄλογος καὶ ἄνους;
Εἰ δὲ καὶ ἠράσθη καθ᾽ ὑμᾶς, πῶς ἄψυχος; Πῶς δὲ κακή; Τὸ γὰρ ἐρῶν τοῦ ἀγαθοῦ οὐ κακόν. Πῶς δὲ ἄνους καὶ ἄσοφος ἡ ἐκβᾶσα ἐκ τῶν αὐτῆς, ὥσπερ ζῷον οὐκ ἄλογον, ἀλλ᾽ ὥσπερ ἄριστος στρατηγὸς καὶ εὔτακτος, καὶ λαβοῦσα ἀξιόλογον λάφυρον τοῦ φωτὸς καὶ εἰς τὰ ἑαυτῆς ὑποστρέψασα;
Πῶς δὲ καὶ φαύλην λέγετε τὴν τὸ ἀγαθὸν δεξαμένην καὶ χωρήσασαν; Τὰ γὰρ δεκτικὰ ἀγαθοῦ οὐκ ἐναντία οὐδὲ πολέμια. Καὶ πάλιν· Εἰ ἡ ὕλη ἀφήρπασε μέρος τοῦ θεοῦ, δραστήριος μὲν καὶ ποιητικὴ ἡ ὕλη, παθητὴ δὲ καὶ ῥευστὴ ἡ φύσις τοῦ ἀγαθοῦ. Εἰ δὲ ἐκείνη μὲν τοῦ ἀγαθοῦ ἐπεθύμησεν, ὁ δὲ ἀγαθὸς μέρος αὑτοῦ ἔδωκε τῷ κακῷ, ἀμφότερα ἐτράπησαν· καὶ τὸ κακὸν γὰρ ἐπεθύμησε τοῦ ἀγαθοῦ καὶ ἀγαθὸν ἐγένετο, καὶ τὸ ἀγαθὸν δεξάμενον μιγῆναι τῷ κακῷ κακὸν ἐγένετο.
Καὶ πάλιν· Ἐβλάβη τὸ ἀγαθὸν ὑπὸ τῆς ἁρπαγῆς καὶ τῆς μίξεως ἢ ἔβλαψεν, ἢ ὠφέλησεν ἢ ὠφελήθη; Εἰ μὲν ὠφελήθη, ἐνεργὸν καὶ ἀγαθὸν τὸ ὠφελῆσαν καὶ ἧττον τὸ ὠφεληθὲν καὶ παθητόν. Εἰ δὲ ἐβλάβη, καὶ οὕτω παθητὸν τὸ βλαβὲν καὶ ἐπικρατέστερον τὸ βλάψαν. Εἰ δὲ ἔβλαψε, κακόν ἐστι. Εἰ δὲ ὠφέλησε, φθονερὸς ὁ ἀγαθός, λυπηθεὶς καὶ μνησίκακος, πυρὶ παραδοὺς τὴν ὕλην καὶ τῇ ὑπερβολῇ τῆς μνησικακίας καὶ ἐξ ἑαυτοῦ μέρος σὺν αὐτῇ. Εἰ δὲ οὐδὲ ἔβλαψεν οὐδὲ ἐβλάβη οὐδὲ ὠφέλησεν οὐδὲ ὠφελήθη, πρῶτον μὲν ἀνενέργητον· τὸ γὰρ ἀγαθόν, ἔνθα ἂν γένηται, ὠφελεῖ, ἐὰν ἔχῃ ἀγαθὴν ἐνέργειαν· δεύτερον δὲ ἄδικον, ὅτι μηδὲ ὠφεληθεὶς μηδὲ βλαβεὶς κολάσει τὴν μηδὲν ἀδικήσασαν ὕλην. Εἰ δὲ διὰ τὸ ἐρασθῆναι αὐτοῦ τὴν ὕλην καὶ μετασχεῖν αὐτοῦ ὀργίζεται ὁ θεὸς καὶ λυπεῖται καθ᾽ ὑμᾶς, μηδεὶς ἐρασθῇ αὐτοῦ.
Εἰ δέ, ὥς φατε, γνοὺς ὁ θεὸς τὴν ὕλην ἐπερχομένην αὐτῷ ἑκὼν συνεχώρησεν ἁρπαγῆναι μέρος αὐτοῦ ὑπ᾽ αὐτῆς, ἵνα αὐτῆς τὴν κίνησιν περιγράψας τιμωρήσηται ὥσπερ βόλον ἐντήξας τῇ γεέννῃ, πρῶτον μέν, τίνος ἕνεκεν οὐκ εὐθέως ἔτηξε καὶ παρέδωκεν αὐτὴν τῇ γεέννῃ; Εἰ δὲ οὐκ ἐδύνατο εἰ μὴ τρόπῳ τοιούτῳ, ἡμῖν τί μέμφεται μὴ ἀνθισταμένοις τῷ πονηρῷ, αὐτὸς προδοὺς τὰς ψυχὰς ἡμῶν διὰ ἀδυναμίαν;
Εἶτα γέενναν λέγοντες ἢ ὁμοούσιον τοῦ ἀγαθοῦ ταύτην ἐρεῖτε ἢ ὁμοούσιον τοῦ πονηροῦ ἢ ἄλλην οὐσίαν, καὶ οὐκέτι δύο, ἀλλὰ τρεῖς. Εἰ γὰρ τοῦ ἀγαθοῦ, πῶς κολάζει; Οὐκ ἀγαθὴ γὰρ ἡ γέεννα. Εἰ δὲ τοῦ πονηροῦ, οὐ κολάζει τὸ πονηρόν· οὐδὲν γὰρ ἑαυτὸ κολάζει. Εἰ δὲ ἕτερόν τι παρὰ τὰ δύο, τρεῖς ἀρχαὶ καὶ οὐ δύο, ἢ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη. Καὶ εἰ τοῦτο, διὰ τί μὴ πρὸς τὴν εὐθεῖαν ἐρχόμενοι εἴπομεν, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρῆχθαι τὰ πάντα;
Τὸ ἄναρχον ἄτρεπτον· τροπὴ γάρ ἐστι τὸ μὴ πρότερον ὄντα ὕστερον γενέσθαι. Ὧν δὲ τὸ εἶναι ἀπὸ τροπῆς, τρεπτά εἰσι φύσει· ὧν δὲ εἶναι οὐκ ἀπὸ τροπῆς ἤρξατο, ἀλλ᾽ ἄναρχον, ἄτρεπτα φύσει. Πῶς οὖν ἐκ τῶν ἀνάρχων οὐσιῶν ἐγενόμεθα; Εἰ μὴ γὰρ καὶ αὐταὶ τοιαῦταί εἰσιν, οἷοι ἡμεῖς, ἄνθρωποι καὶ αὐτοί. Εἰ δὲ τοιαῦται, πῶς ἐτράπησαν; Οὐκ ἐκ τῶν ἀνάρχων τοίνυν οὐσιῶν ἡμεῖς, ἀλλ᾽ ἐκ τοῦ μὴ ὄντος.
Εἰ ἄναρχος ἀρχὴ καὶ ἀίδιος ἡ ὕλη καὶ ἡ κακία ἐξ ἑαυτῆς ἔχουσα τὸ εἶναι καὶ ὅσα ἔχει, τουτέστι τὴν τυραννίδα καὶ τὴν ἰσχὺν καὶ τὴν κακίαν, ἄτρεπτα ταῦτα ἕξει. Πῶς οὖν ὁ τοσοῦτον αὐτὴν φοβηθείς, ὥστε παραχωρῆσαι μέρος ἑαυτοῦ αἰχμάλωτον ὑπ᾽ αὐτῆς γενέσθαι, ἐσχάτως αὐτῆς περιγενέσθαι δυνήσεται;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.