Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Η θεολογία της προσκυνήσεως και η διάκριση λατρείας και τιμής

Κατηγοριοποίηση της προσκύνησης σε λατρευτική, που ανήκει αποκλειστικά στον Τριαδικό Θεό, και σε τιμητική, που απονέμεται σε αγίους, λείψανα και ιερά αντικείμενα. Ακολουθεί προτροπή για προσήλωση στην εκκλησιαστική παράδοση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 9 από 20

Τίς πρῶτος ἐποίησεν εἰκόνα; Αὐτὸς ὁ θεὸς πρῶτος ἐγέννησε τὸν μονογενῆ υἱὸν καὶ λόγον αὐτοῦ, εἰκόνα αὐτοῦ ζῶσαν, φυσικήν, ἀπαράλλακτον χαρακτῆρα τῆς αὐτοῦ ἀιδιότητος, ἐποίησέ τε τὸν ἄνθρωπον κατ᾽ εἰκόνα αὑτοῦ καὶ καθ᾽ ὁμοίωσιν. Καὶ Ἀδὰμ εἶδε θεὸν καὶ ἤκουσε τῆς φωνῆς τῶν ποδῶν αὐτοῦ περιπατοῦντος τὸ δειλινὸν καὶ ἐκρύβη ἐν τῷ παραδείσῳ, καὶ Ἰακὼβ εἶδε καὶ ἐπάλαισε μετὰ τοῦ θεοῦ—δῆλον δέ, ὅτι ὡς ἄνθρωπος ἐφάνη αὐτῷ ὁ θεός—, καὶ Μωσῆς ὡς ὀπίσθια ἀνθρώπου εἶδε, καὶ Ἡσαΐας ὡς ἄνθρωπον εἶδε καθήμενον ἐπὶ θρόνου, καὶ Δανιὴλ ὁμοίωμα ἀνθρώπου εἶδε καὶ ὡς υἱὸν ἀνθρώπου ἐλθόντα ἐπὶ τὸν παλαιὸν τῶν ἡμερῶν. Καὶ οὐ φύσιν θεοῦ εἶδέ τις, ἀλλὰ τὸν τύπον καὶ τὴν εἰκόνα τοῦ μέλλοντος ἔσεσθαι· ἔμελλε γὰρ ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ ὁ ἀόρατος ἄνθρωπος γίνεσθαι ἐν ἀληθείᾳ, ἵν᾽ ἑνωθῇ τῇ φύσει ἡμῶν καὶ ὁραθῇ ἐπὶ γῆς. Προσεκύνησαν οὖν πάντες οἱ ἰδόντες τὸν τύπον καὶ τὴν εἰκόνα τοῦ μέλλοντος, καθὼς Παῦλός φησιν ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ· «Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς εὐαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι.» Ἐγὼ οὖν οὐ μὴ ποιήσω εἰκόνα τοῦ δι᾽ ἐμὲ ὀφθέντος σαρκὸς φύσει καὶ προσκυνήσω καὶ τιμήσω αὐτὸν διὰ τῆς εἰς τὴν εἰκόνα αὐτοῦ τιμῆς καὶ προσκυνήσεως;

Εἶδεν Ἀβραὰμ οὐ φύσιν θεοῦ («θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε»), ἀλλ᾽ εἰκόνα θεοῦ καὶ πεσὼν προσεκύνησεν. Εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ οὐ φύσιν ἀγγέλου, ἀλλ᾽ εἰκόνα (φύσις γὰρ ἀγγέλου σωματικοῖς οὐχ ὁρᾶται ὀφθαλμοῖς) καὶ πεσὼν προσεκύνησεν, ὁμοίως καὶ Δανιήλ (ἄγγελος δὲ οὐ θεός, ἀλλὰ κτίσμα καὶ δοῦλος θεοῦ καὶ παραστάτης), προσεκύνησε δὲ οὐχ ὡς θεῷ, ἀλλ᾽ ὡς θεοῦ παραστάτῃ καὶ λειτουργῷ. Κἀγὼ μὴ ποιήσω εἰκόνα τῶν φίλων τοῦ Χριστοῦ καὶ μὴ προσκυνήσω οὐχ ὡς θεοῖς, ἀλλ᾽ ὡς εἰκόσι φίλων θεοῦ; Οὔτε γὰρ Ἰησοῦς οὔτε Δανιὴλ ὡς θεοῖς προσεκύνησαν τοῖς ὀφθεῖσιν ἀγγέλοις, οὐδὲ ἐγὼ ὡς θεῷ προσκυνῶ τῇ εἰκόνι, ἀλλὰ διὰ τῆς εἰκόνος καὶ τῶν ἁγίων τῷ θεῷ προσάγω τὴν προσκύνησιν καὶ τὴν τιμήν, δι᾽ ὃν καὶ τοὺς αὐτοῦ φίλους σέβω καὶ δι᾽ αἰδοῦς ἄγω. Οὐχ ἡνώθη φύσει ἀγγέλων ὁ θεός, ἡνώθη δὲ φύσει ἀνθρώπων. Οὐκ ἐγένετο ὁ θεὸς ἄγγελος, ἐγένετο δὲ ὁ θεὸς φύσει καὶ ἀληθείᾳ ἄνθρωπος. «Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.» Οὐκ ἐγένετο φύσις ἀγγέλων υἱὸς θεοῦ καθ᾽ ὑπόστασιν, ἐγένετο δὲ φύσις ἀνθρώπου υἱὸς θεοῦ καθ᾽ ὑπόστασιν.

Οὐ μετέσχον ἄγγελοι οὐδὲ ἐγένοντο θείας κοινωνοὶ φύσεως, ἀλλ᾽ ἐνεργείας καὶ χάριτος, ἄνθρωποι δὲ μετέχουσι καὶ κοινωνοὶ θείας φύσεως γίνονται, ὅσοι μεταλαμβάνουσι τὸ σῶμα τοῦ Χριστοῦ τὸ ἅγιον καὶ πίνουσι τὸ αἷμα αὐτοῦ τὸ τίμιον· θεότητι γὰρ καθ᾽ ὑπόστασιν ἥνωται καὶ δύο φύσεις ἐν τῷ μεταλαμβανομένῳ ὑφ᾽ ἡμῶν σώματι τοῦ Χριστοῦ ἡνωμέναι καθ᾽ ὑπόστασίν εἰσιν ἀδιασπάστως καὶ τῶν δύο φύσεων μετέχομεν, τοῦ σώματος σωματικῶς, τῆς θεότητος πνευματικῶς, μᾶλλον δὲ ἀμφοῖν κατ᾽ ἄμφω, οὐ καθ᾽ ὑπόστασιν ταυτιζόμενοι (ὑφιστάμεθα γὰρ πρῶτον καὶ τότε ἑνούμεθα), ἀλλὰ κατὰ συνανάκρασιν τοῦ σώματος καὶ αἵματος. Καὶ πῶς οὐ μείζονες ἀγγέλων οἱ φυλάττοντες διὰ τῆς τηρήσεως τῶν ἐντολῶν εἰλικρινῆ τὴν ἕνωσιν;

Ἡ μὲν φύσις ἡμῶν βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένη διὰ τὸν θάνατον καὶ τὴν τοῦ σώματος παχύτητα, ἀλλ᾽ εὐδοκίᾳ καὶ συναφείᾳ θεοῦ γέγονεν ἀγγέλων μείζων· παρίστανται γὰρ αὐτῇ μετὰ φόβου καὶ τρόμου ἄγγελοι καθημένῃ ἐπὶ τοῦ θρόνου τῆς δόξης ἐν τῷ Χριστῷ καὶ παραστήσονται ἔντρομοι ἐν τῇ κρίσει· οὐ συγκαθεύδοντες οὐδὲ κοινωνοὶ τῆς θείας δόξης ὑπὸ τῆς γραφῆς ἐρρήθησαν («εἰσὶ γὰρ πάντες λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν») οὐδ᾽ ὅτι συμβασιλεύσουσιν οὐδ᾽ ὅτι συνδοξασθήσονται οὐδ᾽ ὅτι ἐπὶ τῆς τραπέζης τοῦ πατρὸς καθίσουσιν, οἱ δὲ ἅγιοι υἱοὶ θεοῦ, υἱοὶ τῆς βασιλείας καὶ κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ. Τιμῶ οὖν τοὺς ἁγίους καὶ συνδοξάζω τοὺς δούλους καὶ φίλους καὶ συγκληρονόμους Χριστοῦ, τοὺς δούλους ἐκ φύσεως καὶ φίλους ἐκ προαιρέσεως καὶ υἱοὺς καὶ κληρονόμους ἐκ θείας χάριτος, ὥς φησιν ὁ κύριος πρὸς τὸν πατέρα.

Εἰπόντες τοίνυν περὶ εἰκόνος εἴπωμεν καὶ περὶ προσκυνήσεως, καὶ πρῶτον, τί ἐστι προσκύνησις. Περὶ προσκυνήσεως, τί ἐστι προσκύνησις; Προσκύνησις τοίνυν ἐστὶ σημεῖον ὑποπτώσεως, τουτέστιν ὑποβάσεως καὶ ταπεινώσεως. Τρόποι δὲ προσκυνήσεώς εἰσι πλεῖστοι.

Πόσοι τρόποι προσκυνήσεως; Πρῶτος τρόπος προσκυνήσεως ὁ κατὰ λατρείαν, ἣν προσάγομεν μόνῳ τῷ φύσει προσκυνητῷ θεῷ, καὶ οὗτος κατὰ διαφόρους τρόπους. Πρῶτον μὲν κατὰ τὸν τῆς δουλείας· προσκυνοῦσι γὰρ αὐτῷ πάντα τὰ κτίσματα ὡς δοῦλοι δεσπότῃ, «ὅτι τὰ σύμπαντα» γάρ, φησί, «δοῦλα σά», καὶ οἱ μὲν ἑκουσίως, οἱ δὲ ἀκουσίως. Οἱ μὲν γνώσει ἑκουσίως προσκυνοῦσιν ὡς οἱ εὐσεβεῖς, οἱ δὲ ἐπιγινώσκοντες καὶ μὴ θέλοντες ἀκουσίως προσκυνοῦσιν ὡς οἱ δαίμονες· ἄλλοι μὴ εἰδότες τὸν φύσει θεὸν προσκυνοῦσιν ἀκουσίως, ὃν ἀγνοοῦσιν.

Δεύτερος τρόπος ὁ κατὰ θαῦμα καὶ πόθον, καθ᾽ ὃν προσκυνοῦμεν τῷ θεῷ διὰ τὴν φυσικὴν δόξαν αὐτοῦ· μόνος γάρ ἐστι δεδοξασμένος οὐκ ἔκ τινος ἔχων τὴν δόξαν, ἀλλ᾽ αὐτὸς ὢν πάσης δόξης αἴτιος καὶ παντὸς ἀγαθοῦ φῶς ἀκατάληπτον, γλυκασμὸς ἀνείκαστος, κάλλος ἀμήχανον, ἀγαθότητος ἄβυσσος, σοφία ἀνεξιχνίαστος, ἀπειροδύναμος δύναμις, μόνος ἄξιος δι᾽ ἑαυτὸν θαυμάζεσθαι προσκυνεῖσθαί τε καὶ δοξάζεσθαι καὶ ποθεῖσθαι.

Τρίτος τρόπος ὁ τῆς εὐχαριστίας ὑπὲρ τῶν γεγονότων εἰς ἡμᾶς ἀγαθῶν· πάντα γὰρ τὰ ὄντα χρεωστεῖ εὐχαριστεῖν τῷ θεῷ καὶ προσφέρειν ἀένναον προσκύνησιν, ὅτι τε ἐξ αὐτοῦ ἔχει τὸ εἶναι τὰ πάντα καὶ ἐν αὐτῷ συνίσταται καὶ πᾶσι μεταδίδωσιν ἀφθόνως τῶν ἑαυτοῦ δωρεῶν καὶ δίχα αἰτήσεως καὶ θέλει πάντας σωθῆναι καὶ μετέχειν τῆς ἑαυτοῦ ἀγαθότητος καὶ μακροθυμεῖ ἐφ᾽ ἡμῖν ἁμαρτάνουσι καὶ ἀνατέλλει τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ ὅτι ὁ υἱὸς τοῦ θεοῦ δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γέγονε καὶ θείας κοινωνοὺς φύσεως ἐποίησεν ἡμᾶς, ὅτι «ὅμοιοι αὐτῷ ἐσόμεθα», ὥς φησιν Ἰωάννης ὁ θεολόγος ἐν τῇ καθολικῇ ἐπιστολῇ.

Τέταρτος τρόπος ὁ κατ᾽ ἔνδειαν καὶ ἐλπίδα εὐεργεσιῶν, καθ᾽ ἃς ἐπιγινώσκοντες, ὡς οὐ δυνάμεθα ἐκτὸς αὐτοῦ ποιεῖν οὐδὲν ἢ ἔχειν ἀγαθόν, προσκυνοῦμεν αἰτοῦντες παρ᾽ αὐτοῦ ἕκαστος, οὗ αἰσθάνεται ἐνδεῶς ἔχειν καὶ ὃ ποθεῖ, ῥυσθῆναί τε κακῶν καὶ τυχεῖν ἀγαθῶν.

Πέμπτος τρόπος ὁ τῆς μετανοίας καὶ τῆς ἐξομολογήσεως· ἁμαρτάνοντες γὰρ προσκυνοῦμεν καὶ προσπίπτομεν τῷ θεῷ δεόμενοι συγχωρηθῆναι τὰ πταίσματα ὡς δοῦλοι εὐγνώμονες. Καὶ οὗτος ὁ τρόπος τρισσός ἐστιν· ἢ γὰρ κατ᾽ ἀγάπην λυπεῖταί τις ἢ ὡς μὴ ἀποτύχῃ τῶν τοῦ θεοῦ εὐεργεσιῶν ἢ δεδιὼς τὰς κολάσεις. Καὶ ἔστιν ὁ μὲν πρῶτος ἐξ εὐγνωμοσύνης καὶ πόθου αὐτοῦ τοῦ θεοῦ καὶ υἱϊκῆς διαθέσεως, ὁ δεύτερος μισθωτικῆς, ὁ δὲ τρίτος δουλικῆς.

Πόσα τὰ προσκυνούμενα εὑρίσκομεν ἐν τῇ γραφῇ καὶ κατὰ πόσους τρόπους προσάγομεν προσκύνησιν κτίσμασι; Πρῶτον μέν, ἐφ᾽ οἷς ἀναπέπαυται ὁ θεὸς ὁ μόνος ἅγιος καὶ «ἐν ἁγίοις ἀναπαυόμενος» ὡς τῇ ἁγίᾳ θεοτόκῳ καὶ πᾶσι τοῖς ἁγίοις. Οὗτοι δέ εἰσιν οἱ κατὰ τὸ δυνατὸν ὁμοιωθέντες θεῷ ἔκ τε τῆς ἑαυτῶν προαιρέσεως καὶ τῆς θεοῦ ἐνοικήσεως καὶ συνεργίας, οἵτινες καὶ θεοὶ λέγονται ἀληθῶς, οὐ φύσει, ἀλλὰ θέσει, ὡς πῦρ λέγεται ὁ πεπυρακτωμένος σίδηρος, οὐ φύσει, ἀλλὰ θέσει καὶ μεθέξει πυρός· φησὶ γάρ· «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι.» Τοῦτο πρῶτον, ἡ προαίρεσις. Εἶτα παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν ὁ θεὸς συνεργεῖ εἰς τὸ ἀγαθόν, εἶτα «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω», καὶ «ναοί ἐσμεν θεοῦ καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ἡμῖν», εἶτα «ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν», καὶ «ὅσα ποιῶ, καὶ ὑμεῖς ποιήσετε καὶ μείζονα τούτων ποιήσετε», εἶτα «ζῶ ἐγώ», λέγει κύριος, «ἀλλ᾽ ἢ τοὺς δοξάζοντάς με δοξάσω», καὶ «εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν», καὶ «ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.»

Ὥσπερ τοίνυν ἀληθῶς εἰσι θεοὶ οὐ φύσει, ἀλλ᾽ ὡς τοῦ φύσει θεοῦ μέτοχοι, οὕτως εἰσὶ προσκυνητοί, οὐχὶ φύσει, ἀλλ᾽ ὡς τὸν φύσει προσκυνητὸν ἐν ἑαυτοῖς ἔχοντες, ὥσπερ ὁ πεπυρακτωμένος σίδηρος οὐ φύσει ἐστὶν ἀπρόσιτος ἁφῇ καὶ καυστικός, ἀλλ᾽ ὡς μετέχων τοῦ φύσει καυστικοῦ. Προσκυνοῦνται οὖν ὡς δεδοξασμένοι ὑπὸ θεοῦ, ὡς ὑπὸ θεοῦ γενόμενοι τοῖς ὑπεναντίοις φοβεροὶ καὶ εὐεργέται τοῖς πίστει προσιοῦσιν οὐχ ὡς φύσει θεοῖς καὶ εὐεργέταις, ἀλλ᾽ ὡς θεράπουσι καὶ λειτουργοῖς θεοῦ καὶ τὴν ἐξ ἀγάπης πρὸς αὐτὸν εὐμοιρήσασι παρρησίαν. Προσκυνοῦμεν οὖν αὐτοῖς, ἐπειδὴ θεραπεύεται ὁ βασιλεὺς θεωρῶν προσκυνούμενον τὸν ἠγαπημένον αὐτῷ θεράποντα οὐχ ὡς βασιλέα, ἀλλ᾽ ὡς λειτουργὸν ὑπήκοον καὶ εὐνοϊκὸν φίλον. Καὶ λαμβάνουσι τὰς αἰτήσεις οἱ προσιόντες πίστει, εἴτε τοῦ θεράποντος αἰτοῦντος τοῦτο παρὰ τοῦ βασιλέως, εἴτε τοῦ βασιλέως ἀποδεχομένου τὴν τιμὴν καὶ τὴν πίστιν τοῦ ζητοῦντος παρὰ τοῦ θεράποντος αὐτοῦ· δι᾽ αὐτὸν γὰρ ᾔτησεν. Οὕτω διὰ τῶν ἀποστόλων οἱ προσιόντες ἐτύγχανον τῶν ἰάσεων. Οὕτως ἡ σκιὰ καὶ τὰ σουδάρια καὶ τὰ σιμικίνθια τῶν ἀποστόλων ἐπήγαζον τὰ ἰάματα.

Ὅσοι δὲ ἀνταρτικῶς καὶ ἀποστατικῶς θέλουσι προσκυνεῖσθαι ὡς θεοί, οὗτοί εἰσιν ἀπροσκύνητοι καὶ τοῦ αἰωνίου πυρὸς ἄξιοι. Καὶ ὅσοι καταφρονητικῶς ὑπερηφάνῳ φρονήματι μὴ προσκυνοῦσι τοῖς θεοῦ θεράπουσιν, ὡς ἀλαζόνες καὶ ὑπερήφανοι, ὡς εἰς θεὸν ἀσεβοῦντες καταδικάζονται. Καὶ μαρτυροῦσιν οἱ παῖδες οἱ Ἐλισσαίου καταφρονητικῶς καταβοήσαντες καὶ βορὰ τοῖς ἄρκτοις γενόμενοι.

Δεύτερος τρόπος, καθ᾽ ὃν προσκυνοῦμεν κτίσματα, δι᾽ ὧν καὶ ἐν οἷς ἐνήργησεν ὁ θεὸς τὴν σωτηρίαν ἡμῶν εἴτε πρὸ τῆς τοῦ κυρίου παρουσίας, εἴτε μετὰ τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν, ὡς τὸ Σιναῖον ὄρος καὶ τὴν Ναζαρέτ, τὴν φάτνην τὴν ἐν Βηθλεὲμ καὶ τὸ σπήλαιον, τὸν Γολγοθὰ τὸν ἅγιον, τοῦ σταυροῦ τὸ ξύλον, τοὺς ἥλους, τὸν σπόγγον, τὸν κάλαμον, τὴν λόγχην τὴν ἱερὰν καὶ σωτήριον, τὴν ἐσθῆτα, τὸν χιτῶνα, τὰς σινδόνας, τὰ σπάργανα, τὸν τάφον τὸν ἅγιον, τὴν πηγὴν τῆς ἡμῶν ἀναστάσεως, τὸν λίθον τοῦ μνήματος, τὴν Σιὼν τὸ ὄρος τὸ ἅγιον, τὸ τῶν ἐλαιῶν αὖθις ὄρος, τὴν προβατικὴν καὶ Γεθσημανῆς τὸ ὄλβιον τέμενος. Ταῦτα καὶ τὰ τοιαῦτα σέβω καὶ προσκυνῶ καὶ πάντα ναὸν θεοῦ ἅγιον καὶ πᾶν, ἐφ᾽ ᾧ θεὸς ὀνομάζεται, οὐ διὰ τὴν αὐτῶν φύσιν, ἀλλὰ ὅτι θείας ἐνεργείας εἰσὶ δοχεῖα καὶ δι᾽ αὐτῶν καὶ ἐν αὐτοῖς ηὐδόκησεν ὁ θεὸς τὴν σωτηρίαν ἡμῶν κατεργάσασθαι. Καὶ ἀγγέλους γὰρ καὶ ἀνθρώπους καὶ πᾶσαν ὕλην τῆς θείας ἐνεργείας μέτοχον καὶ διακονησαμένην τὴν σωτηρίαν μου σέβω καὶ προσκυνῶ διὰ τὴν θείαν ἐνέργειαν. Οὐ προσκυνῶ Ἰουδαίοις· οὐ γὰρ θείας εἰσὶν ἐνεργείας μέτοχοι οὐδὲ σκοπῷ τῆς ἐμῆς σωτηρίας τὸν κύριον τῆς δόξης, τὸν θεόν μου, ἐσταύρωσαν, φθόνῳ δὲ μᾶλλον καὶ μίσει πρὸς τὸν θεὸν καὶ εὐεργέτην βαλλόμενοι. «

Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου», φησὶν ὁ Δαυίδ, «καὶ τόπον σκηνώματος δόξης σου,» καὶ «προσκυνήσατε εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ», καὶ «προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ.» Ὄρος ἅγιον ἔμψυχον θεοῦ ἡ ἁγία θεοτόκος, ὄρη θεοῦ λογικὰ οἱ ἀπόστολοι· «τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Τρίτος τρόπος, καθ᾽ ὃν προσκυνοῦμεν τὰ τῷ θεῷ ἀνακείμενα, τὰ ἱερά φημι εὐαγγέλια καὶ τὰς λοιπὰς βίβλους· «ἐγράφησαν γὰρ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησαν.» Δίσκοι τε καὶ ποτήρια, θυμιατοί, λυχνίαι καὶ τράπεζαι, δῆλον γάρ, ὡς πάντα ταῦτα σεβάσμια· ὅρα γάρ, ὅτε Βαλτάσαρ ἐποίησεν ὑπηρετηθῆναι τὸν λαὸν τοῖς σκεύεσιν τοῖς ἱερατικοῖς, πῶς καθεῖλεν ὁ θεὸς τὴν βασιλείαν αὐτοῦ.

Τέταρτος τρόπος, καθ᾽ ὃν προσκυνοῦνται αἱ εἰκόνες αἱ ὀφθεῖσαι τοῖς προφήταις (ἐν εἰκονικῇ γὰρ ὁράσει εἶδον θεόν) καὶ αἱ τῶν ἐσομένων εἰκόνες, ὡς ἡ ῥάβδος Ἀαρὼν εἰκονίζουσα τὸ τῆς παρθένου μυστήριον καὶ ἡ στάμνος καὶ ἡ τράπεζα· καὶ Ἰακὼβ δὲ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου, τύπος δὲ ἦν τοῦ σωτῆρος. Ἔτι δὲ τῶν γεγονότων εἰκόνες εἰς μνημόσυνον· αὐτὴ γὰρ ἡ σκηνὴ εἰκὼν ἦν παγκόσμιος («ὅρα» γάρ, φησὶ τῷ Μωσῇ, «τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει») καὶ τὰ χερουβὶμ τὰ χρυσᾶ, ἔργον χωνευτόν, καὶ τὰ χερουβὶμ ἐν τῷ καταπετάσματι ἔργον ὑφαντόν.

Οὕτω προσκυνοῦμεν τὸν τύπον τοῦ σταυροῦ τὸν τίμιον, τοῦ τε σωματικοῦ χαρακτῆρος τοῦ θεοῦ μου τὸ ὁμοίωμα καὶ τῆς αὐτὸν κατὰ σάρκα τεκούσης καὶ τῶν αὐτοῦ θεραπόντων. Πέμπτος τρόπος, καθ᾽ ὃν προσκυνοῦμεν ἀλλήλοις ὡς μοῖραν θεοῦ ἔχουσι καὶ κατ᾽ εἰκόνα θεοῦ γεγενημένοις ἀλλήλοις τε ταπεινούμενοι καὶ νόμον πληροῦντες ἀγάπης.

Ἕκτος τρόπος τῶν ἐν ἀρχαῖς καὶ ἐξουσίαις ὄντων («ἀπόδοτε» γάρ, φησί, «πᾶσι τὰς ὀφειλάς, τῷ τὴν τιμὴν τὴν τιμήν»), ὡς Ἰακὼβ τῷ τε Ἠσαῦ ὡς προγενεστέρῳ ἀδελφῷ καὶ Φαραὼ ὑπὸ θεοῦ χειροτονηθέντι ἄρχοντι προσεκύνησεν.

Ἕβδομος τρόπος, καθ᾽ ὃν τοῖς δεσπόταις οἱ δοῦλοι καὶ τοῖς εὐεργέταις καί, ὧν ἂν δέοιντο, οἱ δεόμενοι ὡς Ἀβραὰμ τοῖς υἱοῖς Ἑμμώρ, ὅτε τὸ διπλοῦν ὠνήσατο σπήλαιον. Καὶ ἁπλῶς εἰπεῖν, φόβου καὶ πόθου καὶ τιμῆς ἐστιν ἡ προσκύνησις σύμβολον ὑποπτώσεώς τε καὶ ταπεινώσεως, ἀλλ᾽ οὐδενὶ δεῖ προσκυνεῖν ὡς θεῷ εἰ μὴ μόνῳ τῷ φύσει θεῷ, πᾶσι δὲ ὀφειλὴν ἀπονέμειν διὰ τὸν κύριον.

Ὁρᾶτε, πόση ἰσχὺς καὶ ποία θεία ἐνέργεια τοῖς πίστει καὶ καθαρῷ συνειδότι προσιοῦσι ταῖς τῶν ἁγίων εἰκόσι δίδοται. Διό, ἀδελφοί, στῶμεν ἐν τῇ πέτρᾳ τῆς πίστεως καὶ τῇ παραδόσει τῆς ἐκκλησίας μὴ μεταίροντες ὅρια, ἃ ἔθεντο οἱ ἅγιοι πατέρες ἡμῶν, μὴ διδόντες τόπον τοῖς βουλομένοις καινοτομεῖν καὶ καταλύειν τὴν οἰκοδομὴν τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας· εἰ γὰρ δοθῇ ἄδεια παντὶ βουλομένῳ, κατὰ μικρὸν ὅλον τὸ σῶμα τῆς ἐκκλησίας καταλυθήσεται. Μή, ἀδελφοί, μή, τέκνα φιλόχριστα τῆς ἐκκλησίας, μὴ καταισχύνητε τὴν μητέρα ὑμῶν, μὴ καθέλητε τὸν κόσμον αὐτῆς. Δέξασθε αὐτὴν δι᾽ ἐμοῦ πρεσβεύουσαν.

Μάθετε, τί φησι περὶ αὐτῆς ὁ θεός· «Ὅλη εἶ καλή, ἡ πλησίον μου, καὶ οὐκ ἔστιν ἐν σοὶ μῶμος.» Προσκυνήσωμεν καὶ λατρεύσωμεν μόνῳ τῷ κτίστῃ καὶ δημιουργῷ ὡς φύσει προσκυνητῷ θεῷ. Προσκυνήσωμεν καὶ τῇ ἁγίᾳ θεοτόκῳ οὐχ ὡς θεῷ, ἀλλ᾽ ὡς μητρὶ θεοῦ κατὰ σάρκα. Ἔτι προσκυνήσωμεν καὶ τοῖς ἁγίοις ὡς ἐκλεκτοῖς φίλοις θεοῦ καὶ τὴν πρὸς αὐτὸν κεκτημένοις παρρησίαν. Εἰ γὰρ βασιλεῦσι φθαρτοῖς πολλάκις καὶ ἀσεβέσι καὶ ἁμαρτωλοῖς καὶ τοῖς ὑπ᾽ αὐτῶν χειροτονουμένοις ἄρχουσι καὶ τοῖς τούτων λαβράτοις προσκυνοῦσιν ἄνθρωποι κατὰ τὸ θεῖον τοῦ ἀποστόλου λόγιον· «Ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθε», καὶ «ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὴν τιμὴν τὴν τιμήν, τῷ τὸν φόβον τὸν φόβον», καὶ «ἀπόδοτε τὰ καίσαρος καίσαρι», ὥς φησιν ὁ κύριος, «καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ», πόσῳ μᾶλλον ἐχρῆν προσκυνεῖν τῷ βασιλεῖ τῶν βασιλευόντων ὡς μόνῳ φύσει δεσπόζοντι καὶ τοῖς αὐτοῦ δούλοις καὶ φίλοις τοῖς βασιλεύσασι τῶν παθῶν καὶ κατασταθεῖσιν ἄρχουσι πάσης τῆς γῆς («καταστήσεις γὰρ αὐτούς», φησὶν ὁ Δαυίδ, «ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν»), κατὰ δαιμόνων καὶ νόσων ἐξουσίαν λαβοῦσι καὶ συμβασιλεύσουσι Χριστῷ βασιλείαν ἄφθαρτον καὶ ἀκατάλυτον, ὧν ἡ σκιὰ μόνη ἀπήλαυνε νόσους καὶ δαίμονας; Μὴ οὖν σκιᾶς ἀσθενεστέραν καὶ ἀτιμωτέραν λογισώμεθα τὴν εἰκόνα· σκιογραφεῖ γὰρ ἀληθῶς τὸ πρωτότυπον.

Ἀδελφοί, ὁ χριστιανὸς πίστις ἐστίν· ὁ οὖν πίστει προσερχόμενος κερδανεῖ πολλά, «ὁ δὲ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ», ὃς οὐ μὴ λήψεται οὐδέν· πάντες γὰρ οἱ ἅγιοι διὰ πίστεως εὐηρέστησαν τῷ θεῷ. Δεξώμεθα οὖν τὴν παράδοσιν τῆς ἐκκλησίας ἐν εὐθύτητι καρδίας καὶ μὴ ἐν πολλοῖς λογισμοῖς· ὁ θεὸς γὰρ ἐποίησε τὸν ἄνθρωπον εὐθῆ, αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. Μὴ καταδεξώμεθα νέαν πίστιν μαθεῖν ὡς κατεγνωσμένης τῆς τῶν ἁγίων πατέρων παραδόσεως· φησὶ γὰρ ὁ θεῖος ἀπόστολος· «Εἴ τις ὑμᾶς εὐαγγελίζεται, παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.» Προσκυνοῦμεν οὖν ταῖς εἰκόσιν οὐ τῇ ὕλῃ προσφέροντες τὴν προσκύνησιν, ἀλλὰ δι᾽ αὐτῶν τοῖς ἐν αὐταῖς εἰκονιζομένοις. «Ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει», καθώς φησιν ὁ θεῖος Βασίλειος.

Ὑμᾶς δέ, ὦ ἱερώτατον τοῦ Χριστοῦ ποίμνιον, ὁ χριστώνυμος λαός, τὸ ἔθνος τὸ ἅγιον, τὸ σῶμα τῆς ἐκκλησίας, ἐμπλήσαι Χριστὸς τῆς χαρᾶς τῆς αὐτοῦ ἀναστάσεως καὶ καταξιώσαι ἑπομένους τοῖς ἴχνεσι τῶν ἁγίων τῶν ποιμένων τε καὶ διδασκάλων τῆς ἐκκλησίας, προαγομένους τυχεῖν τῆς δόξης αὐτοῦ ἐν ταῖς λαμπρότησι τῶν ἁγίων, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν τῇ αὐτοῦ χάριτι αἰωνίως αὐτὸν δοξάζοντας σὺν τῷ ἀνάρχῳ πατρί, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.