Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Κατὰ Σεβηριανῶν

Ἰωάννης ὁ Δαμασκηνός

Ανασκευή της διδασκαλίας των Σεβηριανών

Εισαγωγική απάντηση στους ισχυρισμούς του Σεβήρου και του Ιουλιανού Αλικαρνασσού σχετικά με τον αριθμό των φύσεων του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 3

ΕΠΙΛΥΣΙΣ πρὸς τοὺς λέγοντας, «Εἰ δύο φύσεις ὁ Χριστὸς, ἀνάγκη [Θεοῦ καὶ] ἀνθρώπου τρεῖς φύσεις, καὶ τοσαύτας λέγειν ἐνεργείας,» ὡς ὁ Σεβῆρος ἔφασκεν. Ὁ γὰρ ἄθλιος οὗτος Σεβῆρος ἁρπάσας τὸν θρόνον Ἀντιοχείας, τὴν κατὰ Μάνην καὶ Ἀπολινάριον καὶ Εὐτυχέα ἐκδικεῖν αἵρεσιν ἐπειρᾶτο, κυκῶν, ὅση δύναμις, τὴν τῶν Ἐκκλησιῶν εἰρήνην. Ἐξελασθεὶς δὲ τῆς Ἀντιοχέων ὡς στασιώδης, τῇ Ἀλεξανδρείᾳ λαίλαπος δίκην ἐνέσκηψεν· ἔνθα καὶ ἑτέρας καταιγίδος ἀντιπνευσάσης τῷ λαῷ συνέχεε πάντα καὶ ἐθορύβησεν Ἰουλιανός τις καλούμενος, Ἁλικαρνασσοῦ τῆς Ἀσίας ἐπίσκοπος, τῆς δὲ Εὐτυχιανῆς κακοδοξίας προστάτης εὐθυμότατος. Σεβήρου γὰρ μίαν φύσιν λέγοντος εἶναι Χριστὸν, καὶ τὴν ἐν Χριστῷ διαφορὰν δεχομένου, Ἰουλιανοῦ δὲ, μίαν μὲν κατὰ Σεβῆρον φάσκοντος φύσιν, ἀναιροῦντος δὲ τὴν διαφορὰν, αἴτιοι πάσης ταραχῆς καὶ ζάλης γεγόνασιν οἱ ἀνόσιοι, «μὴ νοοῦντες, κατὰ τὸ δὴ λεγόμενον, μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται·» λαμβάνοντες εἰς παράδειγμα τῆς θείας ἑνώσεως τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, καί φασιν· Οὐκοῦν τρεῖς ὁμολογεῖτε φύσεις. Ἀλλ᾽ ἴστωσαν οἱ ἀμαθεῖς καὶ ἀπαίδευτοι, ὅτι δύο φύσεις ἡμεῖς λέγομεν· οὐ Θεοῦ καὶ σαρκὸς, οὔτε μὲν Θεοῦ καὶ ψυχῆς· ἀλλὰ Θεοῦ καὶ ἀνθρώπου. Οὐδὲ γάρ ἐστι κυρίως ἀνθρώπου φύσις, ἡ τοῦ μέρους φύσις.