Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Αγιολογικές διηγήσεις και περαιτέρω πατερικά τεκμήρια

Ανθολόγηση ιστοριών από βίους αγίων και αποσπάσματα από εκκλησιαστικούς συγγραφείς που επιβεβαιώνουν την καθιερωμένη λειτουργική χρήση των εικόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 12 από 20

Ὅτι δὲ οὐ καινὸν ἐφεύρημα τὸ τῶν εἰκόνων, ἀλλὰ ἀρχαῖον καὶ τοῖς ἁγίοις καὶ ἐκκρίτοις πατράσιν ἐγνωσμένον τε καὶ εἰθισμένον, ἄκουε· Γέγραπται ἐν τῷ βίῳ Βασιλείου τοῦ μάκαρος τῷ δι᾽ Ἑλλαδίου, τοῦ αὐτοῦ μαθητοῦ καὶ διαδόχου τῆς αὐτοῦ ἱεραρχίας, ὡς παρειστήκει ὁ ὅσιος τῇ τῆς δεσποίνης εἰκόνι, ἐν ᾗ καὶ ὁ χαρακτὴρ ἐγέγραπτο Μερκουρίου τοῦ ἀοιδίμου μάρτυρος· παρειστήκει δὲ ἐξαιτῶν τὴν Ἰουλιανοῦ τοῦ ἀθεωτάτου καὶ ἀποστάτου τυράννου ἀναίρεσιν.

Ἐξ ἧς εἰκόνος ἐμυήθη ταύτης τὴν ἀποκάλυψιν· ἑώρα γὰρ πρὸς μὲν βραχὺ ἀφανῆ τὸν μάρτυρα, μετ᾽ οὐ πολὺ δὲ τὸ δόρυ ᾑμαγμένον κατέχοντα. Ἐν τῷ βίῳ Ἰωάννου τοῦ Χρυσοστόμου οὕτως αὐτολεξεὶ γέγραπται· Ἠγάπα δὲ ὁ μακάριος Ἰωάννης τὰς ἐπιστολὰς τοῦ σοφωτάτου Παύλου ἄγαν.

Καὶ μετ᾽ ὀλίγα· Ἦν δὲ καὶ τὸ ἐκτύπωμα τοῦ αὐτοῦ ἀποστόλου Παύλου ἔχων ἐν εἰκόνι, ἔνθα ἀνεπαύετο διὰ τὴν τοῦ σώματος ἀσθένειαν βραχύ τι· ἦν γὰρ πολυάγρυπνος ὑπὲρ φύσιν. Καὶ ἡνίκα διήρχετο τὰς ἐπιστολὰς αὐτοῦ, ἐνητένιζεν αὐτῇ καὶ ὡς ἐπὶ ζῶντος αὐτοῦ οὕτω προσεῖχεν αὐτῷ μακαρίζων αὐτόν, καὶ ὅλον αὑτοῦ τὸν λογισμὸν πρὸς αὐτὸν εἶχε φανταζόμενος καὶ διὰ τῆς θεωρίας αὐτῷ ὁμιλῶν.

Καὶ μεθ᾽ ἕτερα· Ὡς δὲ ἐπαύσατο ὁ Πρόκλος λαλῶν, ἀτενίσας τῇ εἰκόνι τοῦ ἀποστόλου καὶ θεασάμενος τὸν χαρακτῆρα αὐτοῦ ὅμοιον τοῦ ὀφθέντος αὐτῷ, βαλὼν μετάνοιαν τῷ Ἰωάννῃ, εἶπε δακτυλοδεικτῶν τὴν εἰκόνα· Συγχώρησόν μοι, πάτερ. Ὃν εἶδον λαλοῦντά σοι, ὅμοιός ἐστι τούτῳ· ὡς δὲ ὑπολαμβάνω, ὅτι καὶ αὐτός ἐστιν.

Ἐν τῷ τῆς ὁσίας Εὐπραξίας βίῳ τὸν δεσποτικὸν δεδεῖχθαι αὐτῇ χαρακτῆρα ἀναγέγραπται ὑπὸ τῆς προεστηκυίας τῆς ποίμνης. Ἐν τῷ τῆς ὁσίας Μαρίας βίῳ τῆς Αἰγυπτίας γέγραπται τῇ εἰκόνι τῆς δεσποίνης αὐτὴν εὔξασθαι καὶ ταύτην πρὸς ἐγγύην ἐξαιτήσασθαι καὶ οὕτω τυχεῖν τῆς εἰς τὸν ναὸν εἰσόδου.

Ἐκ τοῦ λόγου τοῦ Χρυσοστόμου, ὅτι παλαιᾶς καὶ καινῆς εἷς νομοθέτης, καὶ εἰς τὸ ἔνδυμα τοῦ ἱερέως· Ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας πεπληρωμένην· εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων στίφη. Εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυὶδ ἀληθεύοντα· «Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.» Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς παραβολῆς τοῦ σπόρου· Ἔνδυμα βασιλικὸν ἐὰν ὑβρίσῃς, οὐ τὸν ἐνδεδυμένον ὑβρίζεις; Οὐκ οἶδας, ὅτι, ἐὰν εἰκόνα βασιλέως ὑβρίσῃς, εἰς τὸ πρωτότυπον τῆς ἀξίας φέρεις τὴν ὕβριν;

Οὐκ οἶδας, ὅτι, ἐάν τις εἰκόνα τὴν ἀπὸ ξύλου καὶ ἀνδριάντος χαλκοῦ κατασύρῃ, οὐχ ὡς εἰς ἄψυχον ὕλην τολμήσας κρίνεται, ἀλλ᾽ ὡς κατὰ βασιλέως κεχ[ρημένος τῇ ὕβρει;] Εἰκόνα δὲ ὅλως βασιλέως φέρουσα τὴν ἑαυτῆς ὕβριν εἰς βασιλέα ἀνάγει.

Τοῦ αὐτοῦ Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς Μελέτιον, ἐπίσκοπον Ἀντιοχείας καὶ μάρτυρα, λόγου καὶ εἰς τὴν σπουδὴν τῶν συνελθόντων, οὗ ἡ ἀρχή· Πανταχοῦ τῆς ἱερᾶς ταύτης ἀγέλης περιφέρων τοὺς ὀφθαλμούς, καὶ μετὰ βραχέα· Καὶ ἦν εὐσεβείας διδασκαλία τὸ γινόμενον· συνεχῶς γὰρ ἀναγκαζόμενοι τῆς προσηγορίας ἐκείνης μεμνῆσθαι καὶ τὸν ἅγιον ἐκεῖνον ἔχειν ἐπὶ ψυχῆς παντὸς ἀλόγου πάθους καὶ λογισμοῦ φυγαδευτήριον εἶχον τὸ ὄνομα, καὶ οὕτω πολὺ γέγονε τοῦτο, ὡς πανταχοῦ καὶ ἐν ἀμφόδῳ καὶ ἐν ἀγορᾷ καὶ ἐν ἀγροῖς τούτῳ πάντοθεν περιηχεῖσθαι τῷ ὀνόματι.

Οὐ πρὸς τὸ ὄνομα δὲ τοσοῦτον ἐπάθετε πόθον μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸν τοῦ σώματος τὸν τύπον. Ὅπερ οὖν ἐν ὀνόμασιν ἐποιήσατε, τοῦτο καὶ ἐπὶ τῆς εἰκόνος ἐπράξατε τῆς ἐκείνου. Καὶ γὰρ ἐν δακτυλίων σφενδόναις καὶ ἐκπώμασι καὶ φιάλαις καὶ ἐν θαλάμων τοίχοις καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην ἐχάραξαν πολλοί, ὡς μὴ μόνον ἀκούειν τῆς ἁγίας προσηγορίας ἐκείνης, ἀλλὰ καὶ ὁρᾶν αὐτοῦ πανταχοῦ τοῦ σώματος τὸν τύπον καὶ διπλῆν τινα τῆς ἀποδημίας ἔχειν τὴν παραμυθίαν.

Τοῦ αὐτοῦ εἰς τὴν προδοσίαν τοῦ Ἰούδα καὶ εἰς τὸ πάσχα καὶ εἰς παράδοσιν τῶν μυστηρίων καὶ περὶ τοῦ μὴ μνησικακεῖν· Καθάπερ γὰρ οἱ ζωγράφοι ἐν αὐτῷ τῷ πίνακι καὶ τὰς γραμμὰς περιέχουσι καὶ σκιογραφοῦσι καὶ τὴν ἀλήθειαν τῶν χρωμάτων ἐπιτιθέασιν, οὕτως καὶ ὁ Χριστὸς ἐποίησεν.

Τοῦ ἁγίου Ἀμβροσίου, ἐπισκόπου Μεδιολάνων, ἐκ τῆς πρὸς πᾶσαν τὴν Ἰταλίαν ἐπιστολῆς· Τῇ νυκτὶ δὲ τῇ τρίτῃ ἐκ νηστείας μοι ἤδη καταπεπονημένου τοῦ σώματος οὐ καθεύδοντι, ἀλλ᾽ ἐν ἐκστάσει ὄντι μετά τινος προσώπου μοι κατεφάνησαν, ὃ προσεῴκει τῷ μακαρίῳ Παύλῳ τῷ ἀποστόλῳ, αὐτῆς τῆς ἐν εἰκόσι γραφῆς τὸν αὐτοῦ χαρακτῆρα διδασκούσης σαφῶς.

Μαξίμου τοῦ φιλοσόφου καὶ ὁμολογητοῦ ἐκ τῶν περὶ αὐτοῦ πεπραγμένων μεταξὺ αὐτοῦ τε καὶ Θεοδοσίου ἐπισκόπου· Καὶ ἐπὶ τούτοις ἀνέστησαν πάντες μετὰ χαρᾶς καὶ δακρύων καὶ ἔβαλον μετάνοιαν, καὶ εὐχὴ γέγονε, καὶ ἕκαστος αὐτῶν τὰ ἅγια εὐαγγέλια καὶ τὸν τίμιον σταυρὸν καὶ τὴν εἰκόνα τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς δεσποίνης ἡμῶν τῆς αὐτὸν τεκούσης παναγίας θεοτόκου ἠσπάσαντο τεθεικότες καὶ τὰς ἰδίας χεῖρας ἐπὶ βεβαιώσει τῶν λαληθέντων.

Τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιεπισκόπου Θεουπόλεως καὶ πατριάρχου Ἀναστασίου περὶ σαββάτου, καὶ πρὸς Συμεὼν ἐπίσκοπον Βόστρης· Ὥσπερ γὰρ ἀπόντος μὲν βασιλέως ἡ εἰκὼν αὐτοῦ ἀντ᾽ αὐτοῦ προσκυνεῖται, παρόντος δὲ λοιπὸν αὐτοῦ περιττὸν καταλιπόντα τὸν πρωτότυπον προσκυνεῖν τὴν εἰκόνα· οὐ μήν, ἐπεὶ μὴ προσκυνεῖται διὰ τὸ παρεῖναι τὸν δι᾽ ὃν προσκυνεῖται, ἀτιμάζεσθαι αὐτὴν ἔδει.

Καὶ μετ᾽ ὀλίγα· Ὥσπερ γὰρ ὁ παροινῶν εἰκόνι βασιλέως τιμωρίαν ὑφίσταται ὡς αὐτόχρημα βασιλέα ἀτιμάσας, καίτοι τῆς εἰκόνος οὐδὲν ἕτερον οὔσης ἢ ξύλον καὶ χρώματα κηρῷ μεμιγμένα καὶ κεκραμένα, τὸν αὐτὸν τρόπον ὁ τὸν τύπον τοῦδέ τινος ἀτιμάζων εἰς αὐτὸ ἐκεῖνο, οὗ τύπος ἐστίν, ἀναφέρει τὴν ὕβριν.

Ἐκ τοῦ Λειμωναρίου τοῦ ἁγίου πατρὸς ἡμῶν Σωφρονίου, ἀρχιεπισκόπου Ἱεροσολύμων· Ἔλεγεν ὁ ἀββᾶς Θεόδωρος ὁ Αἰλιώτης, ὅτι ἦν τις ἔγκλειστος εἰς τὸ ὄρος τῶν ἐλαιῶν, ἀγωνιστὴς πάνυ· ἐπολέμει δὲ αὐτῷ ὁ δαίμων τῆς πορνείας. Ἐν μιᾷ οὖν, ὡς ἐπέκειτο αὐτῷ σφοδρῶς, ἤρξατο ὁ γέρων ἀποδύρεσθαι καὶ λέγειν τῷ δαίμονι· «Ἕως πότε οὐκ ἐνδίδως μοι; Ἀπόστα λοιπὸν ἀπ᾽ ἐμοῦ· συνεγήρασάς μοι.» Φαίνεται αὐτῷ ὁ δαίμων ὀφθαλμοφανῶς λέγων· «Ὄμοσόν μοι, ὅτι οὐδενὶ λέγεις, ὃ μέλλω λέγειν σοι, καὶ οὐκέτι σοι πολεμῶ.» Καὶ ὤμοσεν αὐτῷ ὁ γέρων, ὅτι «μὰ τὸν ἐνοικοῦντα ἐν τοῖς ὑψίστοις· Οὐκ εἴπω τινί, ὅπερ λέγεις μοι.» Τότε λέγει αὐτῷ ὁ δαίμων· «Μὴ προσκυνήσῃς ταύτῃ τῇ εἰκόνι, καὶ οὐκέτι σοι πολεμῶ.» Εἶχε δὲ ἡ εἰκὼν ἐκτύπωμα τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον βαστάζουσαν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Λέγει ὁ ἔγκλειστος τῷ δαίμονι· «Ἄφες, σκέψομαι.» Τῇ οὖν ἐπαύριον δηλοῖ τῷ ἀββᾷ Θεοδώρῳ τῷ Αἰλιώτῃ οἰκοῦντι τότε ἐν τῇ λαύρᾳ Φαράν, καὶ ἦλθε καὶ διηγεῖται ἅπαντα. Ὁ δὲ γέρων λέγει τῷ ἐγκλείστῳ· «Ὄντως, ἀββᾶ, ἐνεπαίχθης, ὅτι ὤμοσας τῷ δαίμονι, πλὴν καλῶς ἐποίησας ἐξειπών. Συμφέρει δέ σοι μὴ ἐᾶσαι εἰς τὴν πόλιν ταύτην πορνεῖον, εἰς ὃ μὴ εἰσέρχῃ, ἢ ἵνα ἀρνήσῃ τὸ προσκυνεῖν τὸν κύριον καὶ θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τῆς ἰδίας αὐτοῦ μητρός.»

Στηρίξας οὖν αὐτὸν καὶ ἐνδυναμώσας πλείοσι λόγοις ἀπῆλθεν εἰς τὸν ἴδιον αὐτοῦ τόπον. Φαίνεται οὖν πάλιν ὁ δαίμων τῷ ἐγκλείστῳ καὶ λέγει αὐτῷ· «Τί ἔνι, κακόγηρε; Οὐκ ὤμοσάς μοι, ὅτι οὐδενὶ λέγεις;

Καὶ πῶς πάντα ἐξεῖπες τῷ ἐλθόντι πρός σε; Λέγω σοι, κακόγηρε, ὡς ἐπίορκος ἔχεις κριθῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.» Ἀπεκρίθη αὐτῷ ὁ ἔγκλειστος λέγων· «Ὅ τι μὲν ὤμοσα, ὤμοσα· καὶ ὅ τι ἐπιώρκησα, οἶδα. Πλὴν τὸν ἐμὸν δεσπότην καὶ ποιητὴν ἐπιώρκησα· σοῦ δὲ οὐκ ἀκούω.» (Σχόλιον) Ὁρᾷς, ὅτι τὴν τῆς εἰκόνος προσκύνησιν τοῦ εἰκονιζομένου εἶπε, καὶ πόσον κακὸν τὸ ταύτῃ μὴ προσκυνεῖν, καὶ πῶς αὐτὸ τῆς πορνείας προετίμησεν ὁ δαίμων;