Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Λόγοι ἀποδεικτικοὶ περὶ τῶν ἁγίων εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Απόρριψη αυτοκρατορικών παρεμβάσεων και δοξολογία

Σφοδρή καταδίκη των παρεμβάσεων της κοσμικής εξουσίας στην παράδοση της Εκκλησίας και επισφράγιση της ενότητας με μια ακροτελεύτια δοξολογία και ομολογία πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 13 από 20

Πολλῶν τοίνυν ἀνέκαθεν ἱερέων τε καὶ βασιλέων χριστιανοῖς θεόθεν δεδωρημένων σοφίᾳ τε καὶ θεοσεβείᾳ καὶ λόγῳ καὶ βίῳ διαπρεψάντων καὶ συνόδων πλείστων γεγενημένων ἁγίων καὶ θεοπνεύστων πατέρων, τί μηδεὶς ταῦτα δρᾶν ἐπεχείρησεν; Οὐκ ἀνεξόμεθα νέαν πίστιν διδάσκεσθαι. «Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος», προφητικῶς ἔφη τὸ πνεῦμα τὸ ἅγιον, «καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ.» Οὐκ ἀνεξόμεθα ἄλλοτε ἄλλα φρονεῖν καὶ καιροῖς μεταβάλλεσθαι καὶ τὴν πίστιν τοῖς ἔξωθεν γέλωτα καὶ ἄθυρμα γίνεσθαι.

Οὐκ ἀνεξόμεθα βασιλικῷ ὑποκύπτειν θεσπίσματι τὴν ἐκ πατέρων πειρωμένῳ ἀνατρέπειν συνήθειαν· οὐ γὰρ εὐσεβῶν βασιλέων ἀνατρέπειν ἐκκλησιαστικοὺς θεσμούς. Οὐ πατρικὰ ταῦτα· λῃστρικὰ γὰρ τὰ βίᾳ καὶ οὐ πειθοῖ γινόμενα.

Καὶ μάρτυς ἡ ἐν Ἐφέσῳ τὸ δεύτερον γεγενημένη σύνοδος, μέχρι δεῦρο λῃστρικὴν δεδεγμένη τὴν ἐπωνυμίαν, βασιλικῇ χειρὶ ἐκβιασθεῖσα, ὅτε Φλαβιανὸς ὁ μακάριος ἀπεκτέννυτο. Συνόδων ταῦτα, οὐ βασιλέων, ὡς ὁ κύριος ἔφησεν· «Ὅπου συναχθῶσι δύο ἢ τρεῖς ἐπὶ τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Οὐ βασιλεῦσι τοῦ δεσμεῖν καὶ λύειν τὴν ἐξουσίαν δέδωκεν ὁ Χριστός, ἀλλ᾽ ἀποστόλοις καὶ τοῖς τούτων διαδόχοις καὶ ποιμέσι καὶ διδασκάλοις. «Κἂν ἄγγελος», φησὶ Παῦλος ὁ ἀπόστολος, «εὐαγγελίσηται ὑμᾶς παρ᾽ ὃ παρελάβετε·» καὶ τὸ ἑξῆς σιωπήσομεν φειδοῖ τὴν ἐπιστροφὴν ἐκδεχόμενοι. Ἂν δὲ ἴδωμεν τὴν διαστροφὴν ἀνεπίστροφον, τότε ἐπάξομεν καὶ τὸ λειπόμενον· ἀλλ᾽ ἀπηύχθω τοῦτο.

Εἴ τις εἰσέλθοι εἰς οἶκον, ἐν ᾧ ζωγράφος τοῖς τοίχοις ἱστορίαν Μωσέως καὶ Φαραὼ ἔγραψε χρώμασιν, εἶτα ἐρωτήσει τυχὸν περὶ τῶν ὡς ἐπὶ ξηρὰν διοδευσάντων τὴν θάλασσαν· «Τίνες οὗτοί εἰσιν;» Τί ἐρεῖς ἐρωτώμενος;

Οὐχί· «Οἱ υἱοὶ Ἰσραήλ;» «Τίς ὁ ῥάβδῳ παίων τὴν θάλασσαν;» Οὐχί· «Μωσῆς;» Οὕτω καί, εἴ τις τὸν Χριστὸν εἰκονίσει σταυρούμενον, καὶ ἐρωτηθῇ· «Τίς οὗτός ἐστιν;» «Χριστὸς ὁ θεός, ὁ δι᾽ ἡμᾶς σαρκωθείς», ἐρεῖ. Ναί, δέσποτα, προσκυνῶ πάντα τὰ σὰ καὶ πόθῳ ἐκκαεῖ περιπτύσσομαι, τὴν θεότητα, τὴν δύναμιν, τὴν ἀγαθότητα, τὸν περὶ ἐμὲ ἔλεον, τὴν συγκατάβασιν, τὴν σάρκωσιν, τὴν σάρκα. Καὶ ὥσπερ ἅψασθαι σιδήρου πεπυρακτωμένου δέδοικα οὐ διὰ τὴν τοῦ σιδήρου φύσιν, ἀλλὰ διὰ τὸ ἡνωμένον αὐτῷ πῦρ, οὕτω τὴν σάρκα τὴν σὴν προσκυνῶ οὐ διὰ τὴν τῆς σαρκὸς φύσιν, ἀλλὰ διὰ τὴν καθ᾽ ὑπόστασιν ἡνωμένην αὐτῇ θεότητα. Προσκυνοῦμέν σου τὰ πάθη. Τίς εἶδε θάνατον προσκυνούμενον, τίς πάθη σεπτά; Ἀλλ᾽ ὄντως προσκυνοῦμεν τὸν τοῦ θεοῦ μου σωματικὸν θάνατον καὶ τὰ σωτήρια πάθη, προσκυνοῦμέν σου τὴν εἰκόνα· πάντα τὰ σὰ προσκυνοῦμεν, τοὺς θεράποντας, τοὺς φίλους καὶ πρὸ τούτων τὴν μητέρα τὴν θεοτόκον.

Διὸ δυσωπῶ τὸν τοῦ θεοῦ λαόν, τὸ ἔθνος τὸ ἅγιον, τῶν ἐκκλησιαστικῶν ἀνθέξεσθαι παραδόσεων· ἡ γὰρ κατὰ μικρὸν τῶν παραδεδομένων ἀφαίρεσις ὡς ἐξ οἰκοδομῆς λίθων θᾶττον ἅπασαν τὴν οἰκοδομὴν καταρρήγνυσιν. Εἴη δὲ ἡμᾶς ἑδραίους, ἀκαμπεῖς, ἀκλονήτους διαμένειν, ἐπὶ πέτραν ὀχυρὰν ἐστηριγμένους, ἥτις ἐστὶν ὁ Χριστός, ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.