Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Μανιχαίων

Ἰωάννης ὁ Δαμασκηνός

Ορισμός της αλήθειας και αναίρεση της μανιχαϊκής διδασκαλίας περί δύο αρχών

Εισαγωγική πραγμάτευση περί αλήθειας, έκθεση του μανιχαϊκού δυαλισμού και θεολογική αναίρεση της συνύπαρξης δύο ανάρχων αρχών μέσω της ορθόδοξης διδασκαλίας περί της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 9

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου μοναχοῦ πρεσβυτέρου τοῦ Δαμασκηνοῦ κατὰ Μανιχαίων Ὀρθόδοξος· Ἐπειδὴ συνεληλύθαμεν ἀλλήλοις λογικὴν συζήτησιν ποιήσασθαι, ἐρωτῶ σε· Τί τὸ ζητούμενον; Ὁ Μανιχαῖος· Τὸν περὶ πίστεως γυμνάσαι λόγον, ὅπως ἂν εὕρωμεν τὴν ἀλήθειαν. Ὀρθόδοξος· Τί γάρ ἐστιν ἡ ἀλήθεια; Μανιχαῖος· Ἡ τοῦ ὄντος διάγνωσις καὶ ὁμολογία. Ὀρθόδοξος· Τὸ ψεῦδος τῇ ἀληθείᾳ ἐναντίον; Μανιχαῖος· Παντὶ τρόπῳ. Ὀρθόδοξος· Πῶς τοῦτο φῄς; Μανιχαῖος· Ἐπειδὴ ἡ μὲν ἀλήθεια τῶν ὄντων ἐστὶ γνῶσις, τὸ δὲ ψεῦδος τοῦ μὴ ὄντος.

Ὀρθόδοξος· Οὐ καλῶς ἀπεκρίθης· ἡ μὲν ἀλήθεια τῶν ὄντων ἐστὶ γνῶσις, τὸ δὲ ψεῦδος μὴ ὄντος γνῶσις· τὸ γὰρ μὴ ὂν οὐ γινώσκεται. Μανιχαῖος· Τί οὖν ἐστι τὸ ψεῦδος; Ὀρθόδοξος· Τῶν ὄντων ἀγνωσία. Μανιχαῖος· Ὀρθῶς εἴρηκας. Ὀρθόδοξος· Εἰ οὖν ἡ μὲν ἀλήθεια τῶν ὄντων ἐστὶ γνῶσις, τὸ δὲ ψεῦδος ἄγνοια τοῦ ὄντος, εἰπέ μοι· Ἡ γνῶσις ἕξις;

Μανιχαῖος· Ναί. Ὀρθόδοξος· Εἰ ἡ γνῶσις ἕξις, ἡ ἄγνοια πάντως στέρησις. Μανιχαῖος· Καὶ ἡ ἄγνοια ἕξις. Ὀρθόδοξος· Τί ἐστιν ἄγνοια; Μανιχαῖος· Τὸ μὴ ἔχειν γνῶσιν. Ὀρθόδοξος· Τὸ μὴ στερητικόν ἐστιν ἢ ἀποφαντικὸν καὶ ἑκτικόν; Μανιχαῖος· Τὸ μὴ στερητικόν ἐστιν.

Ὀρθόδοξος· Μὴ ὂν λέγομεν τὸ ἐστερημένον τοῦ εἶναι; Μανιχαῖος· Δηλονότι. Ὀρθόδοξος· Οὐκοῦν εἰ ἡ ἄγνοια τὸ μὴ ἔχειν γνῶσίν ἐστι, τὸ δὲ μὴ στερητικόν, ἡ ἄγνοια ἄρα στέρησις καὶ οὐχ ἕξις. Μανιχαῖος· Ὀρθῶς εἴρηκας. Ὀρθόδοξος· Εἰ οὖν ἡ ἀλήθεια γνῶσις, ἕξις δηλονότι· καὶ εἰ τὸ ψεῦδος ἄγνοια, στέρησις κατὰ τὸν τῆς ἀληθείας λόγον. Ἔσται οὖν ἡ μὲν ἀλήθεια ἕξις, τὸ δὲ ψεῦδος στέρησις, καὶ ἔσται ἡ μὲν ἀλήθεια ὄν, τὸ δὲ ψεῦδος μὴ ὄν. Μανιχαῖος· Ἐκ παντός. Ὀρθόδοξος· Ψεῦδος ἡ κακία ἢ ἀλήθεια; Μανιχαῖος· Ψεῦδος. Ὀρθόδοξος· Οὐκ ὂν ἄρα ἡ κακία, ἀλλ᾽ ὄντος στέρησις καὶ μὴ ὂν καὶ ὡς στέρησις ἕξει ἀντίκειται τῷ ἀγαθῷ. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Μανιχαῖος· Ἔλθωμεν.

Ὀρθόδοξος· Μίαν ἀρχὴν λέγεις τῶν ὄντων ἢ δύο; Μανιχαῖος· Δύο, μίαν ἀγαθὴν καὶ μίαν πονηράν· καὶ τὴν μὲν ἀγαθὴν ὀνομάζω δένδρον ἀγαθόν, παντὸς ἀγαθοῦ περιεκτικὸν καὶ ποιητικόν, μὴ δυνάμενον καρπὸν κακὸν ποιεῖν· τὴν δὲ πονηρὰν σκότος, φθοράν, δένδρον πονηρόν, παντὸς πονηροῦ καὶ πάσης κακίας περιεκτικόν, μὴ δυνάμενον καρπὸν ἀγαθὸν ποιεῖν. Ὀρθόδοξος· Κοινωνοῦσιν ἀλλήλαις αὗται αἱ δύο ἀρχαὶ ἢ οὔ; Μανιχαῖος· Παντελῶς ἀκοινώνητοι καὶ ἐναντίαι ἀλλήλαις ὑπάρχουσιν.

Ὀρθόδοξος· Ἐν ἀλλήλαις καὶ σὺν ἀλλήλαις εἰσὶν ἢ κεχωρισμέναι; Μανιχαῖος· Κεχωρισμέναι ἦσαν ἐξ ἀρχῆς, ἑκάστη ἐν τοῖς ἰδίοις ὅροις. Ὀρθόδοξος· Πῶς οὖν νῦν εἰσι συμμεμιγμέναι; Μανιχαῖος· Ἦν ὁ ἀγαθὸς ἐν τῷ ἰδίῳ τόπῳ, ἐν πάσῃ ἀγαθοσύνῃ καὶ μακαριότητι, ἡ δὲ ὕλη ἤγουν ἡ κακία ἄζως, ἀκίνητος, αἰσχρά, σκότος δυσειδές, ἀναίσθητος ἐπὶ πολλοὺς αἰῶνας· ὕστερον δὲ ἐστασίασεν ἡ ὕλη πρὸς ἑαυτήν, καὶ οἱ καρποὶ αὐτῆς ἐπολέμησαν πρὸς ἀλλήλους, καὶ τῶν μὲν διωκόντων, τῶν δὲ φευγόντων ἔφθασαν εἰς τὰ ὅρια τοῦ φωτὸς καὶ ἰδόντες τὸ φῶς ἐπεθύμησαν τοῦ κάλλους αὐτοῦ καὶ ἐπαύσαντο τοῦ πρὸς ἀλλήλους πολέμου καὶ συμφωνήσαντες πρὸς ἀλλήλους ἐπέθεντο τῷ φωτί· καὶ ἀπέστειλεν ὁ ἀγαθὸς δύναμιν παρ᾽ αὐτοῦ, καὶ συμπλοκῆς γενομένης ἔφαγον μέρος τοῦ φωτὸς οἱ ἄρχοντες τοῦ σκότους. Παρεχώρησε γὰρ ὁ ἀγαθὸς ἁρπαγῆναι δύναμιν ἐξ αὐτοῦ φοβηθείς, ἵνα μὴ κατακυριεύσωσι τοῦ τόπου αὐτοῦ. Τοῦτο δὲ ἐποίησεν, ἵνα διὰ τῆς μοίρας, ἧς παρέδωκε, κατακυριεύσῃ τῆς κακίας. Καὶ οὕτως ἐγένετο σύγκρασις τοῦ ἀγαθοῦ καὶ τοῦ πονηροῦ· ἐκ γὰρ τῆς μοίρας τοῦ ἀγαθοῦ ἐγένοντο αἱ ψυχαί, ἐκ δὲ τῆς οὐσίας τῆς κακίας τὰ σώματα. Ὀρθόδοξος· Τέως περὶ τούτων διασκεψώμεθα.

Μανιχαῖος· Διασκεψώμεθα. Ὀρθόδοξος· Ἡ ἀρχὴ ποσαχῶς λαμβάνεται; Μανιχαῖος· Φράσον σύ. Ὀρθόδοξος· Ἄναρχον μέν ἐστι τὸ μὴ ἐσχηκὸς ἀρχήν, τὸ δὲ τῆς ἀρχῆς ὄνομα ὁμώνυμόν ἐστι· καὶ γὰρ πολλὰ σημαίνει. Λέγεται γὰρ ἀρχὴ κατὰ χρόνον, ὡς λέγομεν ἀρχὴν ἡμέρας τὴν τοῦ ἡλίου ἀνατολήν, καὶ ἀρχὴν ἐνιαυτοῦ. Λέγεται ἀρχὴ καὶ κατὰ τόπους, ὡς λέγομεν· Ἀρχὴ ὁδοῦ, καὶ ἀρχὴν τοῦ Φυσὼν τὸν παράδεισον. Λέγεται ἀρχὴ καὶ κατὰ ἀξίωμα καὶ ἐξουσίαν, ὡς λέγομεν ἀρχὴν εἶναι καὶ τὸν βασιλέα τῶν ὑπηκόων.

Λέγεται ἀρχὴ καὶ τὸ φύσει πρότερον ὡς ἐπὶ τοῦ ἀριθμοῦ. Δύο μὲν γὰρ ὄντων ἐξ ἀνάγκης ἔσται τὸ ἕν, ἑνὸς δὲ ὄντος οὐκ ἐξ ἀνάγκης ἐστὶ δύο· ἔσται γὰρ δύο ἓν καὶ ἕν, τὸ δὲ ἓν οὐ δύο. Ἀρχὴ οὖν τῶν δύο τὸ ἕν.

Λέγεται ἀρχὴ καὶ κατὰ τάξιν ὡς πρῶτον τὸ τοῦ ἀναγνώστου ἀξίωμα, εἶτα ὑποδιακόνου, εἶτα διακόνου, καὶ οὕτως πρεσβυτέρου, καὶ οὕτως ἐπισκόπου. Λέγεται ἀρχὴ καὶ κατὰ τὸ αἴτιον καὶ τοῦτο τριχῶς; ἢ γὰρ φυσικὸν ὡς ἀρχὴ υἱοῦ πατήρ, ἢ ποιητικὸν ὡς ἀρχὴ κτίσεως ὁ κτίστης, ἢ μιμητικὸν ὡς ἀρχὴ εἰκόνος τὸ εἰκονιζόμενον. Κατὰ τοσούτους οὖν τρόπους λεγομένης τῆς ἀρχῆς ἐκεῖνό ἐστι τὸ ὄντως ἄναρχον λεγόμενον· τὸ κατὰ πάντας τοὺς τρόπους ἄναρχον λεγόμενον. Πῶς οὖν δύο ἀρχὰς σὺ φῂς ἀνάρχους; Μανιχαῖος· Κατὰ πάντας τοὺς τρόπους· οὕτως γὰρ ἔσονται ἄναρχοι. Ὀρθόδοξος· Ἀλλ᾽ ἐψεύσω κατὰ τῆς σεαυτοῦ κορυφῆς· ἀπὸ δὲ ψεύδους ἀρξάμενος ἀδόκιμον ἕξεις τὸ τέλος. Μανιχαῖος· Πῶς τοῦτο λέγεις; Ὀρθόδοξος· Δύο εἰπὼν ἀπὸ ἀριθμοῦ ἤρξω, τὰ δὲ δύο οὐκ ἀρχή· ἄλλη γὰρ ἀρχὴ τῶν δύο, ἡ μονάς. Περὶ ἀρχῆς οὖν διαλεγόμενος μίαν ἀρχὴν εἰπέ, ἵνα ᾖ τελεία ἡ ἀρχή· φύσει γὰρ μονὰς ἀρχὴ δυάδος.

Εἰ οὖν δύο ἀρχαί, ποῦ ἡ φύσει προτέρα ἀρχή, τουτέστιν ἡ μονάς; Μανιχαῖος· Σὺ οὖν τρεῖς ὑποστάσεις λέγεις, καὶ πῶς λέγεις, ὅτι ἀπὸ μονάδος δεῖ ἄρχεσθαι; Ὀρθόδοξος· Εἰ καὶ τρεῖς ὑποστάσεις λέγω, ἀλλὰ μίαν ἀρχήν φημι· ἀρχὴ γὰρ ὁ πατὴρ υἱοῦ καὶ πνεύματος οὐ κατὰ χρόνον, ἀλλὰ κατ᾽ αἰτίαν. Ἐκ πατρὸς γὰρ λόγος καὶ πνεῦμα, εἰ καὶ μὴ μετὰ πατέρα. Ὥσπερ γὰρ ἐκ τοῦ πυρὸς φῶς καὶ οὐ προτερεύει κατὰ χρόνον τὸ πῦρ τοῦ φωτός—ἀδύνατον γὰρ εἶναι πῦρ ἀφώτιστον, ἀρχὴ δέ ἐστι καὶ αἰτία τὸ πῦρ τοῦ ἐξ αὐτοῦ φωτός—, οὕτω καὶ ὁ πατὴρ ἀρχὴ καὶ αἰτία τοῦ λόγου καὶ τοῦ πνεύματος—ἐκ τοῦ πατρὸς γὰρ λόγος καὶ πνεῦμα—, οὐ προτερεύει δὲ χρόνῳ· ἀδύνατον γὰρ εἶναι πατέρα ἐκ τοῦ υἱοῦ ἢ λόγον ἐκ τοῦ πνεύματος. Μίαν οὖν ἀρχὴν ὁμολογῶ ὡς καὶ αἴτιον φυσικὸν τὸν πατέρα λόγου καὶ πνεύματος. Σὺ δὲ οὐ λέγεις ἐκ τοῦ ἀγαθοῦ τὸν πονηρὸν οὐδὲ τὸν ἀγαθὸν ἐκ τοῦ πονηροῦ.

Ὅτι δὲ οὐ κατὰ χρόνον ἀνάρχους εἶναι δυνατὸν τὰς καθ᾽ ὑμᾶς δύο ἀρχάς, οὕτω γνωσόμεθα. Τὸ μὴ ἀρξάμενον τοῦ εἶναι ἄτρεπτόν ἐστιν· εἰ γὰρ ἐτράπη, οὐ παντελῶς ἐστιν ἄναρχον. Τρεπόμενον γὰρ ἐξ ἀσωμάτου εἰς σῶμα ἢ ἐξ ἀνειδέου εἰς εἶδος ἢ ἐξ ἀκινήτου εἰς κίνησιν ἢ ἐξ ἡσυχίας καὶ ἠρεμίας εἰς στάσιν ἄρχεται τοῦ γίνεσθαι, ὅπερ οὐκ ἦν πρότερον.

Καὶ οὐκ ἔστιν ἄναρχον τρεπόμενον ἐξ ἀνάρχου εἰς ἀρχόμενον· τὸ γὰρ ἀρχὴν λαμβάνον καὶ ἠργμένον οὐκ ἄναρχον. Μανιχαῖος· Τί οὖν; Ὁ κατὰ σὲ θεὸς οὐκ ἐτράπη γεννήσας υἱὸν καὶ προαγαγὼν πνεῦμα; Ὀρθόδοξος· Οὐδαμῶς· οὐ γὰρ λέγω· Μὴ ὢν πρότερον πατὴρ ὕστερον γέγονε πατήρ, ἀλλὰ ἀεὶ ἦν ἔχων ἐξ αὑτοῦ τὸν αὐτοῦ λόγον καὶ διὰ τοῦ λόγου αὐτοῦ ἐξ αὑτοῦ τὸ πνεῦμα αὐτοῦ ἐκπορευόμενον.

Μανιχαῖος· Εἶτα οὐδὲ κτίσας ὕστερον τὴν κτίσιν ἐτράπη δημιουργὸς γενόμενος; Ὀρθόδοξος· Οὐδαμῶς. Μανιχαῖος· Πῶς τοῦτο λέγεις; Ὀρθόδοξος· Ὅτι οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τὴν κτίσιν προήγαγεν, ἀλλ᾽ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι θελήματι. Μανιχαῖος· Εἶτα ὅτε ἠθέλησε γενέσθαι τὴν κτίσιν, οὐκ ἐτράπη θελήσας, ὅπερ οὐκ ἤθελε πρότερον;

Ὀρθόδοξος· Οὐδαμῶς· οὐ γὰρ πρότερον μὴ θέλων ὕστερον ἠθέλησεν, ἀλλ᾽ ἀεὶ ἤθελεν ἐν τῷ ὑπ᾽ αὐτοῦ ὡρισμένῳ καιρῷ γενέσθαι τὴν κτίσιν. Ὅτι δὲ οὐδὲ κατὰ τόπον δυνατὸν δύο εἶναι ἀνάρχους, οὕτω γνωσόμεθα· Τὰ δύο ἢ ἐν ἀλλήλοις εἰσίν—ἀδύνατον δὲ φῶς καὶ σκότος ἐν ἀλλήλοις εἶναι· φωτὸς γὰρ παρουσία σκότος διαλύει—ἢ ἕκαστον αὐτῶν ἐν τῷ ἰδιάζοντι τόπῳ ἐστί. Περιορίζονται οὖν ἕκαστον ἐν τῷ ἰδίῳ τόπῳ, καὶ τὸ τέλος τοῦ τόπου τοῦ ἑνὸς ἀρχὴ τοῦ τόπου τοῦ ἑτέρου γίνεται.

Ἀλλὰ καὶ ἀδύνατον ἄμικτον εἶναι τῷ σκότει τὸ φῶς μὴ ὄντος τινὸς διαφράγματος τοῦ κωλύοντος συγκραθῆναι ἀλλήλοις. Χρὴ οὖν εἶναι τὸ φῶς καὶ τὸν τόπον αὐτοῦ καὶ τὸ σκότος καὶ τὸν τόπον αὐτοῦ καὶ τὸ διάφραγμα τὸ διατειχίζον καὶ διορίζον ἑκάστου αὐτῶν τὸν τόπον· καὶ ἔσονται οὐ δύο ἀρχαί, ἀλλὰ πέντε.

Μανιχαῖος· Τί οὖν; Ὁ κατὰ σὲ θεὸς καὶ ὁ υἱὸς αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ οὐ τοῖς αὐτοῖς περιπεσοῦνται; Ὀρθόδοξος· Οὐδαμῶς. Ἐγὼ γὰρ οὐκ ἐν τόπῳ φημὶ εἶναι τὸ θεῖον—ἄποσον γὰρ καὶ ἀπερίληπτόν ἐστιν—οὐδὲ κεχωρισμένας ἀλλήλων φημὶ τὰς τρεῖς ὑποστάσεις, ἀλλ᾽ ὥσπερ ὁ λόγος ἐκ τοῦ νοῦ γεννώμενος οὐκ ἐκφοιτᾷ ἐξ αὐτοῦ οὐδὲ χωρίζεται, ἀλλ᾽ ἐξ αὐτοῦ γεννᾶται καὶ ἐν αὐτῷ ἐστιν, οὕτως ὁ υἱὸς καὶ τὸ πνεῦμα ἐκ τοῦ πατρός εἰσι καὶ ἐν αὐτῷ. Μία γὰρ οὐσία καὶ ὑποστάσεις ἀδιάστατοι, ἐπειδὴ αἱ δυνάμεις τοῦ νοῦ ἀδιάστατοι αὐτοῦ εἰσιν. Ὑπερφυῶς γὰρ ὁ λόγος καὶ τὸ πνεῦμα καὶ δυνάμεις εἰσὶ τοῦ πατρὸς ἀνεκφοίτητοι καὶ ὑποστάσεις τελεῖαι, ἐπειδὴ πρέπει τὰς τοῦ ὑπερφυοῦς θεοῦ δυνάμεις ὑπερφυῶς εἶναι ὑποστάσεις. Διὸ εἰ καὶ τρεῖς ὑποστάσεις, ἀλλ᾽ εἷς θεὸς καὶ οὐ τρεῖς. Ὁ γὰρ νοῦς καὶ ὁ λόγος καὶ τὸ πνεῦμα αὐτοῦ εἷς νοῦς καὶ οὐ τρεῖς νόες, ὡς τὸ φυτὸν τοῦ ῥόδου καὶ τὸ ἄνθος καὶ ἡ εὐωδία ἑκάστου αὐτῶν ῥόδον λέγεται καὶ ἔστι καὶ οὐ τρία ῥόδα λέγονται ἐν τῇ συναριθμήσει, ἀλλ᾽ ἓν ῥόδον ἡ ῥίζα καὶ ὁ κλάδος καὶ τὸ ἄνθος.

Ὅτι δὲ οὐδὲ κατὰ ἀξίωμα καὶ κράτος ἔσονται δύο ἀρχαί, οὕτω γινώσκομεν. Δύο μόνων ὄντων, θεοῦ καὶ ὕλης, ἢ ὁ ἕτερος τοῦ ἑτέρου ἐκράτει καὶ ἦρχεν ἢ οὐδεὶς οὐδενὸς ἦρχεν ἢ καὶ ἄλλα ἦσαν τὰ ὑποτασσόμενα καὶ κυριευόμενα ὑπὸ τῶν δύο ἀρχῶν συναΐδια αὐταῖς καὶ οὐ δύο μόνον ἔσονται, ἀλλὰ πλείονα—δύο μὲν τὰ ἄρχοντα, ἕτερα δὲ τὰ ἀρχόμενα—ἢ, εἰ μὴ ἦσαν τὰ ἀρχόμενα συναΐδια ταῖς ἀρχαῖς, ἦν ποτε χρόνος, ὅτε οὐκ ἦσαν ἀρχαί. Μανιχαῖος· Εἶτα καὶ τῷ σῷ θεῷ οὐ τὰ αὐτὰ συμβήσεται;

Ἢ γὰρ συναΐδιος αὐτῷ ἦν ἡ ὑποχείριος αὐτοῦ κτίσις ἢ ἦν καιρός, ὅτε οὐκ ἦρχεν. Ὀρθόδοξος· Οὐχ οὕτως· ἡ μὲν γὰρ κτίσις οὐ συναΐδιος αὐτῷ, ἀεὶ δὲ καὶ κύριος ἦν καὶ ἔσται τοῦ εἶναι ἐξουσιάζων ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγων οὐσίας τῷ λόγῳ αὐτοῦ καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. Οὔτε δὲ ὁ λόγος αὐτοῦ προφορικός, ἀλλ᾽ οὐσιώδης καὶ ἐνυπόστατος, οὔτε τὸ στόμα αὐτοῦ μέλος σωματικὸν οὔτε τὸ πνεῦμα αὐτοῦ πνοὴ λυομένη, ἀλλ᾽ ὑπερούσια πάντα τὰ τοῦ ὑπερουσίου, εἰ καὶ ἡμεῖς ἐκ τῶν καθ᾽ ἡμᾶς κατανοοῦμεν τὰ ὑπὲρ ἡμᾶς.

Ἀλλ᾽ οὐδὲ κατὰ φυσικὴν καὶ οὐσιώδη αἰτίαν ἔσονται αἱ καθ᾽ ὑμᾶς δύο ἀρχαί· ὁ γὰρ πατὴρ ὁμοουσίου υἱοῦ γεννήτωρ, ἀΐδιος ἀϊδίου, ἀσώματος ἀσωμάτου. Εἰ οὖν αἱ καθ᾽ ὑμᾶς δύο ἀρχαὶ κατὰ τὸ φυσικὸν αἴτιον ἀρχαί εἰσι πάντων τῶν ὄντων, ἔσονται τὰ πάντα ὁμοούσια καὶ συναΐδια ταῖς καθ᾽ ὑμᾶς ἀρχαῖς. Εἰ δὲ ἀΐδια, καὶ ἄτρεπτα καὶ ἐναντία καὶ ἀκοινώνητα καὶ ἄρχοντα καὶ οὐκ ἀρχόμενα καὶ κύρια καὶ οὐ δοῦλα.

Εἰ δὲ κατὰ τὸ ποιητικὸν αἴτιον ἀρχαί εἰσι τῶν ὄντων αἱ καθ᾽ ὑμᾶς δύο ἀρχαί, οὐκ ἐκ τῆς οὐσίας τοῦ θεοῦ αἱ ψυχαὶ οὐδὲ ἐκ τῆς οὐσίας τῆς ὕλης τὰ σώματα, ἀλλ᾽ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθησαν, καὶ οὔτε ἐπολέμησεν ἡ ὕλη μετὰ τοῦ φωτὸς οὔτε ἥρπασεν ἐξ αὐτοῦ μέρος καὶ ἐποίησε τὰς ψυχάς. Πῶς δὲ καὶ τὰ ἐναντία καὶ ἀκοινώνητα συνεβιβάσθησαν εἰς ἑνὸς κόσμου ποίησιν; Ἢ πῶς ὁ μὲν πονηρὸς κατεσκεύασε τὸ σῶμα, ὁ δὲ ἀγαθὸς τὴν ψυχήν, καὶ ἓν ζῷον, τὸν ἄνθρωπον, ἀπετέλεσαν;

Εἰ δὲ κατὰ μίμησιν ὡς πρωτότυπον εἰκόνος αἴτιον τὸ εἰκονιζόμενον, ἄλλοι κόσμοι εἰσὶν αἱ καθ᾽ ὑμᾶς ἀρχαί, ὧν καθ᾽ ὁμοίωσιν γέγονεν ὁ κόσμος. Οὐ γὰρ ἓν εἶδος οὐδὲ μία ἢ δύο μορφαὶ ἐν τοῖς οὖσιν, ἀλλὰ ἀναρίθμητοι.

Καὶ πῶς τὰ ἀναρίθμητα εἴδη τῶν δύο παρ᾽ ὑμῖν ἀρχῶν εἰκόνες εἰσίν; Οὕτως ἀδύνατον καὶ ἀσύστατον τὸ παρ᾽ ὑμῖν περὶ τῶν δύο ἀρχῶν φρόνημα. Ἐρωτήσατε γὰρ τὴν ἀπειρόκακον τῶν παίδων πληθύν· Ἡ δυὰς ἀρχὴ ἢ ἡ μονάς; Καὶ ἐροῦσιν, ὡς ἡ μονὰς ἀρχὴ παντὸς ἀριθμοῦ.

Ὢ νηπίων νηπιωδέστεροί τε καὶ ἀφρονέστεροι. Καὶ τοῦτο δὲ ἡμῖν ἐρωτῶσιν εἴπατε· Ἡ πολυαρχία ἐστὶ καλὸν καὶ στάσιμον καὶ τακτικὸν ἢ ἡ μοναρχία; Πᾶσι δῆλον, ὡς ἡ πολυαρχία ἀναρχία ἐστὶ καὶ στασιώδης καὶ πολέμου καὶ μάχης καὶ κακῶν αἰτία καὶ λύσεως, ἡ δὲ μοναρχία βεβαία καὶ ἔννομος καὶ εἰρήνης αἰτία καὶ τάξεως καὶ γαλήνης καὶ δικαιοσύνης καὶ τῆς ἐπὶ τὸ κρεῖττον αὐξήσεως. Εἰ οὖν δύο ἀρχαὶ ἄναρχοι καθ᾽ ὑμᾶς, πολυαρχία ἀρχὴ τῶν ὄντων, καὶ ἀρχὴ τῶν πάντων κακία, καὶ οὕτω μία ἀρχὴ ἡ κακία. Πῶς δὲ καὶ ἀκοινωνήτους παντελῶς λέγετε τὰς δύο ἀρχάς, ἃς αὐτοὶ ἀνεπλάσατε. Εἰ γὰρ καὶ αὐτή ἐστι κἀκείνη καὶ ἡ αὐτὴ οὐσία ἐστὶν ἄναρχος ἀρχὴ καὶ ἀίδιος κἀκείνη ὁμοίως, οὔκ εἰσι παντελῶς ἀκοινώνητοι. Κοινωνοῦσι γὰρ κατά τε τὸ εἶναι καὶ κατὰ τὸ οὐσία καὶ ἄναρχος ἀρχὴ καὶ ἀίδιος εἶναι, καὶ κατὰ πάντα ψευδὴς ὁ λόγος ὑμῶν ἀποδέδεικται.

Καὶ πάλιν· Εἰ δύο ἀρχαὶ ἄναρχοι, ἕκαστον ἐπὶ τῷ οἰκείῳ χαίρει καὶ τέρπεται καὶ τὴν ἑαυτοῦ σύστασιν ἀγαθὸν λογίζεται· ἑκάστῳ γὰρ ἀγαθόν ἐστι, τὸ συστατικὸν τῆς οἰκείας φύσεως. Καὶ ὁ παρ᾽ ὑμῖν οὖν ἀγαθὸς καὶ ὁ παρ᾽ ὑμῖν πονηρός, ἕκαστος ἐφ᾽ ἑαυτῷ χαίρει καὶ τοῖς οἰκείοις ἐπιτέρπεται καὶ τὰ οἰκεῖα ἀγαθὰ λογίζεται. Τίς οὖν ὁ κρίνας τὸν ἕνα ἀγαθὸν καὶ τὸν ἕτερον πονηρόν; Κἀκεῖνος μᾶλλόν ἐστι θεός, μείζων ἀμφοτέρων· τὸ γὰρ ἔλαττον ὑπὸ τοῦ κρείττονος καὶ τὸ ἀρχόμενον ὑπὸ τοῦ ἄρχοντος κρίνεται.