Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Πατερικές μαρτυρίες περί συμβόλων και εικόνων: Διονύσιος Αρεοπαγίτης και Μέγας Βασίλειος

Παράθεση των πρώτων αποδεικτικών κειμένων από την πατερική γραμματεία, εστιάζοντας στη διδασκαλία του αγίου Διονυσίου περί αισθητών συμβόλων και του Μεγάλου Βασιλείου περί της τιμής που διαβαίνει στο πρωτότυπο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 10 από 20

Εἰπόντες περὶ τῆς διαφορᾶς τῶν εἰδώλων καὶ τῶν εἰκόνων καὶ διδάξαντες τὸν ὅρον τῶν εἰκόνων ὥρα δὴ ἐπενεγκεῖν καὶ τὰς χρήσεις, καθάπερ ὑπεσχόμεθα. Τοῦ ἁγίου Διονυσίου, ἐπισκόπου Ἀθηνῶν, ἐκ τῆς πρὸς Ἰωάννην τὸν ἀπόστολον καὶ θεολόγον ἐπιστολῆς· Ἀληθῶς ἐμφανεῖς εἰκόνες εἰσὶ τὰ ὁρατὰ τῶν ἀοράτων.

Τοῦ ἁγίου Διονυσίου τοῦ Ἀρεοπαγίτου ἐκ τῆς πρὸς Τίτον ἐπιστολῆς· Χρὴ τοιγαροῦν καὶ ἡμᾶς ἀντὶ τῆς δημώδους περὶ αὐτῶν ὑπολήψεως εἴσω τῶν ἱερῶν συμβόλων ἱεροπρεπῶς διαλαβεῖν καὶ μηδὲ ἀτιμάζειν αὐτὰ τῶν θείων ὄντα χαρακτήρων ἔκγονα καὶ ἀποτυπώματα καὶ εἰκόνας ἐμφανεῖς τῶν ἀπορρήτων καὶ ὑπερφυῶν θεαμάτων. (Σχόλιον) Ἴδε, ὡς ἔφη μὴ ἀτιμάζειν τὰς τῶν τιμίων εἰκόνας.

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ θείων ὀνομάτων· Ταύτης καὶ ἡμεῖς μεμυήμεθα· νῦν μὲν ἀναλόγως ἡμῖν διὰ τῶν ἱερῶν παραπετασμάτων τῆς τῶν λογίων καὶ ἱεραρχικῶν παραδόσεων φιλανθρωπίας αἰσθητοῖς τὰ νοητὰ καὶ τοῖς οὖσι τὰ ὑπερούσια περικαλυπτούσης καὶ μορφὰς καὶ τύπους τοῖς ἀμορφώτοις τε καὶ ἀτυπώτοις περιτιθείσης καὶ τὴν ὑπερφυᾶ καὶ ἀσχημάτιστον ἁπλότητα τῇ ποικιλίᾳ τῶν μεριστῶν συμβόλων πληθυούσης τε καὶ διαπλαττούσης. (Σχόλιον) Εἰ φιλανθρωπίας ἐστὶ τὸ τοῖς ἀτυπώτοις καὶ ἀμορφώτοις καὶ τοῖς ἁπλοῖς καὶ ἀσχηματίστοις μορφὰς καὶ τύπους περιτιθέναι πρὸς τὴν ἡμετέραν ἀναλογίαν, πῶς τὰ μορφαῖς καὶ σχήμασιν ὁραθέντα μὴ ἀναλόγως ἡμῖν εἰκονίσομεν πρὸς μνήμην καὶ τὴν ἐκ τῆς μνήμης πρὸς ζῆλον κίνησιν;

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἐκκλησιαστικῆς ἱεραρχίας· Ἀλλ᾽ αἱ μὲν ὑπὲρ ἡμᾶς οὐσίαι καὶ τάξεις, ὧν ἤδη μνήμην ἱερὰν ἐποιησάμην, ἀσώματοί τέ εἰσι, καὶ νοητὴ καὶ ὑπερκόσμιός ἐστιν ἡ κατ᾽ αὐτὰς ἱεραρχία. Τὴν καθ᾽ ἡμᾶς δὲ ὁρῶμεν ἀναλόγως ἡμῖν αὐτοῖς τῇ τῶν αἰσθητῶν συμβόλων ποικιλίᾳ πληθυνομένην, ὑφ᾽ ὧν ἱεραρχικῶς ἐπὶ τὴν ἑνοειδῆ θέωσιν ἐν συμμετρίᾳ τῇ καθ᾽ ἡμᾶς ἀναγόμεθα θεόν τε καὶ θείαν ἀρετήν, αἱ μὲν ὡς νόες νοοῦσιν κατὰ τὸ αὐταῖς θεμιτόν, ἡμεῖς δὲ αἰσθηταῖς εἰκόσιν ἐπὶ τὰς θείας, ὡς δυνατόν, ἀναγόμεθα θεωρίας. (Σχόλιον) Εἰ τοίνυν ἀναλόγως ἡμῖν αὐτοῖς αἰσθηταῖς εἰκόσιν ἐπὶ τὴν θείαν καὶ ἄυλον ἀναγόμεθα θεωρίαν καὶ φιλανθρώπως ἡ θεία πρόνοια τοῖς ἀσχηματίστοις καὶ ἀτυπώτοις τύπους καὶ σχήματα τῆς ἡμῶν ἕνεκεν χειραγωγίας περιτίθησι, τί ἀπρεπὲς τὸν σχήματι καὶ μορφῇ ὑποκύψαντα καὶ φύσει ὁραθέντα ὡς ἄνθρωπον φιλανθρώπως δι᾽ ἡμᾶς εἰκονίζειν ἀναλόγως ἡμῖν αὐτοῖς;

Λόγος ἄνωθεν εἰς ἡμᾶς παραδεδομένος κάτεισιν, Αὔγαρον, τὸν Ἐδέσσης ἄνακτα, φήμῃ τῇ τοῦ κυρίου πρὸς θεῖον ἐκπυρσευθέντα ἔρωτα ἀπεσταλκέναι πρέσβεις τὴν αὐτοῦ ἐπίσκεψιν ἐξαιτοῦντας. Εἰ δὲ ἀρνηθείη τοῦτο δράσειν, τὸ τούτου κελεύει ὁμοίωμα ζωγράφῳ ἐκμάξασθαι· ὃ γνόντα τὸν πάντα εἰδότα καὶ πάντα δυνάμενον τὸ ῥάκος εἰληφέναι καὶ τῷ προσώπῳ προσενεγκάμενον ἐν τούτῳ τὸν οἰκεῖον ἐναπομάξασθαι χαρακτῆρα, ὃ καὶ μέχρι τοῦ νῦν σῴζεται.

Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ εἰς τὸν μακάριον Βαρλαὰμ τὸν μάρτυρα λόγου, οὗ ἡ ἀρχή· Πρότερον μὲν τῶν ἁγίων οἱ θάνατοι· Ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι, τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις· Ἀμαυρότερον παρ᾽ ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. Ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος παρ᾽ ὑμῶν νενικημένος γραφῇ· χαίρω τὴν τοιαύτην τῆς ὑμετέρας ἰσχύος σήμερον ἡττώμενος νίκην· ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ᾽ ὑμῶν γραφομένην τὴν πάλην· ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος. Κλαυσάτωσαν δαίμονες καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι. Φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω. Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τοὺς ἁγίους τεσσαράκοντα λόγου· Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπήγειραν πρὸς ἀνδρείαν ἑκάτεροι· ἃ γὰρ ὁ λόγος διὰ τῆς ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν 〈...〉 Τοῦ αὐτοῦ ἐκ τῶν πρὸς Ἀμφιλόχιον τριάκοντα κεφαλαίων περὶ τοῦ ἁγίου πνεύματος ἀπὸ κεφαλαίου ιζʹ· Ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς· οὔτε γὰρ τὸ κράτος σχίζεται οὔτε ἡ δόξα διαμερίζεται. Ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἐξουσία μία, οὕτως καὶ ἡ παρ᾽ ἡμῶν δοξολογία μία καὶ οὐ πολλαί, διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. Ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, τοῦτο ἐκεῖ φυσικῶς ὁ υἱός. Καὶ ὥσπερ ἐπὶ τῶν τεχνητῶν κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτω καὶ ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις. (Σχόλιον) Ὥσπερ οὖν «ὁ μὴ τιμῶν τὸν υἱόν», καθώς φησιν ὁ κύριος, «οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν», οὕτως καὶ ὁ μὴ τιμῶν τὴν εἰκόνα οὐδὲ τὸν εἰκονιζόμενον τιμᾷ. Ἀλλ᾽ ἴσως ἐρεῖ τις· Τιμᾶν τὴν εἰκόνα τοῦ Χριστοῦ ἀνάγκη, οὐχὶ δὲ καὶ τῶν ἁγίων. Ὢ τῆς ἀφροσύνης. Ἄκουσον τοῦ κυρίου λέγοντος τοῖς μαθηταῖς· «Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται.»

Ὥστε ὁ μὴ τιμῶν τοὺς ἁγίους οὐδὲ αὐτὸν τιμᾷ τὸν κύριον. (Σχόλιον) Εἰ ἡ εἰκὼν τοῦ βασιλέως βασιλεύς, καὶ ἡ εἰκὼν τοῦ Χριστοῦ Χριστὸς καὶ ἡ εἰκὼν τοῦ ἁγίου ἅγιος, καὶ οὔτε τὸ κράτος σχίζεται οὔτε ἡ δόξα διαμερίζεται, ἀλλ᾽ ἡ δόξα τῆς εἰκόνος τοῦ εἰκονιζομένου γίνεται. Δεδοίκασι τοὺς ἁγίους οἱ δαίμονες καὶ τὴν σκιὰν αὐτῶν δραπετεύουσι· σκιὰ δὲ καὶ ἡ εἰκών, καὶ ταύτην ποιῶ ὡς δαιμόνων ἐλάτειραν.

Εἰ δὲ χρῆναι λέγοις νοερῶς μόνον θεῷ συνάπτεσθαι, ἄνελε πάντα τὰ σωματικά, τὰ φῶτα, τὸ εὐῶδες θυμίαμα, αὐτὴν τὴν διὰ φωνῆς προσευχήν, αὐτὰ τὰ ἐξ ὕλης τελούμενα θεῖα μυστήρια, τὸν ἄρτον, τὸν οἶνον, τὸ τῆς χρίσεως ἔλαιον, τοῦ σταυροῦ τὸ ἐκτύπωμα. Ταῦτα γὰρ πάντα ὕλη· ὁ σταυρός, ὁ σπόγγος καὶ κάλαμος, ἡ τὴν ζωηφόρον πλευρὰν νύξασα λόγχη. Ἢ τούτων ἁπάντων ἄνελε τὸ σέβας, ὅπερ ἀδύνατον, ἢ μὴ ἀπαναίνου μηδὲ τὴν τῶν εἰκόνων τιμήν. Χάρις δίδοται θεία ταῖς ὕλαις διὰ τῆς τῶν εἰκονιζομένων προσηγορίας.

Ὥσπερ λιτὸν ἡ κογχύλη καθ᾽ ἑαυτὴν καὶ ἡ μέταξα καὶ τὸ ἐξ ἀμφοῖν ἐξυφασμένον ἱμάτιον καὶ καθ᾽ ἑαυτὸ οὐδεμίαν ἔχει τιμήν, ἂν δὲ βασιλεὺς τοῦτο περίθηται, ἐκ τῆς προσούσης τῷ ἠμφιεσμένῳ τιμῆς τῷ ἀμφιάσματι μεταδίδοται· οὕτως αἱ ὕλαι αὐταὶ μὲν καθ᾽ ἑαυτὰς ἀπροσκύνητοι, ἂν δὲ χάριτος εἴη πλήρης ὁ εἰκονιζόμενος, μέτοχοι χάριτος γίνονται κατ᾽ ἀναλογίαν τῆς πίστεως. Εἶδον οἱ ἀπόστολοι τὸν κύριον σωματικοῖς ὀφθαλμοῖς καὶ τοὺς ἀποστόλους ἕτεροι καὶ τοὺς μάρτυρας ἕτεροι. Ποθῶ κἀγὼ τούτους ὁρᾶν ψυχῇ τε καὶ σώματι καὶ ἔχειν ἀλεξίκακον φάρμακον, ἐπεὶ διπλοῦς ἔκτισμαι, καὶ ὁρῶν προσκυνῶ τὸ ὁρώμενον οὐχ ὡς θεόν, ἀλλ᾽ ὡς τιμίων εἰκόνισμα τίμιον. Σὺ τυχὸν ὑψηλός τε καὶ ἄυλος καὶ ὑπὲρ τὸ σῶμα γενόμενος καὶ οἷον ἄσαρκος καταπτύεις πᾶν τὸ ὁρώμενον, ἀλλ᾽ ἐγώ, ἐπεὶ ἄνθρωπός εἰμι καὶ σῶμα περίκειμαι, ποθῶ καὶ σωματικῶς ὁμιλεῖν καὶ ὁρᾶν τὰ ἅγια. Συγκατάβηθι τῷ ταπεινῷ μου φρονήματι, ὁ ὑψηλός, ἵνα σου τηρήσῃς τὸ ὑψηλόν.

Ἀποδέχεται Χριστὸς τὸν πρὸς αὐτόν μου πόθον καὶ τοὺς οἰκείους αὐτοῦ· χαίρει γὰρ δεσπότης ἐγκωμιαζομένου δούλου εὐγνώμονος, ὁ μέγας ἔφη Βασίλειος ἐγκωμιάζων τοὺς τεσσαράκοντα μάρτυρας. Ἄθρει δὲ οἷα καὶ εἰς Γόρδιον τὸν ἀοίδιμον τῷ λόγῳ γεραίρων φησίν.

Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ εἰς Γόρδιον τὸν μάρτυρα λόγου· Εὐφραίνονται λαοὶ εὐφροσύνην πνευματικὴν ἐπὶ μόνῃ τῇ ὑπομνήσει τῶν τοῖς δικαίοις κατωρθωμένων εἰς ζῆλον καὶ μίμησιν τῶν ἀγαθῶν, ἀφ᾽ ὧν ἀκούουσιν, ἐναγόμενοι· ἡ γὰρ τῶν εὐπολιτεύτων ἀνδρῶν ἱστορία οἷόν τι φῶς τοῖς σῳζομένοις πρὸς τὴν τοῦ βίου ὁδὸν ἐμποιεῖ.

Καὶ μετ᾽ ὀλίγα· Ὥστε, ὅταν διηγώμεθα τοὺς βίους τῶν διαπρεψάντων ἐν εὐσεβείᾳ, δοξάζομεν πρῶτον τὸν δεσπότην διὰ τῶν δούλων, ἐγκωμιάζομεν δὲ τοὺς δικαίους διὰ τῆς μαρτυρίας, ὧν ἴσμεν, εὐφραίνομεν δὲ τοὺς λαοὺς διὰ τῆς ἀκοῆς τῶν καλῶν. (Σχόλιον) Ὅρα, ὡς θεοῦ μὲν δόξαν, τῶν δὲ ἁγίων ἐγκώμιον, τῶν δὲ λαῶν εὐφροσύνην καὶ σωτηρίαν ἡ μνήμη τῶν ἁγίων συνίστησι. Τί οὖν ταύτην ἀφαιρεῖς; Ὅτι δὲ διὰ λόγου καὶ εἰκόνων ἡ μνήμη γίνεται, φησὶν ὁ αὐτὸς θεῖος Βασίλειος.

Ἐκ τοῦ αὐτοῦ λόγου τοῦ εἰς Γόρδιον τὸν μάρτυρα· Ὥσπερ γὰρ τῷ πυρὶ αὐτομάτως ἕπεται τὸ φωτίζειν καὶ τῷ μύρῳ τὸ εὐωδεῖν, οὕτω καὶ ταῖς ἀγαθαῖς πράξεσιν ἀναγκαίως ἀκολουθεῖ τὸ ὠφέλιμον. Καίτοι οὐδὲ τοῦτο μικρόν, ἀκριβῶς τυχεῖν τῆς ἀληθείας τῶν τότε· ἀμυδρὰ γάρ τις μνήμη εἰς ἡμᾶς διεδόθη τὰς ἐπὶ τῶν ἀγώνων ἀνδραγαθίας τοῦ ἀνδρὸς διασῴζουσα.

Καί πως δοκεῖ τὸ καθ᾽ ἡμᾶς τῷ τῶν ζωγράφων προσεοικέναι· καὶ γὰρ ἐκεῖνοι, ἐπειδὰν ἐξ εἰκόνων μεταγράφωσι τὰς εἰκόνας, πλεῖστον ὡς εἰκὸς τῶν ἀρχετύπων ἀπολιμπάνονται, καὶ ἡμᾶς αὐτῆς τῆς θέας τῶν πραγμάτων ἀπολειφθέντας κίνδυνος οὐ μικρὸς τὴν ἀλήθειαν ἐλαττῶσαι.

Καὶ ἐπὶ τέλει τοῦ αὐτοῦ λόγου· Ὡς γὰρ τὸν ἥλιον ἀεὶ καθορῶντες ἀεὶ θαυμάζομεν, οὕτω καὶ τοῦ ἀνδρὸς ἐκείνου ἀεὶ νεαρὰν τὴν μνήμην ἔχομεν. (Σχόλιον) Δῆλον, ὡς ἀεὶ καθορῶντες διά τε λόγου καὶ εἰκονίσματος.

Καὶ ἐν τῷ λόγῳ δὲ τῷ εἰς τοὺς ὑπερτίμους τεσσαράκοντα μάρτυρας ταῦτά φησιν· Μαρτύρων δὲ μνήμης τίς ἂν γένοιτο κόρος τῷ φιλομάρτυρι; Διότι ἡ πρὸς τοὺς ἀγαθοὺς τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν δεσπότην εὐνοίας.

Καὶ πάλιν· Μακάρισον γνησίως τὸν μαρτυρήσαντα, ἵνα γένῃ μάρτυς τῇ προαιρέσει καὶ ἐκβῇς χωρὶς διωγμοῦ, χωρὶς πυρός, χωρὶς μαστίγων τῶν αὐτῶν ἐκείνοις ἐπαίνων ἠξιωμένος. (Σχόλιον) Πῶς οὖν με ἀπείργεις τῆς τῶν ἁγίων τιμῆς καὶ φθονεῖς μοι τῆς σωτηρίας; Ὅτι δὲ συνεζευγμένην οἶδε τῷ λόγῳ τὴν διὰ τῶν χρωμάτων μορφήν, ἄκουε αὐτοῦ μετ᾽ ὀλίγα φάσκοντος· Βασιλείου· Δεῦρο δὴ οὖν εἰς μέσον αὐτοὺς ἀγαγόντες διὰ τῆς ὑπομνήσεως κοινὴν τὴν ἀπ᾽ αὐτῶν ὠφέλειαν τοῖς παροῦσι καταστησώμεθα, προδείξαντες πᾶσιν ὥσπερ ἐν γραφῇ τὰς τῶν ἀνδρῶν ἀριστείας. (Σχόλιον) Ὁρᾷς, ὡς ἓν εἰκόνος καὶ λόγου τὸ ἔργον; «Ὡς ἐν γραφῇ» γάρ, ἔφη, «προδείξωμεν τῷ λόγῳ.» Καὶ πάλιν ἐχόμενα τοῦ λόγου· Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπήγειραν εἰς ἀνδρείαν ἑκάτεροι. Ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας διὰ τῆς ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσι. (Σχόλιον) Τί τούτων τηλαυγέστερον πρὸς ἀπόδειξιν, ὅτι βίβλοι τοῖς ἀγραμμάτοις εἰσὶν αἱ εἰκόνες καὶ τῆς τῶν ἁγίων τιμῆς ἀσίγητοι κήρυκες ἐν ἀήχῳ φωνῇ τοὺς ὁρῶντας διδάσκουσαι καὶ τὴν ὅρασιν ἁγιάζουσαι;

Οὐκ εὐπορῶ βίβλων, οὐ σχολὴν ἄγω πρὸς τὴν ἀνάγνωσιν, εἴσειμι εἰς τὸ κοινὸν τῶν ψυχῶν ἰατρεῖον, τὴν ἐκκλησίαν ὥσπερ ἀκάνθαις τοῖς λογισμοῖς συμπνιγόμενος· ἕλκει με πρὸς θέαν τῆς γραφῆς τὸ ἄνθος καὶ ὡς λειμὼν τέρπει τὴν ὅρασιν καὶ λεληθότως ἐναφίησι τῇ ψυχῇ δόξαν θεοῦ. Τεθέαμαι τὴν καρτερίαν τοῦ μάρτυρος, τῶν στεφάνων τὴν ἀνταπόδοσιν καὶ ὡς πυρὶ πρὸς ζῆλον ἐξάπτομαι τῇ προθυμίᾳ καὶ πίπτων προσκυνῶ τῷ θεῷ διὰ τοῦ μάρτυρος καὶ λαμβάνω τὴν σωτηρίαν.

Οὐκ ἀκήκοας τοῦ αὐτοῦ θεοφόρου πατρὸς λέγοντος ἐν τῷ εἰς τὴν ἀρχὴν τῶν ψαλμῶν λόγῳ, ὅτι «γινῶσκον τὸ πνεῦμα τὸ ἅγιον, ὅτι δυσάγωγον πρὸς ἀρετὴν καὶ ῥᾴθυμον τὸ γένος τῶν ἀνθρώπων, τὸ μέλος ταῖς ψαλμῳδίαις ἐγκατέμιξε»;

Τί φής; Οὐ γράψω καὶ λόγῳ καὶ χρώμασι τὸ τῶν μαρτύρων μαρτύριον καὶ ὀφθαλμοῖς καὶ χείλεσι περιπτύξομαι «τὸ θαυμαστὸν καὶ ἀγγέλοις καὶ πάσῃ τῇ κτίσει, ὀδυνηρὸν δὲ τῷ διαβόλῳ καὶ φοβερὸν δαίμοσιν», ὡς αὐτὸς ὁ φωστὴρ τῆς ἐκκλησίας ἔφησεν; Οἷα δέ φησι πρὸς τῷ τέλει τοῦ λόγου, ἐγκωμιάζων τοὺς τεσσαράκοντα μάρτυρας· Ὦ χορὸς ἅγιος, ὦ σύστημα ἱερόν, ὦ συνασπισμὸς ἀρραγής, ὦ κοινοὶ φύλακες τοῦ γένους τῶν ἀνθρώπων, ἀγαθοὶ κοινωνοὶ φροντίδων, δεήσεων συνεργοί, πρεσβευταὶ δυνατώτατοι, ἀστέρες τῆς οἰκουμένης, ἄνθη τῶν ἐκκλησιῶν (ἐγὼ δέ φημι, νοητά τε καὶ αἰσθητά). Ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ᾽ οὐρανὸς ὑπεδέξατο. Ἠνοίγησαν ὑμῖν παραδείσου πύλαι, ἄξιον θέαμα τῇ στρατιᾷ τῶν ἀγγέλων, ἄξιον πατριάρχαις, προφήταις, δικαίοις. (Σχόλιον) Πῶς οὐ μὴ ποθήσω ἰδεῖν, ὃ ἰδεῖν ποθοῦσιν ἄγγελοι; Συνῳδὰ δὲ τούτοις καὶ ὁ τούτου ἀδελφὸς καὶ ὁμογνώμων Γρηγόριος, ὁ τῆς Νυσαέων ἐπίσκοπος, φησίν.