Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Μανιχαίων
Θεία πρόνοια, προορισμός και το διττό θέλημα του Θεού
Ερμηνεία της θείας προνοίας, διάκριση μεταξύ προγνώσεως και προορισμού και επεξήγηση του προηγούμενου και επόμενου θείου θελήματος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θεία πρόνοια, προορισμός και το διττό θέλημα του Θεού
Ερμηνεία της θείας προνοίας, διάκριση μεταξύ προγνώσεως και προορισμού και επεξήγηση του προηγούμενου και επόμενου θείου θελήματος.
Ὑμεῖς δὲ εἴπατε ἡμῖν· Τί ἐστι παντοκράτωρ; Πάντως ὁ πάντων κρατῶν· φησὶ γὰρ ὁ ἀπόστολος· «Ὁ δὲ πάντα κατασκευάσας θεός.» Καὶ πῶς παντοκράτωρ ὁ θεὸς μὴ κρατῶν τῆς ὕλης καὶ τῆς κακίας; Ἢ πῶς δημιουργὸς μὴ αὐτὸς δημιουργήσας τὴν ὕλην; Ἢ πῶς θεὸς ἀτελὴς ὢν καὶ ἐλλιπῆ ἔχων τὴν δύναμιν; Διὰ τί γὰρ οὐκ ἀνεῖλε καὶ ὑπέταξε τὴν ὕλην, ἀλλ᾽ εἴασεν αὐτὴν στασιάζουσαν καὶ μέχρι ῥοπῆς καιροῦ; Εἰ μὲν μὴ βουληθείς, οὐκ ἀγαθός· οὐκ ἀγαθοῦ γὰρ οὐδὲ δικαίου τὸ ἐφησυχάζειν τοῖς ἁμαρτάνουσιν. Εἰ δὲ μὴ δυνηθείς, θεὸς ἀδύνατος μὴ εἴη θεός· οὐ γὰρ δύνασθε εἰπεῖν, καθὼς ἡμεῖς ἔφημεν περὶ τοῦ γενέσθαι καὶ εἶναι τὸν διάβολον, ὅτι αὐτὸ τὸ εἶναι αὐτὸν ἀγαθόν ἐστιν. Ἡμεῖς γὰρ ἐκ τοῦ ἀγαθοῦ διδόντες αὐτῷ τὸ εἶναι ἀγαθὸν τὸ εἶναι αὐτὸν δικαίως εἴποιμεν· τὸ γὰρ ἐκ τοῦ ἀγαθοῦ διδόμενον ἀγαθόν ἐστιν. Ὑμεῖς δὲ οὐκ ἐκ τοῦ ἀγαθοῦ διδόντες τῇ ὕλῃ ὕπαρξιν, ἀλλὰ καὶ κακὴν ταύτην λέγοντες καὶ φύσει κακὴν καὶ παντελῶς ἀμέτοχον ἀγαθοῦ οὐκ ἀγαθὸν δυνήσεσθε εἰπεῖν τὸ εἶναι αὐτήν. Οὐκοῦν ἢ οὐκ ἀγαθὸς ἢ οὐ δυνατὸς ὁ θεὸς καθ᾽ ὑμᾶς μὴ ἐξ ἀρχῆς αὐτὴν ἀνελών.
Καὶ πάλιν· Εἰ ἐκ τῆς οὐσίας τοῦ ἀγαθοῦ καὶ τῆς οὐσίας τοῦ κακοῦ τὰ πάντα, οὐδὲ ὁ ἀγαθὸς καὶ δημιουργὸς οὐδὲ ὁ πονηρός, ἀλλὰ πατέρες τῶν ὄντων. Καὶ πάλιν· Εἰ ἡ κακία ἐναντία τῷ ἀγαθῷ ὡς ὂν ὄντι καὶ ἀρχὴ ἀρχῇ καὶ οὐσία οὐσίᾳ καί, καθ᾽ ὑμᾶς εἰπεῖν, θεὸς θεῷ, ἐν ἡμῖν δέ ἐστι ποιῆσαι τὸ ἀγαθὸν καὶ κακόν, ἐν ἡμῖν ἐστι δοῦναι τὰ νικητήρια τῷ ἀγαθῷ ἢ τῷ πονηρῷ, καὶ ἡμεῖς ἐσμεν αἴτιοι τῆς ἐπικρατείας ἑκατέρου.
Ἡμεῖς γὰρ ἕνα θεόν φαμεν ἀγαθόν, δίκαιον, πάντων δημιουργόν, πάντων κρατοῦντα, παντοδύναμον, ὅσα θέλει δυνάμενον, καὶ ὑπ᾽ αὐτοῦ ἐκτίσθαι τὰ πάντα, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ, ἀλλ᾽ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι—«πάντα γάρ, ὅσα ἠθέλησεν, ἐποίησεν ὁ κύριος»—, καὶ τοῦτο ἀγαθόν φαμεν, ὃ θέλει· οὐ γὰρ τὰ ποιήματα κρίνει τὸν ποιήσαντα. Ἀλλ᾽ οὐδὲ ἴσμεν τὸν λόγον τῆς προνοίας αὐτοῦ· «τίς γὰρ ἔγνω νοῦν κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Εἰ ἔγνωστο ἡ βουλὴ αὐτοῦ καὶ τὸ θέλημα αὐτοῦ, οὐκ ἦν θεὸς οὐδὲ θαυμαστός.
Ὥσπερ γὰρ ἡ οὐσία αὐτοῦ ἀκατάληπτος, οὕτω καὶ ἡ θέλησις καὶ ἡ πρόνοια αὐτοῦ. Εἰ γὰρ τὰ τῶν ἀνθρώπων οὐδεὶς ἐπίσταται εἰ μὴ τὸ πνεῦμα ἑκάστου τὸ ἐν αὐτῷ, ἀλλ᾽ οὐδὲ πάντα τὰ ἑαυτοῦ ἕκαστος τῶν ἀνθρώπων ἐπίσταται—οὐ γὰρ τὸ μέλλον γινώσκει οὐδέ, τί βούλεται ἢ τί θελήσει καὶ βουληθῇ αὔριον, ἐπίσταται—, πῶς οὖν τὸ τοῦ θεοῦ θέλημα καὶ τὴν αὐτοῦ βουλὴν γνώσεται, ὃς πολλάκις καί, ὧν ἐβουλεύσατο, εἰς λήθην ἔρχεται;
Προνοεῖται ὁ θεὸς κατὰ τὴν αὐτοῦ πρόγνωσιν τῶν ἁπάντων. Καὶ δοκεῖ μὲν ἡμῖν τοῖς μὴ εἰδόσι μηδὲ τὰ μέλλοντα μηδὲ τὰ προγεγονότα μηδὲ πάντα τὰ ἐνεστῶτα ἀνώμαλος ἡ κυβέρνησις αὐτοῦ, ὁμαλὴ δέ ἐστι καὶ ἀγαθὴ καὶ δικαία τῷ ὄντι. Προγινώσκων γὰρ τὰ ἐφ᾽ ἡμῖν ὡς ὄντα τὰ ἐσόμενα δικαίως, ὡς αὐτὸς θέλει καὶ βούλεται, κρίνει· οὐ γάρ, ὡς ὁρᾷ ἄνθρωπος, ὄψεται ὁ θεός. «Ἄνθρωπος γὰρ εἰς πρόσωπον ὁρᾷ, θεὸς δὲ εἰς καρδίαν.» Ἡμεῖς καὶ τὸ ὑπὸ πάντων κρινόμενον δίκαιον πολλάκις ἄδικον ὁρῶμεν διὰ πρόληψιν κακίας καὶ διὰ τὸ μὴ τὸ αὐτὸ πᾶσιν ἀρεστὸν εἶναι· οὐ γὰρ τὸ αὐτὸ πᾶσιν ἀρεστόν, ἀλλ᾽ ἕτερον ἑτέρῳ. Κρίνει δὲ ὁ θεὸς οὐκ ἐκ μεταμελείας ἢ ἐπιγνώσεως, ἀλλ᾽ ἐκ προγνώσεως. Προεγνωκὼς γὰρ ὁ θεὸς τὰ πάντα πρὶν γενέσεως αὐτῶν προώρισεν ἑκάστῳ δικαίως καὶ προνοητικῶς καὶ συμφερόντως κατάλληλα τοῖς ἐφ᾽ ἡμῖν τὰ οὐκ ἐφ᾽ ἡμῖν. Ἄλλο γάρ ἐστι γνῶσις καὶ ἄλλο πρόγνωσις καὶ ἄλλο ἐπίγνωσις καὶ ἄλλο ὁρισμὸς καὶ ἄλλο προορισμός. Γνῶσις μὲν γάρ ἐστι τὸ εἰδέναι τὰ ὄντα ἢ τὰ γινόμενα, πρόγνωσις δὲ τὸ εἰδέναι τὰ ἐσόμενα πρὶν γενέσεως αὐτῶν, ἐπίγνωσις δέ ἐστιν ἡ μετὰ ψευδῆ γνῶσιν ἐπιγινομένη ἀληθὴς γνῶσις· καὶ ὁρισμὸς μέν ἐστι κρίσις καὶ ἀπόφασις ἐπὶ τοῖς γεγενημένοις, προορισμὸς δὲ κρίσις καὶ ἀπόφασις ἐπὶ τοῖς ἐσομένοις.
Προειδὼς οὖν ὁ θεὸς τὰ ἐσόμενα ὑφ᾽ ἡμῶν ἑκουσίως ἤγουν τὰ ἐφ᾽ ἡμῖν, ἀρετήν φημι καὶ κακίαν, προορίζει τὰ οὐκ ἐφ᾽ ἡμῖν. Καὶ ἡ μὲν προγνωστικὴ δύναμις τοῦ θεοῦ οὐκ ἐξ ἡμῶν ἔχει τὴν αἰτίαν, τὸ δὲ προγνῶναι, ἃ μέλλομεν ποιεῖν, ἐξ ἡμῶν· εἰ γὰρ μὴ ἐμέλλομεν ποιεῖν, οὐδὲ αὐτὸς προεγίνωσκε τὸ μὴ ἐσόμενον. Καὶ ἡ μὲν πρόγνωσις τοῦ θεοῦ ἀληθής ἐστι καὶ ἀπαράβατος, ἀλλ᾽ οὐκ αὐτή ἐστιν ἡ αἰτία τοῦ γενέσθαι πάντως τὸ ἐσόμενον, ἀλλ᾽, ὅτι μέλλομεν ποιεῖν τόδε ἢ τόδε, προγινώσκει. Προγινώσκει δὲ πολλά, ἃ οὐκ ἔστιν αὐτῷ ἀρεστά, καὶ οὐκ αὐτὸς αἴτιος τούτων. Ὡς οὐδὲ ἰατρὸς αἴτιος τῆς νόσου, εἰ προγνῶ, ὅτι μέλλει τις νοσεῖν, ἀλλὰ τὸ μὲν νοσῆσαι ἄλλης αἰτίας τῆς ποιούσης τὴν νόσον, ἡ δὲ πρόγνωσις τοῦ ἰατροῦ τῆς ἐν αὐτῷ τέχνης· οὕτω καὶ τὸ ἐσόμενον ὑφ᾽ ἡμῶν οὐκ ἐκ τοῦ θεοῦ τὴν αἰτίαν ἔχει, ἀλλὰ τὸ αὐτεξούσιον ἡμῶν θέλημα· οὐ κακὸν δὲ τὸ αὐτεξούσιον, εἰ, ὡς ἐδόθη ἡμῖν καὶ ἐφ᾽ ᾧ ἐδόθη, χρησόμεθα αὐτῷ. Τὸ δὲ προγνῶναι τὸν θεὸν τῆς προγνωστικῆς αὐτοῦ δυνάμεως. Ἀλλ᾽ οὐδὲ αἱ τιμωρίαι ἡμῶν τὸν θεὸν ἔχουσιν αἴτιον. Οὐ γὰρ ὁ κριτής ἐστι τῆς τιμωρίας τοῦ πονηροῦ αἴτιος, εἰ καὶ αὐτὸς θέλων κρίνει, ἀλλ᾽ αἴτιος μέν ἐστιν ὁ πταίσας τῆς ἑαυτοῦ τιμωρίας, ὁ δὲ κριτὴς τῆς δικαιοσύνης αἴτιος· ἀγαθὸν δὲ ἡ δικαιοσύνη. Εἰ γὰρ θέλων κρίνει, ἀλλ᾽ οὐ κατὰ προηγούμενον θέλημα, ἀλλὰ κατὰ τὸ ἑπόμενον.
Προηγούμενον οὖν ἐστι θέλημα, ὅπερ τις ἀφ᾽ ἑαυτοῦ θέλει, ἑπόμενον δέ, ὅπερ ἐκ τῆς τῶν γινομένων αἰτίας· προηγουμένως γὰρ ἐξ ἑαυτοῦ «θέλει ὁ θεὸς πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν». Ἁμαρτανόντων δὲ ἡμῶν θέλει παιδεύεσθαι ἡμᾶς πρὸς τὸ συμφέρον.
Καὶ τὸ μὲν προηγούμενον θέλημα τοῦ θεοῦ τῆς ἀγαθότητός ἐστι, τὸ δὲ ἑπόμενον τῆς δικαιοσύνης αὐτοῦ. Ὅτι δὲ προώρισεν ὁ θεὸς τὰ πάντα κατὰ τὴν πρόγνωσιν αὐτοῦ, οὕτως γνωσόμεθα. Ἄτρεπτον τὸ θεῖον καὶ οὐκ ἐξ ἐπιγνώσεως κρῖνον, ἀλλ᾽ ἐκ προγνώσεως. Εἰ οὖν καθ᾽ ἡμέραν κρίνει καὶ ὁρίζει, καθ᾽ ἡμέραν γινώσκει τὸ γινόμενον καί, ὥς τινές φασι, καὶ μεταμελεῖται καὶ προστίθησιν ἔτη ζωῆς, μὴ εἰδότες, τί φασιν. Εἰ γὰρ μεταμελεῖται καὶ προστίθησι, τρεπτὸν ἔχει καὶ τὸ θέλημα καὶ τὴν γνῶσιν, καὶ τοῦτο ἀνάξιον τοῦ θεοῦ.
Εἰ δὲ λέγεται προστεθεικέναι τῷ Ἐζεκίᾳ κατὰ τὴν γραφήν, ἀλλ᾽ οὐκ ἀγνοῶν οὐδὲ μὴ προορίσας προσέθηκεν, ἀλλ᾽ αὐτὸς μὲν καὶ προέγνω καὶ προώρισε τὰ κατὰ τὸν Ἐζεκίαν· προνοητικῶς δὲ ἐσχηματίσατο οἰκονομῶν τὴν σωτηρίαν ἡμῶν, ἵνα δείξῃ, πόσον δύναται ἡ μετάνοια.
Μεταμελεῖσθαι δὲ λέγεται ἐκ τῶν καθ᾽ ἡμᾶς. Ἡ γὰρ γραφὴ ἀνθρωπικώτερον περὶ θεοῦ διαλέγεται πρὸς τὴν νηπιότητα τῶν ἀκουόντων. Ὥσπερ γὰρ λέγεται· «Ἵνα τί ὑπνοῖς, κύριε;» —οὐχ ὑπνοῖ δὲ ὁ θεός, ἀλλὰ τὴν ἀνοχὴν καὶ τὴν μακροθυμίαν αὐτοῦ καὶ τὴν ὑπέρθεσιν τῆς βοηθείας αὐτοῦ ὕπνον ἐκάλεσε· παρ᾽ ἡμῖν γὰρ οἱ ὑπνοῦντες οὐ βοηθοῦσιν—, οὕτω καὶ μεταμέλειαν· ἡμεῖς γάρ, ὅταν δῶμέν τινι πλοῦτον καὶ κακῶς ἐκεῖνος χρήσηται αὐτῷ, μεταμελούμεθα. Οὕτως τοῦ θεοῦ τὸν ἄνθρωπον ποιήσαντος καὶ τὸν Σαοὺλ χρίσαντος εἰς βασιλέα καὶ ἁμαρτησάντων αὐτῶν μεταμελεῖσθαι λέγεται, οὐ τοῦ θεοῦ μεταμεληθέντος—προῄδει γὰρ τὸ ἐσόμενον—, ἀλλὰ τούτων ἄξια μεταμελείας πραξάντων. Ἀγωνισώμεθα οὖν ποιῆσαι τὸ ἀγαθὸν καὶ ἀγαθοὶ γενέσθαι, ἵνα ὦμεν τῶν προεγνωσμένων ἀγαθῶν καὶ προωρισμένων εἰς ζωὴν αἰώνιον.
Ἰστέον δέ, ὡς ἀγαθὸν μέν ἐστι τάξις ἀρίστη ἑκάστῳ τὸ κατὰ φύσιν οἰκεῖον διασῴζουσα—ταυτὸν δέ ἐστι καὶ ἀρετή—, κακία δὲ ἡ τῆς τάξεως λύσις ἤγουν ἀταξία. Δισσῶς δὲ τὸ ἀγαθὸν λέγεται· ἢ τὸ ὄντως ἀγαθὸν ὡς ἡ ῥηθεῖσα τάξις ἢ καὶ τὸ δοκοῦν ἀγαθόν, ἡ κατ᾽ αἴσθησιν ἡδονὴ παρὰ τὴν προειρημένην τάξιν, ὅπερ οὐκ ἀγαθόν ἐστιν, ἀλλὰ μᾶλλον κακόν. Καὶ ἡ κακία δὲ δισσῶς λέγεται· ἢ τὸ ὄντως κακόν, τουτέστι τὸ παρὰ τὴν φυσικὴν τάξιν γινόμενον καὶ παρὰ τὸν νόμον τοῦ κτίσαντος κατ᾽ οἰκείαν γνώμην—φυσικὴ γὰρ τάξις ἡ ὑπακοὴ τοῦ κτίσαντος, ἀταξία δὲ ἡ παρακοή—ἢ τὸ δοκοῦν κακόν, τὸ κατ᾽ αἴσθησιν λυπηρὸν καὶ ἡμῖν ἐπίπονον ὡς ἡ παιδεία, ἥτις μᾶλλον ἀγαθόν ἐστι καὶ συμφέρον πρὸς τὴν κατὰ φύσιν ἐπανάγουσα τάξιν. Καὶ λέγονται τὰ μὲν ἑκούσια κακά, τὰ ὄντως κακά, τὰ εἴδη τῆς ἁμαρτίας, τὰ δὲ ἀκούσια, τὰ ἐπίπονα.
Οὔτε τούτων οὖν οὔτε ἐκείνων αἴτιος ὁ θεός, ὡς ἐδείξαμεν. Εἰ γὰρ καὶ τὰ ἀκούσια λεγόμενα κακὰ διὰ τὸ ἡμῖν δοκεῖν κακὰ εἶναι, διὰ τὸ ἀηδὲς καὶ διὰ τὸ παράβουλον ἡμῶν καὶ διὰ τὸ ἁμαρτάνειν ἡμᾶς, τουτέστιν ἀποτυγχάνειν τοῦ δέοντος σκοποῦ, τῷ πρὸς τὴν ἡδονὴν λίχνῳ δικαίῳ λόγῳ ὁ θεὸς ἐπάγει παιδεύων πρὸς τὸ συμφέρον, ἀλλὰ τῶν ἑκουσίων κακῶν ἤρτηται τὰ ἀκούσια λεγόμενα κακά· ἀκολουθεῖ γὰρ τοῖς ἑκουσίοις κακοῖς τὰ ἀκούσια. Τιμωρίαι γὰρ καὶ παιδεῖαι ὡς τὰ πολλὰ πρὸς διόρθωσιν αἱ συμφοραὶ γίνονται, καὶ ἡ τοῦ μέλλοντος αἰῶνος κόλασις τελεία τῆς κακίας καὶ ἁμαρτίας ἀναίρεσις ἢ τὸ ἐναντίον εἰπεῖν τοῖς ἐπιποθοῦσι τὰς σωματικὰς παρὰ τὸν φυσικὸν νόμον ἡδονὰς καὶ τὰς διὰ ταύτας ἁμαρτίας ἡ κόλασις καὶ ἀπορία τῆς τούτων χρήσεως ἔσται αἰωνία κόλασις. Κόλασις γὰρ ἡ τοῦ ποθουμένου ἀποτυχία. Ἄχρι γὰρ ἁμαρτίας ἡδονὴ παρὰ τὸν νόμον τῆς φύσεως· αὕτη δὲ διττή, ἢ ψυχικὴ ἢ σωματική· καὶ ψυχικὴ μὲν ἡ τῆς δόξης ἔφεσις, σωματικὴ δὲ βρῶσις, πόσις, ἄνεσις σώματος, ὕπνος, συνουσία γυναικῶν. Ταῦτα πάντα φυσικὰ καὶ καλὰ κατὰ τὴν φυσικὴν τάξιν καὶ τὸν νόμον τοῦ κτίσαντος γινόμενα, κακὰ δὲ παρὰ τὸν νόμον τοῦ κτίσαντος καὶ τὴν φυσικὴν τάξιν καὶ χρῆσιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.