Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Μανιχαίων

Ἰωάννης ὁ Δαμασκηνός

Θεοδικία, αυτεξούσιο και η τρεπτότητα των κτιστών όντων

Δικαίωση της θείας δημιουργίας παρά την ανθρώπινη πτώση και ανάλυση της φυσικής τρεπτότητας των λογικών κτισμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 7 από 9

Μανιχαῖος· Διὰ τί προγινώσκων ὁ θεὸς τὸν διάβολον, ὅτι ἔμελλε τρέπεσθαι ἐκ τοῦ ἀγαθοῦ εἰς τὸ κακὸν καὶ ἀποβάλλεσθαι τὸ ἀγαθὸν καὶ ἐν ἀνυπαρξίᾳ τοῦ ἀγαθοῦ εἶναι, ὅπερ ἐστὶ κακόν, ἐποίησεν αὐτόν; Ὀρθόδοξος· Εἰ προεγίνωσκεν αὐτόν, ὡς πάντως ἐσόμενον προεγίνωσκεν αὐτόν· ἡ γὰρ μὴ πάντως ἐσομένου πρόγνωσις οὐ πρόγνωσίς ἐστιν, ἀλλ᾽ ἀγνωσία καὶ πλάνη. Μανιχαῖος· Θέλων ἐποίησεν αὐτὸν ὁ θεός;

Ὀρθόδοξος· Ναί, θέλων. Μανιχαῖος· Καὶ διὰ τί ἠθέλησε ποιῆσαι αὐτὸν ἀγαθὸς ὤν, τὸν κακὸν ἐσόμενον; Ὀρθόδοξος· Ἐποίησεν αὐτὸν ὁ θεὸς καλόν· αὐτὸς δὲ ἑκουσίως ἐτράπη καὶ ἀπεβάλετο τὸ ἀγαθόν. Μανιχαῖος· Διὰ τί ἀπεβάλετο τὸ ἀγαθόν; Ὀρθόδοξος· Ὅτι αὐτεξούσιος ἐγένετο. Μανιχαῖος· Καὶ διὰ τί ἐποίησεν αὐτὸν αὐτεξούσιον καὶ τρεπτόν;

Ὀρθόδοξος· Τρεπτὸν μὲν ἅπαν κτίσμα κατὰ φύσιν· ὧν γὰρ ἡ γένεσις ἀπὸ τροπῆς ἤρξατο, ταῦτα ἀνάγκη κατὰ φύσιν τρεπτὰ εἶναι. Ἦ οὐ τροπὴ ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή; Μόνον οὖν φύσει ἄτρεπτον τὸ θεῖον ὡς ἄκτιστον καὶ ἀεὶ ὄν. Τὰ δὲ κτίσματα, ὅσα μὲν λογικά, ἐθελότρεπτα, τῷ θελήματι τρεπόμενα, τὰ δὲ λοιπὰ κατὰ σῶμα.

Αὐτεξούσιον δέ, ὅτι οὐκ ἐξ ἀνάγκης· πᾶν γὰρ λογικὸν αὐτεξούσιον. Εἰς τί γὰρ τῷ λογικῷ χρήσηται μὴ ὢν αὐτεξούσιος; Ἢ πῶς ἐν ἀρετῇ γενήσεται ἢ ἀγαθὸς ἔσται μὴ ὢν αὐτεξούσιος; Τὸ γὰρ βίᾳ γινόμενον ἢ ἀνάγκῃ φύσεως οὐκ ἀρετή· ὅθεν οὐδὲ ἔχει ἀρετὴν τὰ ἄλογα. Τὸ δὲ διά τινα ῥαθυμίαν ἀνελεῖν τὴν τῶν ἀγαθῶν ἀρετήν, οὐ δικαίου. Μανιχαῖος· Ὤφειλεν οὖν τοὺς μέλλοντας ἐναρέτους ἔσεσθαι μόνους ποιῆσαι, ἵνα μόνον ᾖ τὸ ἀγαθὸν καὶ μόνη ἡ ἀρετὴ πολιτεύηται. Ὀρθόδοξος· Τέλειον ἀγαθὸν ὁ θεὸς μόνος, τῇ δὲ πρὸς αὐτὸν συγκρίσει πάντα ἀτελῆ, κατὰ τοῦτο ὄντα καὶ λεγόμενα ἀγαθά, καθ᾽ ὅσον αὐτοῦ μετέχουσι, καὶ τῇ πρὸς ἄλληλα συγκρίσει. Ὅπερ γὰρ πλέον μετέχει τοῦ ἀγαθοῦ, πλέον ἀγαθὸν ἔστι τε καὶ λέγεται· ὅπερ δὲ ἔλαττον, ἔλαττον· ὅπερ δὲ οὐδ᾽ ὅλως, ἀγαθὸν οὐδ᾽ ὅλως. Τὸ δὲ οὐδ᾽ ὅλως ἀγαθόν, παντελῶς κακόν.

Καὶ αὐτὸ δὲ τὸ εἶναι, ἀγαθόν· ἐκ θεοῦ γὰρ τοῦ ἀγαθοῦ τὸ εἶναι, ὥστε ὢν ὁ διάβολος κατ᾽ αὐτὸ τὸ εἶναι ἀγαθός ἐστι. Μανιχαῖος· Διὰ τί λέγει ὁ κύριος· «Καλὸν ἦν τῷ ἀνθρώπῳ ἐκείνῳ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος;» Ὀρθόδοξος· Ἐπειδὴ τῷ μὲν ἀγαθῷ πρέπει τὸ διδόναι τὰ ἀγαθά, τῷ δὲ λαμβάνοντι αἰσχύνη καὶ ὄνειδος τὸ μὴ φυλάξαι, ἃ ἔλαβεν ἀγαθά, οὐ διὰ τὸν διδοῦντα, ἀλλὰ δι᾽ ἑαυτὸν καὶ τὴν ἑαυτοῦ ῥαθυμίαν. Καὶ ὁ θεὸς οὐ δύναται μὴ παρέχειν τὰ ἀγαθὰ ἀγαθὸς ὤν, τουτέστιν οὐ θέλει· ὁ δὲ μὴ θέλων λαβεῖν αὐτὸς ἑαυτοῦ αἴτιος, ἑαυτῷ τὸ μὴ λαβεῖν κρεῖττον ποιῶν τοῦ λαβεῖν. Οὐ δίκαιον οὖν οὐδὲ καλόν, διὰ τὸ μὴ θέλειν τοῦτον λαβεῖν κωλυθῆναι τὸν ἀγαθὸν τοῦ εὖ ποιεῖν καὶ διδόναι τὰ ἀγαθά. Οὕτω γὰρ ἂν ἡ κακία ἐνίκα τὸ ἀγαθόν, εἰ ὁ θεὸς ἀγαθότητι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει, τὸ δὲ κακὸν ἔσεσθαι ἐξ ἀγαθοῦ ἑκουσίως τρεπόμενον ἐκώλυσε τὴν ἀγαθὴν τοῦ ἀγαθοῦ δημιουργίαν. Διὸ οὐκ εἶπεν ὁ κύριος· Συνέφερεν, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος, ἀλλά· «Συνέφερε τῷ ἀνθρώπῳ ἐκείνῳ.» Καλὸν μὲν καὶ κατὰ φύσιν καὶ κατὰ τὸ δίκαιον τὸν ἀγαθὸν εὖ ποιεῖν καὶ διδόναι τὰ ἀγαθά, ὁ δὲ λαβὼν καὶ μὴ φυλάξας ἐπονείδιστον ἑαυτῷ τὸ λαβεῖν ἐποίησεν· αὐτὸς γὰρ ὁ μὴ θέλων τὸ ἀγαθὸν καί, ὃ ἔχει ἀγαθόν, οὐ θέλει οὐδὲ ἥδεται. Τὸ μὲν γὰρ εἶναι οὐκ ἐφ᾽ ἡμῖν, ἀλλ᾽ ἐκ θεοῦ μόνου, τὸ δὲ ἀγαθὸν εἶναι ἐκ θεοῦ καὶ ἐξ ἡμῶν.

Ὁ θεὸς οὖν, ὅπερ αὐτοῦ ἐστι, δίδωσι τὸ εἶναι καὶ τὸ εὖ εἶναι, ἡμεῖς δέ, ὅπερ ἐφ᾽ ἡμῖν ἐστι, τὸ φυλάξαι τὰ δοθέντα ἀγαθά, ἢ ποιοῦμεν ἢ οὔ. Ὅπερ δὲ μόνου θεοῦ ἐστι, καὶ θελόντων καὶ μὴ θελόντων ἡμῶν αὐτὸς δίδωσιν ὡς ἀγαθός, ἵνα κἂν ποσῶς ᾖ ἐν ἡμῖν τὸ ἀγαθόν.

Ὁ θεὸς καὶ τῷ διαβόλῳ ἀεὶ παρέχει τὰ ἀγαθά, ἀλλ᾽ ἐκεῖνος οὐ θέλει λαβεῖν. Καὶ ἐν τῷ μέλλοντι αἰῶνι πᾶσι δίδωσιν ὁ θεὸς τὰ ἀγαθά· πηγὴ γάρ ἐστι τῶν ἀγαθῶν πᾶσι βρύουσα τὴν ἀγαθότητα, ἕκαστος δέ, καθὼς ἑαυτὸν κατεσκεύασε δεκτικόν, μετέχει τοῦ ἀγαθοῦ. Ἐνταῦθα μὲν οὖν περὶ ἄλλα τὴν ὄρεξιν ἔχοντες καὶ ἐπιτυγχάνοντες κἂν ποσῶς ἡδώμεθα, ἐκεῖσε δέ, ὅταν «ὁ θεὸς εἴη τὰ πάντα ἐν πᾶσι», μὴ βρώσεως οὔσης, μὴ πόσεως μηδέ τινος σαρκικῆς ἡδονῆς μηδέ τινος ἀδικίας οἱ μηδὲ τὰς συνήθεις ἡδονὰς ἔχοντες μηδὲ τῶν ἐκ θεοῦ δεκτικοὶ ὄντες ὀδυνῶνται ἀνηκέστως, οὐ τοῦ θεοῦ κόλασιν ποιήσαντος, ἀλλὰ ἡμῶν ἑαυτοῖς τὴν κόλασιν εὐτρεπισάντων, ἐπεὶ οὐδὲ θάνατον ὁ θεὸς ἐποίησε, ἀλλ᾽ ἡμεῖς ἑαυτοῖς τοῦτον ἐπεσπασάμεθα. Φύσει μὲν γὰρ πᾶν σύνθετον διαλύεται, ἀλλ᾽ ὅσον θεῷ διὰ θεωρίας ἥνωτο ὁ Ἀδάμ, ἐν ἑαυτῷ εἶχε τὴν ζωὴν ὑπὲρ φύσιν ζωοποιοῦσαν τὴν θνητὴν αὐτοῦ φύσιν. Ὅτε δὲ ἀπέστη τῆς πρὸς τὴν ζωὴν ἤγουν τὸν θεὸν ἑνώσεως, ἦλθεν ἐκ τῆς ὑπὲρ φύσιν ἀφθαρσίας εἰς τὴν κατὰ φύσιν τοῦ συνθέτου διάλυσιν, ὅπερ ἐστὶ θάνατος.

Ἐπειδὴ δέ τινές φασιν, ὡς ἔδει τὸν θεὸν προειδότα τοὺς ἁμαρτήσοντας καὶ μὴ μετανοήσοντας καὶ κριθησομένους μὴ παραγαγεῖν αὐτοὺς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι—οὐ γὰρ ἀγαθοῦ ποιῆσαι καὶ κολάσαι—, φαμὲν πρὸς αὐτοὺς πρῶτον μὲν τὸ τοῦ ἀποστόλου· «Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Τῷ γὰρ θελήματι αὐτοῦ τίς ἀνθέστηκεν;» Ὃ γὰρ θέλει, τοῦτό ἐστιν ἀγαθόν· «Καὶ ἐξουσίαν ἔχει ὁ κεραμεὺς ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν.» Αὐτὸς μὲν γάρ ἐστιν ὁ ποιῶν τούς τε δικαίους καὶ τοὺς ἁμαρτωλούς—ἀλλ᾽ οὐκ αὐτὸς ποιεῖ αὐτοὺς δικαίους ἢ ἁμαρτωλούς—ἢ τιμίους ἢ ἀτίμους· φησὶ γὰρ ὁ αὐτὸς ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον ἐπιστολῇ, προαριθμήσας τὰς κακίας, ἐπάγει λέγων· «Ὅστις οὖν ἐκκαθάρῃ ἑαυτὸν ἐκ τούτων, γέγονε σκεῦος ἐκλογῆς.» Αὐτεξούσιοι γὰρ γενόμενοι ἐξουσίαν ἔχομεν καθᾶραι ἑαυτοὺς ἐκ τῶν αἰσχίστων παθῶν καὶ μολῦναι ἑαυτούς. Ὅμως πάντας ὁ θεὸς ἀγαθοὺς ἐποίησεν. Αὐτὸς μὲν οὖν καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι πᾶσι παρέχει ὥσπερ ἥλιος ἐφαπλῶν τὰς ἀκτῖνας τῆς ἀγαθότητος αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Καὶ τὸ μὲν εἶναι οὐκ ἔστιν ἐφ᾽ ἡμῖν λαβεῖν, τὸ δὲ εὖ εἶναι ἐφ᾽ ἡμῖν ἐστιν. Ἂν τοίνυν θελήσωμεν καὶ ποθήσωμεν, μετέχομεν τῆς ἀγαθότητος αὐτοῦ καὶ ἐν φωτὶ εἰς αἰῶνας ἐσόμεθα. Ἐὰν δὲ ῥαθυμήσωμεν καὶ ἑαυτοὺς τυφλώσωμεν καὶ μὴ ποθήσωμεν αὐτόν, ἀμέτοχοι αὐτοῦ ἐσόμεθα.

Οὐκ ἔδει οὖν διὰ τὴν ἡμετέραν ῥαθυμίαν αὐτὸν ἀμετάδοτον γενέσθαι τῶν τῆς ἀγαθότητος αὐτοῦ δωρεῶν, ὧν πρώτη ἐστὶ τὸ εἶναι, οὐδὲ ἔδει τὴν ἡμετέραν κακίαν νικῆσαι καὶ ἀνενέργητον ποιῆσαι τὴν ἀγαθότητα αὐτοῦ. Εἰ γὰρ τοῦτο ἦν, οὐδὲν ἂν τῶν ὄντων ἐγένετο· οὐδὲν γὰρ τῶν ὄντων ἀξίως πολιτεύεται τῆς ἀγαθότητος αὐτοῦ. Δικαίως γὰρ πρὸς αὐτὸν συγκρινόμενα τὰ πάντα ἀνάξια τοῦ εἶναί εἰσιν.

Ὅμως οὐ μόνον ἀγαθός ἐστιν ὁ θεός, ἀλλὰ καὶ δίκαιος καὶ ὁρῶν τὰ πάντα μήπω γενόμενα ὡς ὄντα. Ὁ καλῶν γάρ, φησί, «τὰ μὴ ὄντα ὡς ὄντα.» Εἰ μὲν ὤφειλε δι᾽ ἀγαθότητα μὴ ποιῆσαι τοὺς κολαζομένους, μᾶλλον δι᾽ ὑπερβάλλουσαν ἀγαθότητα ὤφειλε καὶ ποιῆσαι αὐτοὺς καὶ μὴ κολάσαι, ἀλλὰ συγχωρῆσαι αὐτοῖς ἁμαρτάνουσιν· αὐτὸς γὰρ κύριος ἀμφοτέρων ἐστί, καὶ τοῦ ποιῆσαι καὶ τοῦ συγχωρῆσαι. Εἰ δὲ δίκαιόν ἐστι τὸ κολάζεσθαι τοὺς ἁμαρτάνοντας, δίκαιον ἦν καὶ γενέσθαι αὐτούς. Ὁρᾷ γὰρ «τὰ μὴ ὄντα ὡς ὄντα» ὁ θεὸς καὶ οὐκ ἐκ τῆς ἀποβάσεως τῶν πραγμάτων κρίνει, ἀλλ᾽ ἐκ τῆς προγνώσεως τῶν ἐσομένων. Ἐπεὶ οὐδὲ ἐκ τῆς ἀποβάσεως τῶν γινομένων γινώσκει, ἀλλὰ προγινώσκει τὰ ἐσόμενα καὶ κατὰ τὴν πρόγνωσιν αὐτοῦ προορίζει. Πῶς δὲ καὶ προγινώσκει τὸ μὴ ἐσόμενον;

Εἰ γὰρ προέγνω τὸν ἁμαρτάνοντα καὶ μὴ ἐποίησεν αὐτόν, οὐ πρόγνωσις ἦν, ἀλλὰ πλάνη· ὥσπερ γὰρ ἡ γνῶσις τῶν ὄντων ἐστίν, οὕτω καὶ ἡ πρόγνωσις τῶν πάντως ἐσομένων ἐστί. Μὴ οὖν κρίνωμεν τὸν θεόν· οὐ γὰρ οἴδαμεν τὴν βουλὴν αὐτοῦ. «Τίς γὰρ ἔγνω νοῦν κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Οὐ γὰρ πᾶσαν τὴν βουλὴν αὐτοῦ ἀπεκάλυψεν ἡμῖν, ἀλλ᾽ ὅπερ συνέφερεν ἡμῖν γνῶναι· ὅπερ δὲ οὐ συνέφερεν ἡμῖν γνῶναι, ἀπέκρυψε. Μὴ οὖν εὐθύνωμεν τὸν θεόν· αὐτὸς γάρ ἐστιν ὁ κριτὴς καὶ αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν, καὶ οὐκ ἔστιν ἀγαθόν, εἰ μὴ ὃ αὐτὸς βούλεται, ὥσπερ οὐκ ἔστι φῶς εἰ μὴ τὸ ἐκ τοῦ ἡλίου πηγαζόμενον.

Αὐτὸς μὲν οὖν ὁ θεὸς φύσει ἀγαθὸς καὶ συμπαθὴς ὢν οὐ θέλει τὴν ἁμαρτίαν, οὐ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ οὐδὲ τέρπεται ἐπ᾽ ἀπωλείᾳ ζώντων οὐδὲ πάθει ὀργῆς κατέχεται ἢ κολάζει, ἀλλὰ πᾶσι βρύει τὰ ἀγαθά. Ὁ ποθῶν λαμβάνει καὶ ὁ ἀγαθὸς ἀγαθῶν τυγχάνει· καὶ ἐν μὲν τῷ βίῳ τούτῳ οἰκονομία τίς ἐστι καὶ κυβέρνησις καὶ πρόνοια ἄρρητος πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν καλοῦσα τοὺς ἁμαρτάνοντας, μετὰ δὲ θάνατον οὐκέτι τροπή, οὐκέτι μετάνοια, οὐχὶ τοῦ θεοῦ μὴ δεχομένου μετάνοιαν—αὐτὸς γὰρ ἑαυτὸν ἀρνήσασθαι οὐ δύναται οὐδὲ ἀποβάλλεται τὴν συμπάθειαν—, ἀλλ᾽ ἡ ψυχὴ οὐκέτι τρέπεται. Διὸ κἄν τις ποιήσῃ πάσας τὰς δικαιοσύνας καὶ ἐπιστρέψας ἁμαρτήσῃ καὶ ἐξέλθῃ ποθῶν τὴν ἁμαρτίαν ἐκ τοῦ βίου, ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται.

Ὁμοίως καὶ ὁ ἁμαρτωλός, ἐὰν μετανοήσῃ καὶ ἐν τῇ μετανοίᾳ αὐτοῦ ἀποθάνῃ, οὐ μὴ μνησθῶσιν αἱ ἁμαρτίαι αὐτοῦ. Ὡς γὰρ οἱ δαίμονες μετὰ τὴν ἔκπτωσιν οὐ μετανοοῦσιν οὐδὲ οἱ ἄγγελοι νῦν οὐχ ἁμαρτάνουσι, ἀλλ᾽ ἀμφότεροι ἔσχον τὸ ἄτρεπτον, οὕτω καὶ οἱ ἄνθρωποι μετὰ θάνατον τὸ ἄτρεπτον ἔχουσι, καὶ οἱ μὲν δίκαιοι ποθοῦντες τὸν θεὸν καὶ ἔχοντες αὐτὸν ἀεὶ ἐν αὐτῷ εὐφραίνονται, οἱ δὲ ἁμαρτωλοὶ ποθοῦντες τὴν ἁμαρτίαν καὶ μὴ ἔχοντες τὰς ὕλας τῆς ἁμαρτίας, ὡς ὑπὸ πυρὸς καὶ σκώληκος κατεσθιόμενοι, κολάζονται μηδεμίαν παρηγορίαν ἔχοντες. Τί γάρ ἐστι κόλασις εἰ μὴ τοῦ ποθουμένου στέρησις; Κατὰ τὴν ἀναλογίαν οὖν τοῦ πόθου οἵ τε τὸν θεὸν ποθοῦντες εὐφραίνονται καὶ οἱ τὴν ἁμαρτίαν ποθοῦντες κολάζονται· καὶ γὰρ οἱ ἐπιτυγχάνοντες τοῦ ποθουμένου κατὰ τὸ μέτρον τοῦ πόθου εὐφραίνονται καὶ οἱ ἀποτυγχάνοντες κατὰ τὸ μέτρον τοῦ πόθου ὀδυνῶνται.