Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Απαντήσεις προς Ιουδαίους και μαρτυρίες πατέρων

Αντιπαράθεση με την ιουδαϊκή κριτική μέσα από το έργο του Λεοντίου Νεαπόλεως και παράθεση επιπλέον χωρίων του Γρηγορίου Νύσσης και του Ιωάννη Χρυσοστόμου υπέρ της προσκύνησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 11 από 20

Τοῦ ἁγίου Γρηγορίου, ἐπισκόπου Νύσης, ἐκ τοῦ ἀναπληρωματικοῦ, τουτέστι τοῦ περὶ κατασκευῆς ἀνθρώπου, κεφαλαίου τετάρτου· Ὥσπερ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν οἱ τὰς εἰκόνας τῶν κρατούντων κατασκευάζοντες τόν τε χαρακτῆρα τῆς μορφῆς ἀναμάσσονται καὶ τῇ περιβολῇ τῆς πορφυρίδος τὴν βασιλικὴν ἀξίαν συμπαραγράφουσι καὶ λέγεται κατὰ τὴν συνήθειαν καὶ εἰκὼν καὶ βασιλεύς, οὕτω καὶ ἡ ἀνθρωπίνη φύσις, ἐπειδὴ πρὸς ἀρχὴν τῶν ἄλλων κατεσκευάζετο, οἷόν τις ἔμψυχος εἰκὼν ἀνεστάθη κοινωνοῦσα τῷ ἀρχετύπῳ καὶ τῆς ἀξίας καὶ τοῦ ὀνόματος.

Τοῦ αὐτοῦ ἐκ τοῦ πέμπτου κεφαλαίου τῆς αὐτῆς πραγματείας· Τὸ δὲ θεῖον κάλλος οὐ σχήματί τινι καὶ μορφῆς εὐμοιρίᾳ διά τινος εὐχροίας ἐναγλαΐζεται, ἀλλ᾽ ἐν ἀφράστῳ μακαριότητι κατ᾽ ἀρετὴν θεωρεῖται. Ὥσπερ τοίνυν τὰς ἀνθρωπίνας μορφὰς διὰ χρωμάτων τινῶν ἐπὶ τοὺς πίνακας οἱ γραφεῖς μεταφέρουσι τὰς οἰκείας τε καὶ καταλλήλους βαφὰς ἐπαλείφοντες τῷ μιμήματι, ὡς ἂν δι᾽ ἀκριβείας τὸ ἀρχέτυπον κάλλος μετενεχθείη πρὸς τὸ ὁμοίωμα 〈...〉 (Σχόλιον) Ὅρα, ὡς «τὸ μὲν θεῖον κάλλος οὐ σχήματί τινι διά τινος εὐχροίας ἐναγλαΐζεται» καὶ διὰ τοῦτο οὐκ εἰκονίζεται, ἡ δὲ ἀνθρωπίνη μορφὴ διὰ χρωμάτων ἐπὶ τοὺς πίνακας μεταφέρεται. Εἰ τοίνυν ὁ υἱὸς τοῦ θεοῦ ἐν ἀνθρώπου μορφῇ γέγονε μορφὴν δούλου λαβὼν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, πῶς οὐκ εἰκονισθήσεται; Καὶ εἰ κατὰ συνήθειαν «λέγεται ἡ τοῦ βασιλέως εἰκὼν βασιλεὺς» καὶ «ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει», ὥς φησιν ὁ θεῖος Βασίλειος, πῶς ἡ εἰκὼν οὐ τιμηθήσεται καὶ προσκυνηθήσεται οὐχ ὡς θεός, ἀλλ᾽ ὡς θεοῦ σεσαρκωμένου εἰκών;

Τοῦ ἁγίου Γρηγορίου τοῦ Νύσης ἀπὸ λόγου ῥηθέντος ἐν Κωνσταντινουπόλει περὶ θεότητος υἱοῦ καὶ πνεύματος καὶ εἰς τὸν Ἀβραάμ, λόγου μδʹ, οὗ ἡ ἀρχή· Οἷόν τι πάσχουσι πρὸς τοὺς εὐανθεῖς τῶν λειμώνων οἱ τούτων φιλοθεάμονες, καὶ μετὰ βραχέα· Ἐντεῦθεν δεσμοῖς πρότερον διαλαμβάνει ὁ πατὴρ τὸν παῖδα. Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον ἐναργῶς τῆς τέχνης ὑπ᾽ ὄψιν ἀγούσης τὴν ἱστορίαν. Πρόκειται ὁ Ἰσαὰκ παρ᾽ αὐτῷ τῷ θυσιαστηρίῳ ὀκλάσας ἐπὶ τὸ γόνυ καὶ περιηγμένας ἔχων εἰς τοὐπίσω τὰς χεῖρας, ὁ δὲ ἐπιβεβηκὼς κατόπιν τῷ ποδὶ τῆς ἀγκύλης καὶ τῇ ἀριστερᾷ χειρὶ τὴν κόμην τοῦ παιδὸς πρὸς ἑαυτὸν ἀνακλάσας ἐπικύπτει τῷ προσώπῳ ἐλεεινῶς πρὸς αὐτὸν ἀναβλέποντι καὶ τὴν δεξιὰν καθωπλισμένος τῷ ξίφει πρὸς τὴν σφαγὴν κατευθύνει.

Καὶ ἅπτεται ἤδη τοῦ σώματος ἡ τοῦ ξίφους ἀκμή, καὶ τότε αὐτῷ γίνεται θεόθεν φωνὴ τὸ ἔργον κωλύουσα. Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς· Καί πως εἰκὼν τοῦ δευτέρου τὸ πρῶτον, ὁ Μελχισεδὲκ τοῦ Χριστοῦ, ὥσπερ ἄν τις εἴποι σκιὰν τῆς γραφῆς τῆς ἐν χρώμασι τὸ πρὸ ταύτης σκίασμα τοῦ γραφέως· διὰ τοῦτο γὰρ ὁ νόμος καλεῖται σκιά, ἡ δὲ χάρις ἀλήθεια, πράγματα δὲ τὰ μέλλοντα. Ὥστε ὁ μὲν νόμος καὶ ὁ Μελχισεδὲκ προσκίασμα τῆς ἐν χρώμασι γραφῆς, ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια ἡ ἐν χρώμασι γραφή, τὰ δὲ πράγματα τοῦ μέλλοντος αἰῶνος, ὡς εἶναι τὴν παλαιὰν τύπου τύπον καὶ τὴν νέαν τῶν πραγμάτων τύπον.

Λεοντίου Νεαπόλεως τῆς Κύπρου ἐκ τοῦ κατὰ Ἰουδαίων λόγου περὶ τοῦ προσκυνεῖν τῷ σταυρῷ τοῦ Χριστοῦ καὶ ταῖς εἰκόσι τῶν ἁγίων καὶ ἀλλήλοις καὶ περὶ τῶν λειψάνων τῶν ἁγίων· Ἐάν μοι ἐγκαλῇς πάλιν, ὦ Ἰουδαῖε, λέγων, ὅτι ὡς θεὸν προσκυνῶ τὸ ξύλον τοῦ σταυροῦ, διὰ τί οὐκ ἐγκαλεῖς τῷ Ἰακὼβ προσκυνήσαντι ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου; Ἀλλὰ πρόδηλον, ὅτι οὐ τὸ ξύλον τιμῶν προσεκύνησεν, ἀλλὰ διὰ τοῦ ξύλου τῷ Ἰωσὴφ προσεκύνησεν, ὥσπερ καὶ ἡμεῖς διὰ τοῦ σταυροῦ τὸν Χριστόν, ἀλλ᾽ οὐ τὸ ξύλον δοξάζομεν. (Σχόλιον) Εἰ οὖν τὸν τοῦ σταυροῦ τύπον προσκυνοῦμεν εἰκόνα τοῦ σταυροῦ ποιοῦντες ἐξ οἱασοῦν ὕλης, πῶς τοῦ σταυρωθέντος εἰκόνι μὴ προσκυνήσομεν;

Καὶ πάλιν τοῦ αὐτοῦ Λεοντίου· Ἐπεὶ καὶ Ἀβραὰμ τοῖς πωλήσασιν αὐτῷ τὸν τάφον ἀσεβέσιν ἀνθρώποις προσεκύνησε καὶ γόνυ ἔκαμψεν ἐπὶ τὴν γῆν, ἀλλ᾽ οὐχ ὡς θεοῖς αὐτοῖς προσεκύνησεν· καὶ πάλιν ὁ Ἰακὼβ τὸν Φαραὼ ηὐλόγησεν ἀσεβῆ καὶ εἰδωλολάτρην ὄντα, ἀλλ᾽ οὐχ ὡς θεὸν αὐτὸν ηὐλόγησε· καὶ πάλιν, τὸν Ἠσαῦ πεσὼν προσεκύνησεν, ἀλλ᾽ οὐχ ὡς θεὸν προσεκύνησεν.

Καὶ πάλιν· Πῶς ἐντέλλεται ὑμῖν ὁ θεὸς προσκυνεῖν καὶ τῇ γῇ καὶ τοῖς ὄρεσι; Λέγει γάρ· «Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ. Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι», τουτέστι τῇ γῇ. «Ὁ οὐρανὸς γάρ μοι θρόνος», φησίν, «ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου», λέγει κύριος. Πῶς δὲ Μωσῆς προσεκύνησεν Ἰοθὸρ εἰδωλολάτρῃ ὄντι, καὶ Δανιὴλ Ναβουχοδονόσορ;

Πῶς ἐμοὶ ἐγκαλεῖς, ὅτι τιμῶ καὶ προσκυνῶ τοὺς τὸν θεὸν τιμήσαντας καὶ προσκυνήσαντας; Οὐ συμφέρει, εἰπέ μοι, προσκυνεῖν τοῖς ἁγίοις καὶ μὴ ὡς σὺ λιθοβολεῖν; Οὐ συμφέρει προσκυνεῖν καὶ μὴ τούτους καταπρίζειν καὶ ἐν λάκκῳ βορβόρου τοὺς εὐεργέτας καταφέρειν; Εἰ τὸν θεὸν ἠγάπας, πάντως ἂν καὶ τοὺς αὐτοῦ δούλους τιμᾶν ἔμελλες. Καὶ εἰ ἀκάθαρτά εἰσι τῶν δικαίων τὰ ὀστᾶ, πῶς μετὰ τιμῆς πάσης μετεκομίσθησαν τὰ ὀστᾶ τοῦ Ἰακὼβ καὶ Ἰωσὴφ ἐξ Αἰγύπτου; Πῶς νεκρὸς ἄνθρωπος ἁψάμενος τῶν ὀστέων Ἐλισσαίου εὐθέως ἀνέστη; Εἰ δὲ δι᾽ ὀστέων θαυματουργεῖ ὁ θεός, εὔδηλον, ὅτι δύναται καὶ δι᾽ εἰκόνων καὶ λίθων καὶ ἑτέρων πολλῶν, καθὼς καὶ ἐπὶ Ἐλισσαιὲ ἐγένετο, ὃς ἔδωκε τὴν ἰδίαν ῥάβδον τῷ ἑαυτοῦ παιδὶ καὶ εἶπε δι᾽ αὐτῆς πορευθέντα ἀναστῆσαι τὸν παῖδα τῆς Σωμανίτιδος. Καὶ Μωσῆς ῥάβδῳ τὸν Φαραὼ ἐκόλασε καὶ θάλασσαν ἔσχισε καὶ ὕδωρ ἐγλύκανε καὶ πέτραν ἔρρηξε καὶ ὕδωρ ἐξήγαγε. Καὶ Σολομών φησιν· «Ηὐλόγηται ξύλον, δι᾽ οὗ γίνεται σωτηρία.» Καὶ Ἐλισσαιὲ ξύλον ἐν Ἰορδάνῃ ἀπορρίψας σίδηρον ἀνήγαγε· καὶ «ξύλον ζωῆς» καὶ «φυτὸν Σαβὲκ» ἤγουν συγχωρήσεως. Καὶ Μωσῆς ξύλῳ ὄφιν ὕψωσε καὶ λαὸν ἐζωοποίησε· ξύλῳ βλαστήσαντι ἐν τῇ σκηνῇ τὴν ἱερατείαν ἐκύρωσεν.

Ἀλλ᾽ ἴσως ἐρεῖς μοι, ὁ Ἰουδαῖος, ὅτι τὰ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἅπαντα ὁ θεὸς γενέσθαι προσέταξε τῷ Μωσῇ· κἀγώ σοι λέγω, ὅτι πολλὰ καὶ ποικίλα πράγματα ὁ Σολομὼν ἐν τῷ ναῷ γλυπτὰ καὶ χωνευτὰ πεποίηκεν, ἅπερ οὐδὲ ὁ θεὸς αὐτῷ ποιῆσαι προσέταξεν οὐδὲ ἡ σκηνὴ τοῦ μαρτυρίου ταῦτα ἐκέκτητο οὔτε ὁ ναός, ὃν ὁ θεὸς τῷ Ἰεζεκιὴλ ὑπέδειξε, καὶ οὐ κατεγνώσθη ἐν τούτῳ ὁ Σολομών· εἰς δόξαν γὰρ θεοῦ τὰς τοιαύτας μορφὰς κατεσκεύασεν, ὥσπερ δὴ καὶ ἡμεῖς. Εἶχες καὶ σὺ πολλὰς καὶ διαφόρους πρὸς ἀνάμνησιν θεοῦ εἰκόνας καὶ σήμαντρα, πρὶν ἢ τούτων διὰ τὴν σὴν ἀγνωμοσύνην ἐστερήθης, τουτέστι τὴν Μωσαϊκὴν ῥάβδον, τὰς θεοτύπους πλάκας, τὴν πυρένδροσον βάτον, τὴν ξηρένυδρον πέτραν, τὴν μαννοφόρον κιβωτόν, τὸ πυρένθεον θυσιαστήριον, τὸ θεώνυμον πέταλον, τὸ θεόδηλον Ἐφούδ, τὴν θεόσκιον σκηνήν· εἰ δὲ καὶ σὺ ἅπαντα ταῦτα νυκτὸς καὶ ἡμέρας κατεσκιάζου λέγων· Δόξα σοι, ὁ μόνος παντοκράτωρ θεός, ὁ διὰ πάντων τούτων ἐν Ἰσραὴλ θαυμάσια ποιήσας, εἰ δὲ διὰ πάντων τούτων τῶν νομικῶν, ὧν εἶχές ποτε, προσπίπτων τῷ θεῷ προσεκύνεις, ὁρᾷς, ὅτι διὰ τῶν εἰκόνων προσάγεται τῷ θεῷ ἡ προσκύνησις.

Καὶ μετ᾽ ὀλίγα· Ὁ γὰρ ἀγαπῶν εἰλικρινῶς φίλον ἢ βασιλέα καὶ μάλιστα τὸν εὐεργέτην, κἂν υἱὸν αὐτοῦ θεάσηται, κἂν ῥάβδον, κἂν θρόνον, κἂν στέφανον, κἂν οἶκον, κἂν δοῦλον, κρατεῖ καὶ ἀσπάζεται καὶ τιμᾷ διὰ τούτων τὸν εὐεργέτην, βασιλέα καὶ μάλιστα τὸν θεόν. —Εἴθε γάρ, πάλιν λέγω, ἐποίησας καὶ σὺ εἰκόνας Μωσαϊκὰς καὶ προφητικὰς καὶ καθ᾽ ἡμέραν ἐν αὐταῖς προσεκύνεις τῷ δεσπότῃ αὐτῶν θεῷ. Ὅταν τοίνυν ἴδῃς χριστιανῶν παῖδας προσκυνοῦντας τῷ σταυρῷ, γνῶθι, ὅτι τῷ σταυρωθέντι Χριστῷ τὴν προσκύνησιν προσάγουσι καὶ οὐ τῷ ξύλῳ. Ἐπεὶ εἰ τὴν φύσιν τοῦ ξύλου ἔσεβον, πάντως ἂν καὶ τὰ δένδρα καὶ τὰ ἄλση προσκυνεῖν εἶχον, ὥσπερ σὺ ὁ Ἰσραὴλ προσεκύνησας τούτοις ποτέ, λέγων τῷ δένδρῳ καὶ τῷ λίθῳ, ὅτι «σύ μου εἶ θεός, καὶ σύ με ἐγέννησας». Ἡμεῖς δὲ οὐχ οὕτως λέγομεν τῷ σταυρῷ οὐδὲ ταῖς μορφαῖς τῶν ἁγίων· οὐ γὰρ θεοὶ ἡμῶν εἰσιν, ἀλλὰ βίβλοι ἀνεῳγμέναι πρὸς ἀνάμνησιν θεοῦ καὶ τιμὴν αὐτοῦ ἐν ταῖς ἐκκλησίαις προφανῶς κείμεναι καὶ προσκυνούμεναι. Ὁ γὰρ τιμῶν τὸν μάρτυρα τὸν θεὸν τιμᾷ, ᾧ ὁ μάρτυς ἐμαρτύρησεν· ὁ προσκυνῶν τῷ ἀποστόλῳ τοῦ Χριστοῦ τῷ ἀποστείλαντι αὐτὸν προσκυνεῖ· καὶ ὁ προσπίπτων τῇ μητρὶ τοῦ Χριστοῦ πρόδηλον, ὅτι τῷ υἱῷ αὐτῆς τὴν τιμὴν προσφέρει. Οὐδεὶς γὰρ θεός, εἰ μὴ εἷς ὁ ἐν τριάδι καὶ μονάδι γνωριζόμενός τε καὶ λατρευόμενος. (

Σχόλιον) Οὗτος πιστὸς ἐξηγητὴς τῶν τοῦ μακαρίου Ἐπιφανίου λόγων ὁ τοῖς ἑαυτοῦ λόγοις τὴν Κυπρίων κατακοσμήσας νῆσον ἢ οἱ ἀπὸ καρδίας λαλοῦντες.

Ἄκουε δὲ καὶ Σευηριανοῦ ἐπισκόπου Γαβάλων, οἷά φησιν. Σευηριανοῦ, ἐπισκόπου Γαβάλων, ἀπὸ λόγου τοῦ εἰς τὰ ἐγκαίνια τοῦ σταυροῦ· Πῶς ἡ εἰκὼν τοῦ ἐπικαταράτου ζωὴν ἤνεγκε τοῖς ἡμετέροις προγόνοις; Καὶ μετ᾽ ὀλίγα· Πῶς οὖν ἡ εἰκὼν τοῦ ἐπικαταράτου ἤνεγκε τῷ λαῷ ἐν συμφορᾷ χειμαζομένῳ σωτηρίαν; Ἆρα οὐκ ἦν ἀξιοπιστότερον εἰπεῖν· Ἐάν τις ὑμῶν δηχθῇ, βλέψει εἰς τὸν οὐρανὸν ἄνω πρὸς τὸν θεὸν καὶ σωθήσεται ἢ εἰς τὴν σκηνὴν τοῦ θεοῦ; Ἀλλὰ ταῦτα παριδὼν μόνον τοῦ σταυροῦ τὴν εἰκόνα ἔπηξεν. Διὰ τί οὖν ταῦτα ἐποίει Μωσῆς ὁ εἰπὼν τῷ λαῷ· «Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ χωνευτὸν οὐδὲ πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς;» Ἀλλὰ τί ταῦτα πρὸς τὸν ἀγνώμονα φθέγγομαι; Εἰπέ, ὦ πιστότατε θεοῦ θεράπον· ὃ ἀπαγορεύεις, ποιεῖς; ὃ ἀνατρέπεις, κατασκευάζεις; Ὁ λέγων· «Οὐ ποιήσεις γλυπτόν», ὁ τὸν χωνευθέντα βοῦν κατελάσας, σὺ ὄφιν χαλκουργεῖς; Καὶ τοῦτο οὐ λάθρᾳ, ἀλλὰ ἀναφανδὸν καὶ πᾶσι γνωστόν; Ἀλλ᾽ ἐκεῖνα, φησίν, ἐνομοθέτησα, ἵνα ἐκκόψω τὰς ὕλας τῆς ἀσεβείας καὶ τὸν λαὸν ἀπαγάγω πάσης ἀποστασίας καὶ εἰδωλολατρείας· νυνὶ δὲ χωνεύω τὸν ὄφιν χρησίμως εἰς προτύπωσιν τῆς ἀληθείας.

Καὶ καθάπερ σκηνὴν ἔπηξα καὶ τὰ ἐν αὐτῇ πάντα καὶ χερουβὶμ ὁμοίωμα τῶν ἀοράτων διεπέτασα εἰς τὰ ἅγια ὡς τύπον καὶ σκιὰν τῶν μελλόντων, οὕτω καὶ ὄφιν ἐστήλωσα εἰς σωτηρίαν τῷ λαῷ, ἵνα διὰ τῆς πείρας τούτων προγυμνασθῶσι τοῦ σημείου τοῦ σταυροῦ τὴν εἰκόνα καὶ τὸν ἐν αὐτῷ σωτῆρα καὶ λυτρωτήν. Καὶ ὅτι ἀψευδέστατος ὁ λόγος, ἀγαπητέ, ἄκουε τοῦ κυρίου τοῦτον βεβαιοῦντος καὶ λέγοντος· «Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.» (Σχόλιον) Σύνες, ὡς διὰ τὸ ἀπαγαγεῖν ἔφη τὸν λαὸν τῆς εἰδωλολατρείας εὐόλισθον καὶ ἕτοιμον ὄντα πρὸς τοῦτο μὴ ποιεῖν πᾶν ὁμοίωμα ἐνομοθέτησε, καὶ ὅτι εἰκὼν ἦν τοῦ πάθους τοῦ κυρίου ὁ ὑψωθεὶς ὄφις.