Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Μανιχαίων

Ἰωάννης ὁ Δαμασκηνός

Η οντολογική φύση του κακού ως στέρησης του αγαθού

Φιλοσοφική και διαλογική εξέταση της φύσης του κακού, το οποίο δεν διαθέτει δική του υπόσταση, αλλά αποτελεί παρά φύσιν χρήση των κτιστών δυνάμεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 9

Εἰπὲ δὲ καὶ τοῦτο· Κοινωνοῦσιν ἀλλήλαις αἱ παρ᾽ ὑμῖν δύο ἀρχαὶ ἢ παντελῶς εἰσιν ἀκοινώνητοι; Μανιχαῖος· Ἀκοινώνητοι ἦσαν παντελῶς· ἡ μὲν γὰρ μία ἐν πληρώματι τῶν ἀγαθῶν ἦν, ἡ δὲ ἑτέρα ἐν πληρώματι τῶν κακῶν, ἀλλ᾽ ἐγένετο μετὰ ταῦτα σύγκρασις. Ὀρθόδοξος· Ἀναβαλοῦ τέως τὸν τῆς συγκράσεως λόγον. Φράσον δὲ ἡμῖν πρότερον· Τὸ ὂν τῷ ὄντι κατὰ τὸ εἶναι ἐναντίον ἢ τὸ μὴ ὂν τῷ ὄντι; Μανιχαῖος· Τὸ ὂν κακὸν τῷ ὄντι ἀγαθῷ ἐναντίον. Ὀρθόδοξος· Οὐκ ἠρώτησα, εἰ κατὰ τὸ κακὸν καὶ ἀγαθόν εἰσιν ἐναντία, ἀλλὰ τὸ εἶναι. Τὰ γὰρ ὄντα οὐ παντελῶς ἐναντία· κατὰ γὰρ αὐτὸ τὸ εἶναι κοινωνοῦσιν ἀλλήλοις, τῷ δὲ ὄντι τὸ μὴ εἶναι ἐναντίον. Ὥστε, εἰ παντελῶς ἐναντίον τῷ ἀγαθῷ τὸ κακόν, ἔστι δὲ τὸ ἀγαθόν, οὐκ ἔστι τὸ κακόν. Ὥστε τὸ κακὸν στέρησίς ἐστι τοῦ εἶναι καὶ κακὸν λέγεται· καὶ εἰ οὐσία τὸ ἀγαθόν, ἀνούσιον τὸ κακὸν ἢ οὐ πάντη ἐναντία.

Μανιχαῖος· Εἶτα· Οὐχ ὁρᾶται κακία ἐν τοῖς οὖσιν; Ὀρθόδοξος· Ἡ παντελὴς κακία οὐχ ὁρᾶται ἐν τοῖς οὖσιν· οὔτε γὰρ ὁ θεὸς ὁ ὄντως ὢν καὶ τοῦ εἶναι αἴτιος κακία οὔτε τι τῶν γεγονότων, καθὸ γέγονε, κακόν, ἀλλὰ τό τε τῶν πάντων αἴτιον ἀγαθὸν καὶ πάντα τὰ γενόμενα ὑπ᾽ αὐτοῦ ἀγαθά. Πάντα δὲ τὰ ὄντα ὑπ᾽ αὐτοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη καὶ πάντα καλὰ καὶ λίαν καλά.

Τὸ δὲ κακὸν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἀποβολὴ καὶ στέρησις ἑκούσιος τῶν ὑπὸ θεοῦ τῇ λογικῇ φύσει δεδωρημένων, ὥσπερ πενία πλούτου ἀποβολή· πλοῦτος μὲν γάρ ἐστιν ὄντων κτῆσις χρυσοῦ καὶ ἀργύρου καὶ λίθων διαυγῶν καὶ ἐσθῆτος διαφόρου, παίδων καὶ παιδισκῶν, ἀλόγων καὶ ἀρουρῶν καὶ τῶν τοιούτων, ὧν ἕκαστον οὐσία ἐστί. Διὸ καὶ πλούσιος λέγεται ὁ ταῦτα κτησάμενος· οἷόν τις πολυούσιος πολλὴν ἔχων περὶ ἑαυτὸν οὐσίαν. Ἡ δὲ πενία μερικὴ μὲν μερικὴ τούτων ἀποβολή, παντελὴς δὲ παντελὴς τούτων στέρησις, καὶ ὥσπερ ἡ ὁλοκληρία τοῦ σώματος καλόν, ἡ δὲ ἑνὸς μέλους ἀποβολὴ μερικὸν κακὸν οὐχ ὑπάρχον, ἀλλ᾽ ὑπάρχοντος στέρησις. Ὁρᾶται δὲ ἤτοι νοεῖται ἐν τῷ ὄντι οὐχ ὡς ὄν, ἀλλ᾽ ὡς ἀπογενόμενον, οἷον ὁ ὀφθαλμὸς καὶ ἡ ὅρασις ὑπάρχει καὶ ἔστιν, ἡ δὲ τύφλωσις οὐκ ἔστιν οὐσία, ἀλλὰ τοῦ ὑπάρξαντος ὀφθαλμοῦ ἀπώλεια.

Θεωρεῖται δὲ ἐν τῷ συνισταμένῳ καὶ ὄντι σώματι οὐχ ὡς ὄν, ἀλλ᾽ ὡς ὑπάρξαντος ὀφθαλμοῦ στέρησις. Καὶ οὕτως κατὰ μέρος ἡ προσθήκη τῆς τῶν μελῶν στερήσεως προσθήκη κακοῦ λέγεται· οὐ γὰρ ἔστι τὸ κακόν, ἀλλὰ λέγεται καὶ θεωρεῖται ἐν τῷ ὑπολελειμμένῳ σώματι ἡ τῶν ἀποβληθέντων ἀνυπαρξία οὐχ ὡς ὄν, ἀλλ᾽ ὡς μὴ ὄν, οὐχ ὡς ἕξις, ἀλλ᾽ ὡς στέρησις. Οὕτω καὶ ἡ κακία ἤτοι ἁμαρτία ἑκούσιός ἐστι τῶν ἐκ θεοῦ δεδωρημένων τῇ λογικῇ φύσει ἀγαθῶν· ἐπὶ γὰρ τῶν ἀλόγων καὶ ἀψύχων οὐκ ἔστιν εἰπεῖν ἑκούσιον, ἀλλ᾽ ἐπὶ τῶν λογικῶν.

Ἔστιν οὖν κακία ἡ τῶν φυσικῶν δυνάμεων παράχρησις. Εἰ γὰρ χρησόμεθα ταῖς παρὰ θεοῦ δεδωρημέναις τῇ ψυχῇ δυνάμεσιν, ἐφ᾽ ᾧ ἐλάβομεν, τουτέστι κατὰ τὸν νόμον τοῦ δεδωκότος, καλόν. Εἰ δὲ οὔκ, ἐφ᾽ ᾧ ἐλάβομεν, ἀλλὰ παρὰ τὸν νόμον τοῦ δεδωκότος χρησόμεθα, κακόν· καὶ οὐκ αὐταὶ αἱ δυνάμεις οὐδὲ ἡ χρῆσις αὐτῶν ἐστιν ἡ κακή, ἀλλ᾽ ὁ κακὸς τρόπος τῆς χρήσεως ὁ παρὰ τὸν νόμον τοῦ δεδωκότος θεοῦ. Εἰ γὰρ ἀγαθὸς ὁ θεός, ἀγαθὸς καὶ ὁ νόμος αὐτοῦ φυσικὸς καὶ ὢν ἐξ ὄντος.

Ἡ δὲ τούτου παρακοὴ στέρησις τοῦ ὑπάρξαντος ἡμῖν νόμου, οἷον ἡ ἐπιθυμία καὶ ὁ θυμὸς καὶ ἡ πρᾶξις καὶ ἐνέργεια καὶ πρὸ τούτων ὁ λογισμὸς οὐ κακά, ἀλλὰ καλά, ἐάν, ἐφ᾽ ᾧ ἐλάβομεν, χρησώμεθα κατὰ τὸν νόμον τοῦ δεδωκότος· κακὰ δὲ οὐκ αὐτά, ἀλλὰ τὸ μὴ κατὰ τὸν νόμον τοῦ δεδωκότος χρήσασθαι. Εἰ γὰρ πρὸς σύστασιν τῆς ζωῆς χρησόμεθα βρώσει, πόσει, ὕπνῳ καὶ τοῖς τοιούτοις, καλὸν τούτων ἕκαστον. Καὶ εἰ τῇ ἐπιθυμίᾳ καὶ τῇ ἀγάπῃ χρησόμεθα πρὸς τὸν θεὸν τὸν μόνον φύσει ἐπιθυμητὸν καὶ πρὸς τὸν πλησίον κατὰ τὸν νόμον τοῦ θεοῦ καλόν. Καὶ εἰ τῇ μίξει χρησόμεθα ταῖς ἑαυτῶν γυναιξὶ πρὸς τεκνογονίαν κατὰ τὸν νόμον τὸν δοθέντα τῇ φύσει παρὰ θεοῦ, καλόν· εἰ δὲ χρησόμεθα τῇ ἐπιθυμίᾳ πρὸς τὰ ἀλλότρια παρὰ τὸν νόμον τοῦ θεοῦ, κακόν. Εἶπε γὰρ ὁ θεός· «Οὐκ ἐπιθυμήσεις τὸν ἀγρὸν τοῦ πλησίον σου οὐδὲ τὴν γυναῖκα αὐτοῦ οὐδὲ ὅσα αὐτῷ ἐστιν.» Ἡ πορνεία οὐ διὰ τὴν συνάφειάν ἐστι κακή, ἀλλὰ διὰ τὸ τῇ ἀλλοτρίᾳ συναφθῆναι. Ἡ κενοδοξία, οὐ διὰ τὸ ἀγαπᾶν τὴν δόξαν κακή, ἀλλὰ διὰ τὸ μὴ τὴν ἐκ θεοῦ δόξαν ἀγαπᾶν. Τὸ μῖσος καὶ ὁ θυμός, εἰ μὲν κατὰ τῶν κωλυόντων τὴν σωτηρίαν τῆς ψυχῆς καὶ τὴν πρὸς θεὸν δι᾽ ὑπακοῆς αὐτοῦ συνάφειαν καὶ ἀφιστώντων ἐκ θεοῦ, τουτέστι κατὰ τοῦ διαβόλου καὶ τῶν θεραπόντων αὐτοῦ, καλόν. Φησὶ γάρ· «Οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην;

Τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.» Καὶ οἱ ἅγιοι μάρτυρες ἐθυμοῦντο κατὰ τῶν τυράννων δικαίως θυμούμενοι. Καὶ ἐὰν κατὰ τοῦ οἰκείου λογισμοῦ θυμωθῶ χωρίζοντός με ἐκ τοῦ θεοῦ, καλόν. Ἐάν τις ἀποστερῇ με τῆς σωτηρίας, καλὸν θυμωθῆναι καὶ μισῆσαι· ἐὰν δὲ λυπῇ κατὰ κόσμον καὶ ὠφελείας γίνηται πρόξενος ἀποστερῶν τῶν ὑλικῶν, ἀγαπήσω μᾶλλον ἤπερ μισήσω. Ὁ φόνος κακόν· μόνου γὰρ θεοῦ τὸ χωρίζειν τὴν ψυχὴν ἐκ τοῦ σώματος, τοῦ καὶ συνδήσαντος· εἰ δὲ φονεύσω ὑπὸ θεοῦ κελευόμενος, καλόν· πᾶν γὰρ τὸ ἐκ τοῦ ἀγαθοῦ ἀγαθόν. Κακὸν οὖν τὸ ἐπιθυμεῖν ἁρπάζειν, ὃ οὐκ ἔστιν ἡμέτερον, ἀλλὰ τοῦ θεοῦ. Ἡ κατάκρισις κακή· θεοῦ γὰρ μόνου τὸ κρίνειν, καὶ κακὸν ἁρπάζειν τὸ τοῦ θεοῦ ἀξίωμα, οἷς μὴ δέδοται παρὰ θεοῦ τὸ κρίνειν. Ἡ κενοδοξία καὶ ἡ ὑπερηφανεία κακή· θεῷ γὰρ μόνῳ πρέπει τὸ ἔπαρμα καὶ ἡ δόξα.

Ὥστε οὐδὲν ἕτερόν ἐστιν ἡ κακία εἰ μὴ τὸ παρὰ φύσιν καὶ τὸν νόμον κεχρῆσθαι ταῖς φυσικαῖς δυνάμεσιν, ὃ οὐκ ἔστιν οὐσία, ἀλλ᾽ ἡμέτερον ἐπιτήδευμα. Χρὴ γὰρ εἰδέναι, ὡς διττῶς λέγεται τό τε ἀγαθὸν καὶ τὸ κακόν· ἀγαθὸν γὰρ κυρίως λέγεται τὸ ἐκ τοῦ φύσει ἀγαθοῦ θεοῦ δεδωρημένον.

Ὥσπερ πᾶν φῶς ἐξ ἡλίου ἤτοι πυρὸς φωτίζεται, οὕτω πᾶν ἀγαθὸν ἐκ τοῦ ἀορίστου καὶ ἀκαταλήπτου πελάγους τῆς ἀγαθότητος τὴν ὕπαρξιν ἔχει καί, ὅσα παρὰ θεοῦ, ἀγαθὰ κυρίως καὶ ἀληθῶς. Λέγεται δὲ ἀγαθὸν οὐ κυρίως, ἀλλὰ καταχρηστικῶς καὶ καθ᾽ ἡμετέραν συνήθειαν τὸ τῇ αἰσθήσει ἡμῶν καὶ τῇ ἐφέσει φαινόμενον ἡδύ, ὃ πρὸς καιρὸν μὲν τέρπει, ὕστερον δὲ πικρὸν καρπὸν ἀποδίδωσι, παρὰ τὸν νόμον τοῦ κτίσαντος γινόμενον καὶ δοκοῦν ἀγαθὸν εἶναι, ὅπερ οὐκ ἔστιν ἀγαθόν, ἀλλὰ κυρίως κακόν.

Καὶ τὸ κακὸν ὁμοίως· κυρίως μὲν κακὸν ἔστι καὶ λέγεται τὸ παρὰ τὸν νόμον τοῦ κτίσαντος γινόμενον. Λέγεται κακὸν οὐ κυρίως, ἀλλὰ κατὰ τὴν ἡμετέραν συνήθειαν τὸ καθ᾽ ἡμετέραν αἴσθησιν ἐπίπονον καὶ ἀλγεινόν, ὅπερ πρὸς μὲν τὸ παρὸν ὀδύνας, ὕστερον δὲ καρπὸν σωτηρίας καὶ ἀεννάου εὐφροσύνης ἀναδίδωσιν.

Εἰπὲ δέ· Ἀρχὴ παντὸς πράγματος μία ἢ δύο, οἷον ἡ ἀρχὴ καὶ αἰτία τῆς ψυχῆς μία ἢ δύο; Μανιχαῖος· Μία. Εἰ γὰρ δύο, πῶς ἐκ δύο ἐναντίων ἓν καὶ τὸ αὐτὸ προέρχεται; Τὰ γὰρ παντελῶς ἐναντία ἀκοινώνητον ἔχουσι τὴν ἐνέργειαν· πῶς γὰρ ἡ ἄυλος ψυχὴ ἐξ ἀύλου καὶ ὕλης ἔσται; Ἢ πῶς τὸ αὐτὸ τὰ ἐναντία παρήγαγον μὴ ὁμονοήσαντα;

Παντελῶς γὰρ ἀκοινώνητα τὰ κατὰ φύσιν ἐναντία. Ὀρθόδοξος· Καλῶς ἔφης· ἑκάστου τῶν ὄντων πάντων μία ἀρχή; Μανιχαῖος· Παντὶ τρόπῳ. Ὀρθόδοξος· Τὸ εἶναι ἀρχὴ τῶν δύο ἀρχῶν τῶν κατὰ σέ ἐστιν ἢ αἱ δύο ἀρχαὶ ἀρχαὶ τοῦ εἶναι; Μανιχαῖος· Πρὸς τί γὰρ συντείνει τοῦτο; Ὀρθόδοξος· Εἰ μὲν τὸ εἶναι ἀρχὴ τῶν κατὰ σὲ δύο ἀρχῶν, ἰδοὺ μία ἀρχὴ καὶ οὐ δύο. Εἰ γὰρ τὸ εἶναι ἀρχὴ τοῦ εἶναι, ἐν μιᾷ οὖν ἀρχῇ· οὐ γὰρ τὸ τοιῶσδε εἶναί φημι, τουτέστι κακὸν εἶναι ἢ καλόν, ἀλλ᾽ αὐτὸ τὸ ἁπλῶς εἶναι. Εἰ οὖν τὸ εἶναι ἀρχὴ τῶν κατὰ σὲ δύο ἀρχῶν, μία ἀρχὴ καὶ οὐ δύο. Εἰ δὲ αἱ κατὰ σὲ ἀρχαὶ ἀρχαὶ τοῦ εἶναι, ἔσονται δύο ἐναντία τοῦ αὐτοῦ πράγματος. Ὥσπερ γὰρ ἡ ἁπλῶς οὐσία μία οὖσα δεκτική ἐστι διαφόρων ποιοτήτων καὶ κατὰ τοῦτο λέγονται πολλαὶ οὐσίαι, οὕτω καὶ τὸ ἁπλῶς εἶναι ἕν ἐστι, εἰ καὶ ἐν διαφόροις θεωρούμενον πολλὰ τὰ ὄντα παρωνύμως ἐξ ἑαυτοῦ ποιεῖ κατονομάζεσθαι.

Ὁρίσω οὖν ἀκοινώνητον παντελῶς εἶναι τὴν τῶν ἐναντίων ἐνέργειαν, οὐκ ἐκ δύο ἀρχῶν τὸ εἶναι μάλιστα καὶ ἐναντίων, ἀλλ᾽ ἐκ μιᾶς. Οὐ γὰρ τὸ εἶναι αἴτιον τοῦ ὄντος· οὐ γὰρ προῆν τὸ εἶναι τοῦ ὄντος. Ἐν τίνι γὰρ ἐθεωρεῖτο; Ἀλλ᾽ ἐν τῷ ἀνάρχῳ ὄντι τὸ εἶναι θεωρούμενον, ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ ὡς αἰτίου ὑφέστηκε. Μία οὖν ἀρχὴ τοῦ εἶναι, καὶ τὸ ἐναντίον ταύτης οὐκ ἔστι.

Καὶ πάλιν· Ἡ ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεως μία ἢ δύο, ὑπαρκτική τε καὶ χρονικὴ καὶ τοπικὴ καὶ ἐνεργητική—ὑπαρκτικὴ μὲν τῆς ἑκάστου γενέσεως, —χρονικὴ δέ, ἀφ᾽ οὗ χρόνου ἤρξατο, —τοπικὴ δέ, ἀφ᾽ οὗ τόπου ἤρξατο τὰ ἀπὸ τόπου ἀρχόμενα, —ἐνεργητικὴ δέ, ἐξ ἧς ἐνεργείας ἐνεργεῖ τὸ ἐνεργούμενον, οἷον ἡ πρώτη ὕπαρξις τοῦ ἀνθρώπου, καὶ ἀφ᾽ οὗ χρόνου ἐγένετο καὶ ἀφ᾽ οὗ τόπου ἤρξατο κινεῖσθαι, βαδίζειν τυχόν, καὶ τῆς βαδιστικῆς ἐνεργείας; Μανιχαῖος· Μία. Ὀρθόδοξος· Ἀληθῶς ἔφης· ἀδύνατον γὰρ δύο ἀρχὰς εἶναι τῆς τοῦ ἑνὸς ὑπάρξεως.

Μανιχαῖος· Οὕτως ἔχει. Ὀρθόδοξος· Τοῦτο ἐφ᾽ ἑκάστου τῶν ὄντων θεωρεῖται ἢ οὔ; Μανιχαῖος· Ἐφ᾽ ἑκάστου τῶν ὄντων ἁπάντων. Ὀρθόδοξος· Ὅπερ οὖν ἐφ᾽ ἑκάστου τῶν ἁπάντων θεωρεῖται, καὶ ἐπὶ πάντων κοινῶς θεωρηθήσεται, οἷον, ὅπερ ἕκαστος τῶν ἀνθρώπων ἔχει, καὶ πᾶσα ἡ ἀνθρωπότης ἔχει, ὡς τὸ ζῆν καὶ τὸ λογίζεσθαι, καὶ ὅπερ ἑκάστη οὐσία ἔχει, καὶ ἡ κοινὴ οὐσία ἔχει, ὡς τὸ αὐθύπαρκτον καὶ μὴ ἐν ἑτέρῳ ἔχειν τὸ εἶναι. Οὕτω τοίνυν καὶ εἰ ἕκαστον τῶν ὄντων ἐκ μιᾶς ἀρχῆς συνέστηκε, καὶ πάντα τὰ ὄντα ἐκ μιᾶς ἀρχῆς συνέστηκε καὶ οὐκ ἐκ δύο, καὶ οὐκ ἔσονται δύο ἀρχαί, ἀλλὰ μία.

Μανιχαῖος· Διὰ τί ἄναρχος ὁ θεός; Ὀρθόδοξος· Ὅτι τὸ μὴ ὂν οὐκ ἔχει ἀφ᾽ ἑαυτοῦ τὸ εἶναι. Τὸ οὖν ἀφ᾽ ἑαυτοῦ μὴ ἔχον τὸ εἶναι, πῶς ἀφ᾽ ἑαυτοῦ ἔσται; Καὶ χρὴ οὖν ἔκ τινος ὄντος τὸ μὴ ὂν τὸ εἶναι λαβεῖν· τὸ δὲ πρῶτον μεταδοτικὸν τοῦ εἶναι ἐξ ἑαυτοῦ ἔχον τὸ εἶναι, ἄναρχον ἀεὶ ἔσται.

Μανιχαῖος· Διὰ τί μία ἀρχὴ καὶ οὐ δύο; Ὀρθόδοξος· Ὅτι δυὰς ἐκ μονάδος προέρχεται ὡς μονάδος γέννημα καὶ ἀρχὴ δυάδος μονὰς καὶ πρὸ τῆς δυάδος πάντως μονὰς καὶ ὅτι παντὸς πράγματος ἀρχὴ μία καί, εἰ ἑκάστου τῶν ὄντων μία ἀρχή, καὶ πάντων ἔσται ἀρχὴ μία· ὁ γὰρ ἐφ᾽ ἑκάστου τῶν ὄντων ἀποδεδομένος λόγος καὶ ἐπὶ πάντων ἀποδοθήσεται.

Καὶ πάλιν· Εἰ δύο ἀρχαί, πολυαρχία· εἰ δὲ πολυαρχία, στάσις· εἰ δὲ στάσις ἀρχὴ τῶν ὄντων, κακία τῶν ὄντων ἀρχή· στάσις γὰρ κακία ἐστί. Πρέπει οὖν τῷ θεῷ ἁπάντων τῶν λεγομένων καὶ νοουμένων μείζονι εἶναι καὶ ἔχειν. Ποῖον οὖν μεῖζον, τὸ ἐξ οὐκ ὄντων θεοπρεπῶς ποιεῖν οὐσίας ἢ ἀνθρωπίνως τῇ δημιουργικῇ, μᾶλλον δὲ τεκτονικῇ τέχνῃ περὶ τὴν ὕλην καταγίνεσθαι; Μανιχαῖος· Πάντως, ὅτι τὸ ἐκ μὴ ὄντων.

Ὀρθόδοξος· Οὐκοῦν πρέπει θεῷ ἐκ μὴ ὄντων ποιεῖν οὐσίας, καὶ οὐκ ἦν ὕλη, ἀλλ᾽ ὑπὸ θεοῦ ἐγένετο. Μανιχαῖος· Ὁ θεὸς κατὰ πάντα ἐστὶν ἄναρχος ἢ κατὰ τὶ μέν, κατὰ τὶ δὲ οὔ; Ὀρθόδοξος· Εἰ οὐ κατὰ πάντα ἄναρχος, καὶ ἄναρχος καὶ οὐκ ἄναρχος. Εἰ δὲ κατὰ πάντα ἄναρχος, ὄντως ἄναρχος καὶ φύσει ἄναρχος. Τὸ δὲ ἄναρχον καὶ ἀπέραντον· ἓν γὰρ ἀρχῆς εἶδος καὶ τὸ τέλος. Πᾶν οὖν ἔχον ἀρχὴν καὶ τέλος ἔχει κατὰ τὴν ἑαυτοῦ φύσιν, καὶ πᾶν τέλος ἔχον καὶ ἀρχὴν ἔχει. Καὶ οἱ ἄγγελοι γοῦν ἀρχὴν ἔχοντες καὶ τέλος ἔχουσι κατὰ τὴν ἑαυτῶν φύσιν, εἰ καὶ τῇ θείᾳ χάριτι πάλιν ἄρχονται τοῦ εἶναι καὶ ἀνακαινίζονται. Ὥσπερ γὰρ τὸ ἀκίνητον σῶμα ἀρξάμενον τοῦ κινεῖσθαι ἐκ τόπου ἤρξατο, τουτέστι τὸ κυκλικόν, φθάνον δὲ τὸν τόπον, ὅθεν ἤρξατο, ἐπλήρωσε τὴν περιφέρειαν καὶ τὸν κύκλον, πάλιν δὲ ἄρχεται τῆς κινήσεως καὶ νέαν ἀρχὴν κινήσεως ποιεῖται καὶ οὕτω διαμένει κινούμενον, ἕως ἂν ὁ κελεύων αὐτὸ κινεῖσθαι θέλῃ, οὕτω καὶ οἱ ἄγγελοι κινούμενοι ζωτικῶς καὶ φθάνοντες τὸ φυσικὸν τέλος τῆς ἑαυτῶν ὑπάρξεως ἄρχονται τῆς ζωτικῆς κινήσεως, ἕως πάλιν προστάξει τοῦ ποιήσαντος αὐτοὺς παύσονται τῆς κινήσεως. Ἀεὶ γὰρ παρὰ θεοῦ τὸ εἶναι καὶ ζωτικῶς καὶ νοερῶς κινεῖσθαι λαμβάνουσιν οὐκ ἐξ ἑαυτῶν ἔχοντες τοῦτο.

Ὥσπερ δὲ τροχὸς κινηθεὶς κινεῖται καὶ παύεται—ἐὰν δὲ ἔχῃ τὸ ἀεικίνητον, ἀεὶ κινεῖται οὐκ ἐξ ἑαυτοῦ ἔχων τὴν κίνησιν—, οὕτω καὶ οἱ ἄγγελοι οὐκ ἐξ ἑαυτῶν ἔχοντες τὸ εἶναι, ὅσον κινεῖ αὐτοὺς ὁ ποιήσας, κινοῦνται· ἂν μέντοι ἐκεῖνος μὴ κινήσῃ, παύονται τῆς κινήσεως.

Ὥστε τὸ ἀρχὴν ἔχον πάντως καὶ τέλος, καὶ τὸ τέλος ἔχον πάντως καὶ ἀρχήν. Καὶ τὸ φύσει ἄναρχον κατὰ πάντα ἄναρχόν ἐστι, κατά τε αἰτίαν καὶ χρόνον καὶ τόπον καὶ ἐξουσίαν. Τὰ οὖν δύο ἢ ἐν ἀλλήλοις ἔσονται ἢ τόπῳ περιγραφήσονται καὶ οὐκ ἄναρχοί εἰσι. Πῶς οὖν ἐν ἀλλήλοις τὸ φῶς καὶ τὸ σκότος; Τὸ γὰρ φῶς τοῦ σκότους ἀναιρετικόν. Εἰ οὐ μεθόριά εἰσι τοῦ φωτὸς καὶ μεθόρια τοῦ σκότους, οὐδὲ τὸ φῶς ἀπερίγραπτον ὡς μὴ πανταχοῦ ὂν οὐδὲ τὸ σκότος. Καὶ οὐ παντελῶς ἄναρχα ἔχοντα τοπικὴν ἀρχήν. Ἀμήχανον γὰρ μὴ ὄντος τινὸς διατειχίσματος καὶ μεσοτοίχου ἀνεπίμικτον παντελῶς εἶναι τὸ φῶς καὶ τὸ σκότος. Εἰ γὰρ ἐν νυκτὶ λύχνον ἀνάψωμεν, ὁ μὲν περὶ τὸν λύχνον τόπος φωτεινότερος ἔσται, κατὰ μικρὸν δὲ διάστημα ἔσται σκοτεινότερον, μέχρις ἂν τελείως ἐκλίπῃ τὸ φῶς καὶ καθαρὸν σκότος γένηται φωτὸς ἀνεπίμικτον. Ἢ γὰρ ἐξ ἀρχῆς ἐμίγνυτο τῷ φωτὶ τὸ σκότος, καὶ οὐκ ἐναντία ταῦτα παντελῶς καὶ ἀκοινώνητα, ἢ ἕτερόν τι μεσότοιχον ἦν ἀπ᾽ ἀρχῆς τὸ ταῦτα χωρίζον, καὶ οὐκέτι δύο ἀρχαί, ἀλλὰ τρεῖς. Τὸ φύσει πεφυκὸς οὐ μεθίσταται, τὸ δὲ μεταβαλλόμενον οὐ φύσει.

Εἰ οὖν φύσει ἀκοινώνητα τὸ φῶς καὶ τὸ σκότος, πῶς ἐκοινώνησαν μετὰ ταῦτα; Πῶς ἐξ ἀγαθοῦ καὶ πονηροῦ ἓν ζῷον ἀπετελέσθη, ὁ ἄνθρωπος; Εἰ γὰρ συνεβιβάσθησαν, ἐκοινώνησαν ἀλλήλοις· ὁ γὰρ συμβιβασμὸς κοινωνία γνώμης ἐστί. Καὶ οὔτε ὁ ἀγαθὸς καθαρῶς καὶ τελείως ἔμεινεν ἀγαθὸς οὔτε ὁ πονηρός, ἀλλ᾽ ἀμφότεροι ἐτράπησαν. Τὸ δὲ τρεπόμενον οὐκ ἄναρχον οὐδὲ θεός· ὁ γὰρ θεὸς πάντα προειδὼς τὰ ἐφ᾽ ἡμῖν πάντα τὰ οὐκ ἐφ᾽ ἡμῖν ὁρίζει.

Καὶ πάλιν· Τὸ εἶναι τῷ εἶναι ἐναντίον ἢ τὸ εἶναι τῷ μὴ εἶναι; Μανιχαῖος· Τὸ εἶναι τῷ μὴ εἶναι. Ὀρθόδοξος· Οὐκοῦν τῶν κατὰ σὲ δύο παντελῶς ἐναντίων ἀρχῶν ἡ μία ἔσται, ἡ δὲ ἑτέρα οὐκ ἔσται. Καὶ πάλιν· Τὸ εἶναι τῷ εἶναι ἐναντίον; Μανιχαῖος· Τὸ εἶναι κακὸν τῷ εἶναι ἀγαθὸν ἐναντίον. Ὀρθόδοξος· Οὐκοῦν ἑνὶ καὶ τῷ αὐτῷ συνυπάρχουσι καὶ συνουσίωνται τὰ ἐναντία. Καὶ πῶς ἐναντία; Μανιχαῖος· Τὸ μὴ ὂν ἀκατωνόμαστον· δεῖ γὰρ εἶναι καὶ οὕτως ὀνομάζεσθαι.

Πῶς οὖν τὸ μὴ ὂν ἐναντίον τῷ ὄντι; Τὰ γὰρ ἐναντία ἀλλήλοις δεῖ πρῶτον εἶναι καὶ τότε ἐναντία εἶναι καὶ τότε ὀνομάζεσθαι ἐναντία· ὅπερ γὰρ οὐκ ἔστι τι, οὐκ ὀνομάζεται. Ὀρθόδοξος· Μὴ ὂν εἰπὼν ὠνόμασας ἢ οὔ;

Μανιχαῖος· Ὠνόμασα κατὰ ἀπόφασιν, οὐ κατὰ κατάφασιν. Ὀρθόδοξος· Ἡ κατάφασις ἕξιν δηλοῖ καὶ ἡ ἀπόφασις στέρησιν; Μανιχαῖος· Ναί. Ὀρθόδοξος· Ἐναντία ἡ ἕξις τῇ στερήσει; Μανιχαῖος· Ναί. Ὀρθόδοξος· Ἐναντίον ἄρα τὸ μὴ ὂν τῷ ὄντι ὡς ἕξις στερήσει; Μανιχαῖος· Ναί. Ὀρθόδοξος· Τὸ κακὸν καθ᾽ ἕξιν λέγεται ἢ κατὰ στέρησιν;

Μανιχαῖος· Καθ᾽ ἕξιν. Ὀρθόδοξος· Τὸ καλὸν καθ᾽ ἕξιν λέγεται ἢ κατὰ στέρησιν; Μανιχαῖος· Καθ᾽ ἕξιν. Ὀρθόδοξος· Οὐκοῦν οὐ πάντη ἐναντίον τὸ κακὸν τῷ ἀγαθῷ· ἕξις γὰρ ἕξει οὐκ ἐναντίον. Μανιχαῖος· στέρησις καὶ ἔλλειψις ὁλοκληρίᾳ. Μανιχαῖος· Καὶ τί φῄς; Ὀρθόδοξος· Οὕτω καὶ τὸ κακὸν στέρησις μᾶλλον ἔσται καὶ οὕτως ἐναντίον τῷ ἀγαθῷ ὡς ἕξει στέρησις· τὸ γὰρ κακὸν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τοῦ ἀγαθοῦ στέρησις καὶ τὸ παντελὲς κακὸν παντελὴς τοῦ ἀγαθοῦ στέρησις. Διὸ τὸ κακόν φαμεν μὴ ὂν μᾶλλον ὡς στέρησιν τῆς φυσικῆς ἕξεως ἤπερ ὄν.